Ιησούς του Ναυή, κεφάλαιο 8
- 1
ΚΑΙ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς μηδὲ δειλιάσῃς, λάβε μετὰ σοῦ πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαί· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ καὶ τὴν γῆν αὐτοῦ.
Καὶ ὁ Κύριος εἶπε πρὸς τὸν Ἰησοῦν: «Μὴ φοβηθῇς, οὔτε νὰ δειλιάσῃς· πάρε μαζί σου ὅλους τοὺς πολεμιστὰς καὶ, ἀφοῦ σηκωθῇς, προχώρει καὶ ἀνέβα εἰς τὴν πόλιν Γαί. Νά! Ἔχω παραδώσει εἰς τὰ χέρια σου τὸν βασιλιᾶ τῆς Γαὶ καὶ τὴν χώραν του.
- 2
καὶ ποιήσεις τὴν Γαὶ ὃν τρόπον ἐποίησας τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ. κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω.
Καὶ θὰ κάμῃς εἰς τὴν πόλιν Γαὶ καὶ εἰς τὸν βασιλιᾶ της ὅ,τι ἔκαμες εἰς τὴν Ἱεριχὼ καὶ τὸν βασιλιᾶ της· μὲ τὴν διαφορὰν ὅτι ἀπὸ τὰ λάφυρά της μόνον τὰ κατοικίδια ζῶα της θὰ κρατήσῃς διὰ τὸν ἑαυτόν σου. Στῆσε ἐνέδρες εἰς τὸ πίσω μέρος τῆς πόλεως, τὸ δυτικόν, μεταξὺ Βαιθὴλ καὶ Γαί».
- 3
καὶ ἀνέστη ᾿Ιησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπέλεξε δὲ ᾿Ιησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύϊ καὶ ἀπέστειλεν αὐτοὺς νυκτός.
Ὁ Ἰησοῦς καὶ ὅλοι οἱ μάχιμοι ἄνδρες ἐσηκώθηκαν καὶ ἐτοιμάσθηκαν διὰ νὰ προχωρήσουν καὶ νὰ ἀνεβοῦν ἐναντίον τῆς Γαί. Ὁ δὲ Ἰησοῦς ἐδιάλεξε τριάντα χιλιάδες ἄνδρες δυνατοὺς καὶ γενναίους καὶ τοὺς ἔστειλεν εἰς τὴν Γαὶ κατὰ τὴν νύκτα.
- 4
καὶ ἐνετείλατο αὐτοῖς λέγων· ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι.
Εἰς αὐτοὺς ἔδωσε διαταγὴν καὶ τοὺς εἶπε: «Προσέξετε· σεῖς θὰ στήσετε ἐνέδραν εἰς τὸ πίσω μέρος, τὸ δυτικόν, τῆς πόλεως· ἀλλὰ ὄχι μακριὰ ἀπὸ τὴν πόλιν καὶ ὅλοι σας νὰ εἶσθε ἕτοιμοι πρὸς ἐπίθεσιν.
- 5
καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαὶ εἰς συνάντησιν ἡμῖν, καθάπερ καὶ πρῴην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν.
Ἐγὼ δὲ καὶ ὅλος ὁ στρατός, ποὺ θὰ εἶναι μαζί μου, θὰ πλησιάσωμεν εἰς τὴν πόλιν. Καὶ θὰ συμβῇ τοῦτο: Μόλις οἱ κάτοικοι τῆς Γαὶ βγοῦν διὰ νὰ μᾶς ἐπιτεθοῦν, ὅπως ἔκαμαν τὴν προηγουμένην φοράν, ἐμεῖς θὰ τραπῶμεν δῆθεν εἰς φυγήν, μόλις τοὺς ἀντικρύσωμεν.
- 6
καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως, καὶ ἐροῦσι· φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν, ὃν τρόπον καὶ ἔμπροσθεν.
Ὅταν ἐκεῖνοι θὰ βγοῦν διὰ νὰ μᾶς καταδιώξουν, ἐμεῖς θὰ τοὺς παρασύρωμεν καὶ θὰ τοὺς ἀποκόψωμεν ἀπὸ τὴν πόλιν, διότι ἐκεῖνοι θὰ μᾶς ἐπιτίθενται καὶ θὰ λέγουν: «Προχωρεῖτε· οἱ Ἰσραηλῖται φεύγουν ἀπ' ἐμπρός μας, ὅπως καὶ τὴν προηγουμένην φοράν».
- 7
ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν.
Ὅταν λοιπὸν ἐκεῖνοι θὰ εἶναι μακριὰ ἀπὸ τὴν Γαὶ σεῖς θὰ σηκωθῆτε ἀπὸ τὸν τόπον τῆς ἐνέδρας καὶ θὰ μπῆτε εἰς τὴν πόλιν καὶ θὰ τὴν κυριεύσετε.
- 8
κατὰ τὸ ρῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν.
Σύμφωνα μὲ αὐτὰ ποὺ σᾶς εἶπα, ἔτσι νὰ κάμετε· προσέξετε, τί διαταγὴν σᾶς ἔδωσα!»
- 9
καὶ ἀπέστειλεν αὐτοὺς ᾿Ιησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Γαί, ἀπὸ θαλάσσης τῆς Γαί.
Ὁ Ἰησοῦς ἔστειλε τοὺς τριάντα χιλιάδες ἄνδρες καὶ αὐτοὶ ἐπῆγαν καὶ ἔστησαν ἐνέδραν καὶ ἐκρύφθησαν μεταξὺ τῆς Βαιθὴλ καὶ τῆς Γαί, πρὸς τὰ δυτικὰ τῆς Γαί.
- 10
καὶ ὀρθρίσας ᾿Ιησοῦς τὸ πρωΐ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαί.
Ὁ δὲ Ἰησοῦς, ἀφοῦ ἐσηκώθη ἐνωρὶς τὸ πρωΐ τῆς ἑπομένης ἡμέρας, συνεκέντρωσε, ἐπεθεώρησε καὶ ἀρίθμησε τὸν Ἰσραηλιτικὸν λαόν. Κατόπιν ἐπροχώρησαν καὶ ἀνέβηκαν αὐτὸς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, ἐπὶ κεφαλῆς τοῦ Ἰσραηλιτικοῦ στρατοῦ ἐναντίον τῆς πόλεως Γαί.
- 11
καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξεναντίας τῆς πόλεως ἀπὸ ἀνατολῶν,
Μαζί του ἀνέβηκαν ὅλοι οἱ μάχιμοι ἄνδρες καὶ ἐπροχώρησαν καὶ ἔφθασαν ἀπέναντι ἀπὸ τὴν πόλιν, πρὸς τὸ ἀνατολικὸν μέρος, ὅπου ὑπῆρχε κοιλάδα μεταξὺ αὐτῶν καὶ τῆς Γαί·
- 12
καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης.
ἡ δὲ ἐνέδρα, ποὺ ἔστησαν οἱ ἄνδρες του κατὰ τὴν νύκτα, εὑρίσκετο εἰς τὸ δυτικὸν μέρος τῆς πόλεως, μεταξὺ τῆς Γαι καὶ τῆς Βαιθήλ, πρὸς τὰ δυτικὰ τῆς Γαί.
- 14
καὶ ἐγένετο ὡς εἶδε βασιλεὺς Γαί, ἔσπευσε καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ' εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ. καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως.
Τότε συνέβη τοῦτο: Ὅταν εἶδε ὁ βασιλιᾶς τῆς Γαὶ νὰ ἔρχωνται ἐναντίον του οἰ Ἰσραηλῖται, ἔτρεξε γρήγορα καὶ ἐβγῆκε ἔξω ἀπὸ τὴν πόλιν, διὰ νὰ τοὺς ἐπιτεθῇ κατ' εὐθεῖαν, χωρὶς ὅμὼς νὰ ἀσφαλίσῃ τὰ νῶτα του· ἐβγῆκε αὐτὸς καὶ μαζί του ὅλος ὁ λαὸς του. Ὁ δὲ βασιλιᾶς τῆς Γαὶ δὲν ἐγνώριζεν ὅτι πίσω του, εἰς τὸ δυτικὸν μέρος τῆς πόλεως, ὑπάρχει στημένη ἐνέδρα ἐναντίον του.
- 15
καὶ εἶδε καὶ ἀνεχώρησεν ᾿Ιησοῦς καὶ ᾿Ισραὴλ ἀπὸ προσώπου αὐτῶν.
Ὁ Ἰησοῦς καὶ ὁ Ἰσραηλιτικὸς στρατός, ποὺ ἦταν μαζί του, ὅταν εἶδαν τοὺς ἐχθροὺς νὰ τοὺς ἐπιτίθενται, ἐπροσποιήθησαν ὅτι ὑποχωροῦν καὶ τρέπονται τάχα εἰς φυγὴν πρὸς τὴν ἔρημον πεδιάδα.
- 16
καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ᾿Ισραὴλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως·
Καί οἰ ἐχθροὶ - ὁ βασιλιᾶς τῆς Γαὶ μὲ ὅλους τοὺς κατοίκους τῆς πόλεώς του - κατεδίωξαν τοὺς Ἰσραηλίτες, καὶ ἔτσι οἱ ἐχθροὶ παρεσύρθησαν καὶ ἀπεμακρύνθησαν ἀπὸ τὴν πόλιν·
- 17
οὐ κατελείφθη οὐδεὶς ἐν τῇ Γαί, ὃς οὐ κατεδίωξεν ὀπίσω ᾿Ισραήλ· καὶ κατέλιπον τὴν πόλιν ἠνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω ᾿Ισραήλ.
δὲν ἔμεινε κανένας εἰς τὴν Γαί, ποὺ νὰ μὴ ἐτέθη εἰς καταδίωξιν τῶν Ἰσραηλιτῶν· ἔτσι ἀφῆκαν πίσω τους τὴν πόλιν των ὀρθάνοικτη, ἐντελῶς ἀφύλακτη, διότι ὥρμησαν εἰς καταδίωξιν τῶν Ἰσραηλιτῶν.
- 18
καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαισῷ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν, καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν ᾿Ιησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαισόν, ἐπὶ τὴν πόλιν,
Καὶ ὁ Κύριος εἶπε πρὸς τὸν Ἰησοῦν: «Ὕψωσε τὸ χέρι σου καὶ μὲ αὐτὸ σήκωσε ψηλὰ τὸν κοντόν (κατ' ἄλλους τὸ ἀκόντιον ἢ τὴν ἀσπίδα), ποὺ κρατεῖς εἰς τὸ χέρι σου, πρὸς τὴν κατεύθυνσιν τῆς πόλεως Γαί - διότι ἔχω παραδώσει τὴν πόλιν εἰς τὰ χέρια σου - ὥστε οἱ ἄνδρες, ποὺ ἔστησαν τὴν ἐνέδραν, ἀμέσως νὰ σηκωθοῦν γρήγορα ἀπὸ τὸν τόπον, ποὺ εἶναι κρυμμένοι, καὶ νὰ ὁρμήσουν». Καὶ ὁ Ἰησοῦς ὕψωσε τὸ χέρι του καὶ μὲ αὐτὸ τὸν κοντόν (κατ' ἄλλους, τὸ ἀκόντιον ἢ τὴν ἀσπίδα) πρὸς τὴν κατεύθυνσιν τῆς Γαί.
- 19
καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν, ὅτε ἐξέτεινε τὴν χεῖρα, καὶ εἰσήλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί.
Καὶ οἱ ἄνδρες, ποὺ ἔστησαν τὴν ἐνέδραν, ἀμέσως ἐσηκώθηκαν γρήγορα ἀπὸ τὸν τόπον, ποὺ ἦσαν κρυμμένοι, καὶ ἐβγῆκαν ἀπὸ ἐκεῖ, μόλις ὕψωσε τὸ χέρι τοῦ ὁ Ἰησοῦς· καὶ ὥρμησαν μέσα εἰς τὴν πόλιν καὶ τὴν κατέλαβαν καὶ ἀμέσως ἔβαλαν φωτιὰν καὶ ἔκαυσαν τὴν πόλιν.
- 20
καὶ περιβλέψαντες οἱ κάτοικοι Γαὶ εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκ ἔτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε.
Ὅταν δὲ οἱ κάτοικοι τῆς Γαὶ ἐγύρισαν πίσω καὶ ἐκύτταξαν, εἶδαν ἔκπληκτοι καπνὸν νὰ ἀνεβαίνῃ ἀπὸ τὴν πόλιν των πρὸς τὸν οὐρανόν· δὲν ἠμποροῦσαν ὅμως πλέον νὰ φύγουν οὔτε πρὸς τὰ ἐδῶ οὔτε πρὸς τὰ ἐκεῖ.
- 21
καὶ ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαί.
Τότε ὁ Ἰησοῦς καὶ ὅλος ὁ Ἰσραηλιτικὸς στρατὸς εἶδαν ὅτι οἱ ἄνδρες, ποὺ ἔστησαν τὴν ἐνέδραν, κατέλαβαν τὴν πόλιν, διότι ὁ καπνὸς ἀπὸ τὴν πυρπόλησιν τῆς πόλεως ἀνέβαινε εἰς τὸν οὐρανόν· τότε ἐκεῖνοι ποὺ ἐπροσποιοῦντο ὅτι ὠπισθοχωροῦσαν, ἔκαμαν μεταβολήν, ἐστράφησαν πίσω καὶ ἐπετέθησαν ἐναντίον τῶν ἀνδρῶν τῆς Γαί.
- 22
καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.
Καὶ οἱ ἄλλοι στρατιῶται τῶν Ἰσραηλιτῶν, ποὺ ὥρμησαν κατὰ τῆς Γαί, ἐβγῆκαν ἀπὸ τὴν πόλιν διὰ νὰ ἐπιτεθοῦν κατὰ τῶν ἐχθρῶν· ἔτσι οἱ κάτοικοι τῆς Γαὶ εὑρέθησαν μεταξὺ τοῦ στρατοῦ τῶν Ἰσραηλιτῶν καὶ ἐβάλλοντο καὶ ἀπὸ τὶς δύο πλευρές· διότι ἄλλοι μὲν ἀπὸ τοὺς Ἰσραηλῖτες εὑρίσκοντο εἰς αὐτὴν τὴν πλευρὰν τῶν κατοίκων τῆς Γαί, ἄλλοι δὲ εἰς τὴν ἄλλην. Καί οἰ Ἰσραηλῖται ἐκτύπησαν καὶ ἐφόνευσαν ὅλους, ὥστε δὲν ἔμεινε κανένας ἀπὸ τοὺς ἐχθροὺς ζωντανός, οὔτε κανεὶς κατόρθωσε νὰ φύγῃ.
- 23
καὶ τὸν βασιλέα τῆς Γαὶ συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς ᾿Ιησοῦν.
Οἱ Ἰσραηλῖται συνέλαβαν ζωντανὸν τὸν βασιλιᾶ τῆς Γαὶ καὶ τὸν ἔφεραν ἐμπρὸς εἰς τὸν Ἰησοῦν.
- 24
καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ ᾿Ισραὴλ ἀποκτείνοντες πάντας τοὺς ἐν τῇ Γαί, τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτῆς εἰς τέλος, καὶ ἐπέστρεψεν ᾿Ιησοῦς εἰς Γαὶ καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ρομφαίας.
Ὅταν οἱ Ἰσραηλῖται ἐσταμάτησαν νὰ φονεύουν ὅλους τοὺς κατοίκους, ποὺ εὑρίσκοντο ἔξω ἀπὸ τὴν Γαί, ὅσους ἦσαν εἰς τὶς πεδιάδες, συνέχισαν νὰ καταδιώκουν καὶ ἐκείνους ποὺ εὑρίσκοντο εἰς τὴν ὀρεινὴν κατωφέρειαν, μέχρις ὅτου ἐξωλόθρευσαν ἐντελῶς καὶ ὄλους αὐτούς. Τότε ἐπέστρεψεν ὁ Ἰησοῦς εἰς τὴν Γαὶ καὶ ἐπέρασεν ὅλους, ὅσοι εὑρίσκοντο εἰς τὴν πόλιν, ἀπὸ τὸ στόμα τῆς μαχαίρας.
- 25
καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαί,
Ὅσοι ἐσκοτώθησαν κατὰ τὴν ἡμέραν ἐκείνην, συμπεριλαμβανομένων ἀνδρῶν καὶ γυναικῶν, ὅλοι οἱ κάτοικοι τῆς Γαί, ἔφθασαν τὶς δώδεκα χιλιάδες!
- 27
πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει, πάντα ἃ ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ κατὰ πρόσταγμα Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ ᾿Ιησοῖ.
Ἀπὸ ὅσα εὑρέθησαν εἰς τὴν πόλιν, μόνον τὰ κατοικίδια ζῶα καὶ τὰ λάφυρα ἐκράτησαν ὡς λείαν πολέμου διὰ τὸν ἑαυτόν των οἱ Ἰσραηλῖται κατ' ἐντολὴν τοῦ Κυρίου, ὅπως ὁ Κύριος διέταξε τὸν Ἰησοῦν.
- 28
καὶ ἐνεπύρισεν ᾿Ιησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης.
Καὶ ὁ Ἰησοῦς ἔβαλε φωτιὰν εἰς τὴν πόλιν καὶ τὴν ἔκαυσεν ἐντελῶς. Τὴν μετέβαλεν εἰς μόνιμον σωρὸν ἐρειπίων καὶ τόπον ἀκατοίκητον μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονταί οἱ γραμμὲς αὐτές.
- 29
καὶ τὸν βασιλέα τῆς Γαὶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν ᾿Ιησοῦς καὶ καθείλοσαν τὸ σῶμα αὐτοῦ ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸ εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων, ἕως τῆς ἡμέρας ταύτης.
Καὶ τὸν βασιλιᾶ τῆς Γαὶ τὸν ἐκρέμασεν εἰς ξύλον, ποὺ εἶχε σχῆμα Ταῦ (διχαλωτόν), καὶ τὸν ἀφῆκεν ἐκεῖ κρεμασμένον μέχρι τὸ βράδυ· καὶ κατὰ τὴν δύσιν τοῦ ἡλίου ἔδωκεν ἐντολὴν ὁ Ἰησοῦς καὶ κατέβασαν τὸ σῶμα του ἀπὸ τὸ ξύλον καὶ τὸ ἔρριψαν εἰς λάκκον καὶ ὕψωσαν ἐπάνω του μεγάλον σωρὸν ἀπὸ πέτρες, ὁ ὁποῖος σώζεται ἀκόμη ἐκεῖ μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.
