Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

Ιησούς του Ναυή, κεφάλαιο 10

41 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΩΣ δὲ ἤκουσεν ᾿Αδωνιβεζὲκ βασιλεὺς ῾Ιερουσαλὴμ ὅτι ἔλαβεν ᾿Ιησοῦς τὴν Γαὶ καὶ ἐξωλόθρευσεν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς ᾿Ιησοῦν καὶ πρὸς ᾿Ισραήλ,

    Όταν ὁ Ἀδωνιβεζέκ, ὁ βασιλιᾶς τῆς Ἱερουσαλήμ, ἐπληροφορήθη ὅτι ὁ Ἰησοῦς ἐκυρίευσε τὴν Γαὶ καὶ τὴν κατέστρεψεν ἐντελῶς· ἰδίως ὅταν ἐπληροφορήθη ὅτι οἱ Ἰσραηλῖται, ὅπως κατέστρεψαν τὴν Ἱεριχὼ καὶ ἐσκότωσαν τὸν βασιλιᾶ της, ἔτσι ἔκαμαν καὶ εἰς τὴν Γαὶ καὶ τὸν βασιλιᾶ της· καὶ ἀκόμη ὅταν ἐπληροφορήθη ὅτι οἱ κάτοικοι τῆς Γαβαὼν συνῆψαν συνθήκην εἰρήνης μὲ τὸν Ἰησοῦν καὶ προσεχώρησαν εἰς τοὺς Ἰσραηλίτες,

  2. 2

    καὶ ἐφοβήθησαν ἀπ' αὐτῶν σφόδρα· ἤδει γὰρ ὅτι πόλις μεγάλη Γαβαών, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί·

    ἐφοβήθη αὐτὸς καὶ ὁ λαός του πάρα πολύ. Διότι ἐγνώριζαν ὅτι ἡ Γαβαὼν ἦταν πόλις μεγάλη, ὅπως εἶναι οἱ πόλεις ποὺ ἔχουν βασιλιᾶ, καὶ ὅτι ὅλοι οἱ ἄνδρες της ἦσὰν ἰσχυροὶ καὶ γενναῖοι πολεμισταί.

  3. 3

    καὶ ἀπέστειλεν ᾿Αδωνιβεζὲκ βασιλεὺς ῾Ιερουσαλὴμ πρὸς ᾿Ελὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φιδὼν βασιλέα ῾Ιεριμοὺθ καὶ πρὸς ᾿Ιεφθὰ βασιλέα Λαχὶς καὶ πρὸς Δαβὶν βασιλέα ᾿Οδολλὰμ λέγων·

    Διὰ τοῦτο ὁ Ἀδωνιβεζέκ, ὁ βασιλιᾶς τῆς Ἱερουσαλήμ, ἔστειλεν ἀπεσταλμένους πρὸς τὸν Ἐλάμ, τὸν βασιλιᾶ τῆς Χεβρών, καὶ πρὸς τὸν Φιδών, τὸν βασιλιᾶ τῆς Ἱεριμούθ, καὶ πρὸς τὸν Ἰεφθά, τὸν βασιλιᾶ τῆς Λαχίς, καὶ πρὸς τὸν Δαβίν, τὸν βασιλιᾶ τῆς Ὀδολλάμ, καὶ τοὺς εἶπε:

  4. 4

    δεῦτε, ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς ᾿Ιησοῦν καὶ πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ.

    «Ἐλᾶτε, ἀνεβῆτε πρὸς ἐμέ, ἐνωθῆτε μαζί μου καὶ βοηθῆστε με διὰ νὰ πολεμήσωμεν ἐναντίον τῆς πόλεως Γαβαών· διότι οἱ κάτοικοί της συνῆψαν συνθήκην εἰρήνης μὲ τὸν Ἰησοῦν καὶ τοὺς Ἰσραηλῖτες καὶ προσεχώρησαν εἰς αὐτούς».

  5. 5

    καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν ᾿Ιεβουσαίων, βασιλεὺς ῾Ιερουσαλὴμ καὶ βασιλεὺς Χεβρὼν καὶ βασιλεὺς ῾Ιεριμοὺθ καὶ βασιλεὺς Λαχὶς καὶ βασιλεὺς ᾿Οδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν.

    Ἔτσι οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, δηλαδὴ ὁ βασιλιᾶς τῆς Ἱερουσαλὴμ καὶ ὁ βασιλιᾶς τῆς Χεβρὼν καὶ ὁ βασιλιᾶς τῆς Ἱεριμοὺθ καὶ ὁ βασιλιᾶς τῆς Ἀαχὶς καὶ ὁ βασιλιᾶς τῆς Ὀδολλάμ, ἀνέβησαν μαζὶ καὶ ὅλος ὁ στρατός των καὶ ἐστρατοπέδευσαν γύρω ἀπὸ τὴν Γαβαών, τὴν ἐκύκλωσαν καὶ τὴν ἐπολιορκοῦσαν.

  6. 6

    καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς ᾿Ιησοῦν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ εἰς Γάλγαλα λέγοντες· μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ βοήθησον ἡμῖν καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οἱ κατοικοῦντες τὴν ὀρεινήν.

    Καὶ οἱ κάτοικοι τῆς Γαβαὼν ἔστειλαν ἀπεσταλμένους πρὸς τὸν Ἰησοῦν εἰς τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν εἰς τὰ Γάλγαλα καὶ τοῦ εἴπαν: «Μὴ ἀρνηθῇς νὰ προστατεύσῃς καὶ νὰ βοηθήσῃς τοὺς δούλους σου· σπεῦσε ἀμέσως, ἀνέβα γρήγορα κοντά μας καὶ βοήθησέ μας καὶ γλύτωσέ μας ἀπὸ τοὺς ἐχθρούς μας· διότι ἔχουν συμμαχήσει καὶ ἔχουν συγκεντρωθῆ γύρω ἀπὸ τὴν πόλιν ἐναντίον μας ὅλοι οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἱ ὁποῖοι κατοικοῦν εἰς τὴν ὀρεινὴν περιοχήν».

  7. 7

    καὶ ἀνέβη ᾿Ιησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ.

    Ἔτσι ὁ Ἰησοῦς ἐπροχώρησε καὶ ἀνέβη ἀπὸ τὰ Γάλγαλα, αὐτὸς καὶ μαζί του ὅλος ὁ στρατὸς καὶ ὅλοι οἱ γενναῖοι καὶ ἄξιοι πολεμισταί.

  8. 8

    καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν.

    Καὶ ὁ Κύριος εἶπε πρὸς τὸν Ἰησοῦν: «Μὴ φοβηθῇς αὐτούς, ποὺ πολιορκοῦν τὴν Γαβαών, διότι τοὺς ἔχω παραδώσει ἤδη εἰς τὰ χέρια σου· κανεὶς ἀπὸ αὐτοὺς δὲν θὰ ἠμπορέσῃ νὰ σᾶς ἀντισταθῇ καὶ νὰ ἀπομείνῃ ζωντανὸς εἰς τὸ πέρασμά σας».

  9. 9

    καὶ ἐπεὶ παρεγένετο ᾿Ιησοῦς ἐπ' αὐτοὺςἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων.

    Καὶ ὅταν ὁ Ἰησοῦς ὥρμησεν ἐναντίον τους ἔξαφνα - διότι ἀνέβη καὶ ἐπροχώρησε ἀπὸ τὰ Γάλγαλα εἰς τὴν Γαβαὼν κατὰ τὴν διαρκειαν τῆς νυκτός -

  10. 10

    καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως ᾿Ωρωνὶν καὶ κατέκοπτον αὐτοὺς ἕως ᾿Αζηκὰ καὶ ἕως Μακηδά.

    ὁ Κύριος ἔβαλεν εἰς τὴν ψυχὴν τῶν πολιορκητῶν τῆς Γαβαὼν πανικόν, καθὼς ἀντίκρυσαν τοὺς Ἰσραηλῖτες, καὶ ὁ Κύριος συνέτριψε μὲ μεγάλην καταστροφὴν αὐτοὺς ποὺ ἐπολιορκοῦσαν τὴν Γαβαών· ἔτσι οἱ Ἰσραηλῖται κατεδίωξαν τοὺς πανικοβλημένους ἐχθρούς των εἰς τὸν δρόμον ποὺ ἀνέβαινε πρὸς τήν (Ἄνω) Ὠρωνὶν καὶ τοὺς ἐκτυποῦσαν καὶ τοὺς ἐφόνευαν μέχρι τῆς Ἀζηκὰ καὶ μέχρι τῆς Μακηδά.

  11. 11

    ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραὴλ ἐπὶ τῆς καταβάσεως ᾿Ωρωνὶν καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως ᾿Αζηκά, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ ᾿Ισραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.

    Καθὼς δὲ οἰ ἐχθροὶ ἔφευγαν καταδιωκόμενοι ἀπὸ τοὺς Ἰσραηλῖτες καὶ ὑποχωροῦσαν πανικόβλητοι πρὸς τὴν (Κάτω) Ὠρωνίν, ὁ Κύριος ἔρριψεν ἀπὸ τὸν οὐρανὸν ἐπάνω τους χαλάζι σὰν πέτρες μεγάλες, μέχρι τῆς Ἀζηκα· καὶ ὅσοι ἐσκοτώθησαν ἀπὸ τὶς χαλαζόπετρες, ἦσαν περισσότεροι ἀπὸ ἐκείνους ποὺ ἐσκότωσαν οἱ Ἰσραηλῖται μὲ τὰ μαχαίρια των κατὰ τὴν ὥραν τῆς μάχης.

  12. 12

    Τότε ἐλάλησεν ᾿Ιησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν ᾿Αμορραῖον ὑποχείριον ᾿Ισραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ, καὶ εἶπεν ᾿Ιησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών.

    Τὴν ἡμέραν ποὺ ὁ Θεὸς εἶχε παραδώσει τοὺς Ἀμορραίους εἰς τὰ χέρια τῶν Ἰσραηλιτῶν, τότε ποὺ ὁ Ἰησοῦς τοὺς κατέστρεψεν εἰς τὴν Γαβαὼν καὶ οἱ ἐχθροὶ κατεστράφησαν μὲ μόνην τὴν ἐμφάνισιν τῶν Ἰσραηλιτῶν, ὁ Ἰησοῦς εἶπε: «Ἂς σταθῇ ὁ ἥλιος ἀκίνητος πάνω ἀπὸ τὴν Γαβαὼν καὶ τὸ φεγγάρι πάνω ἀπὸ τὴν κοιλάδα Αἰλών».

  13. 13

    καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.

    Καὶ τὸ πρωτοφανὲς καὶ μοναδικὸν θαῦμα ἔγινε! Ἐστάθη ὁ ἥλιος ἀκίνητος καὶ τὸ φεγγάρι ἔμεινε ἀκίνητον, μέχρις ὅτου ὁ Θεὸς ἀπέκρουσεν ὅλους τοὺς ἐχθρούς των. Καὶ ἐστάθη ὁ ἥλιος ἀκίνητος εἰς τὸ μέσον τοῦ οὐρανοῦ· δὲν ἐπροχωροῦσε, ὡς συνήθως, πρὸς τὴν δύσιν ἐπὶ μίαν ὁλόκληρον ἡμέραν!

  14. 14

    καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ ᾿Ισραήλ.

    Καὶ δὲν ὑπῆρξε τέτοια θαυμαστὴ ἡμέρα ποτὲ ἄλλοτε, οὔτε κατὰ τὸ πολὺ παλαιὸν παρελθὸν οὔτε κατὰ τὸ πρόσφατον δὲν ὑπῆρξε τέτοια ἡμέρα, κατὰ τὴν ὁποίαν νὰ ἀκούσῃ ὁ Θεὸς τέτοιαν αἴτησιν ἀνθρώπου καὶ να μείνουν ἀκίνητοι ὀ ἥλιος καὶ τὸ φεγγάρι, ὥστε νὰ παραταθῇ ἡ ἡμέρα! Τὸ θαυμαστὸν καὶ πρωτοφανὲς τοῦτο γεγονὸς συνέβη μόνον τότε, διότι ὁ Κύριος ἐπολεμοῦσε μαζὶ μὲ τοὺς Ἰσραηλῖτες ἐναντίον τῶν ἐχθρῶν των.

  15. 16

    Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά.

    Καὶ οἱ πέντε βασιλεῖς ἐτράπησαν εἰς φυγὴν καὶ ἐκρύβησαν μὲ πολλὴν ἐπιμέλειαν εἰς τὸ σπήλαιον, ποὺ εὑρίσκετο εἰς Μακηδά.

  16. 17

    καὶ ἀπηγγέλη τῷ ᾿Ιησοῦ λέγοντες· εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά.

    Ἀλλὰ ὡρισμένοι ἐπληροφόρησαν τὸν Ἰησοῦν καὶ τοῦ εἶπαν: «Οἱ πέντε βασιλεῖς ἀνεκαλύφθησαν· εἶναι κρυμμένοι μέσα εἰς τὸ σπήλαιον, ποὺ εὑρίσκεται εἰς Μακηδά».

  17. 18

    καὶ εἶπεν ᾿Ιησοῦς· κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς,

    Καὶ ὁ Ἰησοῦς εἶπεν εἰς αὐτούς, ποὺ τοῦ ἔφεραν τὴν εἴδησιν: «Κυλίστε μεγάλες πέτρες καὶ μὲ αὐτὲς φράξετε τὴν εἴσοδον τοῦ σπηλαίου καὶ βάλετε ἄνδρες νὰ φρουροῦν ἐκείνους, ποὺ εἶναι κρυμμένοι μέσα.

  18. 19

    ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.

    Σεῖς ὅμως μὴ μείνετε ἐκεῖ· συνεχίστε νὰ καταδιώκετε τοὺς ἐχθρούς σας καὶ κτυπῆστε τὴν ὀπισθοφυλακὴν τῶν ἐχθρῶν σας καὶ μὴ τοὺς ἀφήσετε νὰ μποῦν εἰς τὶς πόλεις των. Διότι Κύριος ὁ Θεὸς ἠμῶν τοὺς παρέδωκεν εἰς τὰ χέρια μας».

  19. 20

    καὶ ἐγένετο ὡς κατέπαυσεν ᾿Ιησοῦς καὶ πᾶς υἱὸς ᾿Ισραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς,

    Ὅταν ὁ Ἰησοῦς καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐσταμάτησαν τὴν μεγάλην σφαγὴν τῶν Ἀμορραίων μέχρις ὅτου τοὺς ἐξώντωσαν ἐντελῶς, ὅσοι ἀπὸ τοὺς ὑπολοίπους ἠμπόρεσαν νὰ γλυτώσουν, κατέφυγαν εἰς τὶς ὠχυρωμένες πόλεις των καὶ ἐσώθησαν ἀπὸ τὴν σφαγήν.

  20. 21

    καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς ᾿Ιησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν ᾿Ισραὴλ τῇ γλώσσῃ αὐτοῦ.

    Τότε ἐπέστρεψεν ὅλος ὁ λαὸς εἰς τὸ στρατόπεδον τοῦ Ἰησοῦ εἰς τὴν Μακηδὰ ἀνενόχλητος, ἀσφαλὴς καὶ ἀβλαβής· κανεὶς ἀπὸ τοὺς Ἰσραηλίτες δὲν ἐφαίνετο καταπονημένος, ταλαιπωρημένος, λαχανιασμένος, μὲ τὴν γλῶσσαν ἔξω ἀπὸ τὸ στόμα, παρὰ τὸν σκληρὸν καὶ συνεχῆ πόλεμον τῆς παρατεταμένης ἡμέρας.

  21. 22

    καὶ εἶπεν ᾿Ιησοῦς· ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου.

    Κατόπιν εἶπεν ὁ Ἰησοῦς: «Ἀνοίξετε τὴν εἴσοδον τοῦ σπηλαίου καὶ βγάλετε ἔξω ἀπὸ τὸ σπήλαιον αὐτοὺς τοὺς πέντε βασιλεῖς».

  22. 23

    καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα ῾Ιερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα ῾Ιεριμοὺθ καὶ τὸν βασιλέα Λαχὶς καὶ τὸν βασιλέα ᾿Οδολλάμ.

    Ἔβγαλαν ἔξω ἀπὸ τὸ σπήλαιον τοὺς πέντε βασιλεῖς, δηλαδὴ τὸν βασιλιᾶ τῆς Ἱερουσαλὴμ καὶ τὸν βασιλιᾶ τῆς Χεβρὼν καὶ τὸν βασιλιᾶ τῆς Ἱεριμοὺθ καὶ τὸν βασιλιᾶ τῆς Λαχὶς καὶ τὸν βασιλιᾶ τῆς Ὀδολλάμ.

  23. 24

    καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς ᾿Ιησοῦν, καὶ συνεκάλεσεν ᾿Ιησοῦς πάντα ᾿Ισραήλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς· προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.

    Ὅταν τοὺς ἔβγαλαν, τοὺς ὠδήγησαν εἰς τὸν Ἰησοῦν καὶ τότε ὀ Ἰησοῦς ἐκάλεσε ὅλους τοὺς Ἰσραηλίτες καὶ τοὺς ἀρχηγοὺς τοῦ στρατεύματος, ποὺ τὸν εἶχαν ἀκολουθήσει εἰς τὸν πόλεμον, καὶ εἶπεν εἰς αὐτούς: «Προχωρῆστε πρὸς τοὺς βασιλεῖς, πλησιάσετε τοὺς καὶ βάλετε τὰ πόδια σας ἐπάνω εἰς τοὺς τραχήλους των». Οἱ ἀρχηγοί, ἀφοῦ ἐπλησίασαν, ἔβαλαν τὰ πόδια των ἐπάνω εἰς τοὺς τραχήλους τῶν πέντε βασιλέων, διὰ νὰ δηλώσουν μὲ τὸν τρόπον αὐτὸν τὴν ὁλοκληρωτικὴν ἧτταν καὶ τὴν πλήρη ὑποταγὴν τῶν ἐχθρῶν των.

  24. 25

    καὶ εἶπεν ᾿Ιησοῦς πρὸς αὐτούς· μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς.

    Καὶ ὁ Ἰησοῦς εἶπεν εἰς τοὺς ἀρχηγοὺς τοῦ στρατεύματος: «Μὴ τοὺς φοβηθῆτε, οὔτε νὰ δειλιάσετε ἐμπρὸς εἰς τοὺς ἐχθρούς σας· ἀγωνίζεσθε ἀποφασιστικὰ σὰν ἄνδρες γενναῖοι, λάβετε θάρρος καὶ δύναμιν, διότι τὸ ἴδιον θὰ κάμῃ ὁ Κύριος εἰς ὅλους τοὺς ἐχθρούς σας, ἐναντίον τῶν ὁποίων μάχεσθε καὶ πολεμεῖτε».

  25. 26

    καὶ ἀπέκτεινεν αὐτοὺς ᾿Ιησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας.

    Κατόπιν ὁ Ἰησοῦς ἐσκότωσε τοὺς πέντε βασιλεῖς καὶ τοὺς ἐκρέμασεν ἐπάνω εἰς πέντε δένδρα· καὶ αὐτοὶ ἔμειναν κρεμασμένοι ἐπάνω εἰς τὰ δένδρα μέχρι τὸ ἑσπέρας.

  26. 27

    καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο ᾿Ιησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.

    Καὶ κατὰ τὴν δύσιν τοῦ ἡλίου ὁ Ἰησοῦς διέταξε καὶ τοὺς κατέβασαν ἀπὸ τὰ δένδρα καὶ τοὺς ἔρριψαν μέσα εἰς τὸ σπήλαιον, εἰς τὸ ὁποῖον εἶχαν καταφύγει διὰ νὰ κρυφθοῦν, καὶ ἐκύλισαν εἰς τὴν εἴσοδον τοῦ σπηλαίου πέτρες μεγάλες, οἱ ὁποῖες παραμένουν ἐκεῖ μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ ἱστοροῦνται τὰ γεγονότα αὐτά.

  27. 28

    Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ, καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ῾Ιεριχώ.

    Κατὰ τὴν ἰδίαν ἡμέραν οἱ Ἰσραηλῖται κατέλαβαν τὴν Μακηδὰ καὶ ἔσφαξαν ὅλους τοὺς κατοίκους της μὲ τὴν κόψιν τοῦ ξίφους καὶ ἐξωλόθρευσαν κάθε ζωντανὴν ὕπαρξιν, ποὺ ἐζοῦσε εἰς αὐτήν, ὥστε δὲν ἔμεινε κανεὶς ἀπὸ τοὺς κατοίκους της ποὺ νὰ ἔχῃ σωθῇ ἀπὸ τὴν σφαγὴν ἢ νὰ ἔχῃ διαφύγει. Πρὸς τὸν βασιλιᾶ τῆς Μακηδὰ ἐφέρθησαν, ὅπως εἶχαν φερθῆ καὶ πρὸς τὸν βασιλιᾶ τῆς Ἱεριχοῦς.

  28. 29

    καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ καὶ ἐπολιόρκει Λεβνά.

    Ὕστερα ἀνεχώρησεν ὁ Ἰησοῦς καὶ μαζί του ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἀπὸ τὴν Μακηδὰ καὶ ἐπῆγε εἰς τὴν Λεβνὰ καὶ ἐπολιορκοῦσε τὴν Λεβνά.

  29. 30

    καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας ᾿Ισραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ῾Ιεριχώ.

    Ὁ Κύριος παρέδωκε τὴν Λεβνὰ εἰς τὰ χέρια τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι καὶ τὴν κατέλαβαν. Καὶ τὸν βασιλιᾶ της καὶ ὅλους τοὺς κατοίκους της ἐπέρασαν μὲ τὴν κόψιν τοῦ ξίφους καὶ κάθε ζωντανὴν ὕπαρξιν, ποὺ ἐζοῦσε εἰς αὐτὴν καὶ δὲν ἔμεινε κανεὶς ἀπὸ τοὺς κατοίκους τῆς ποὺ νὰ ἔχῃ σωθῇ ἀπὸ τὴν σφαγὴν ἢ νὰ ἔχῃ διαφύγει. Καὶ ἐφέρθησαν εἰς τὸν βασιλιᾶ της, ὅπως εἶχαν φερθῆ καὶ εἰς τὸν βασιλιᾶ τῆς Ἱεριχοῦς.

  30. 31

    καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν.

    Κατόπιν ὁ Ἰησοῦς καὶ μαζὶ του ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἀνεχώρησεν ἀπὸ τὴν Λεβνὰ καὶ ἐπῆγε εἰς τὴν Λαχίς, τὴν περιεκύκλωσε καὶ τὴν ἐπολιορκοῦσε.

  31. 32

    καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας ᾿Ισραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά.

    Ὁ Κύριος παρέδωσε τὴν Λαχὶς εἰς τὰ χέρια τῶν Ἰσραηλιτῶν· καὶ ὁ Ἰησοῦς κατέλαβε τὴν Λαχὶς κατὰ τὴν δευτέραν ἡμέραν τῆς πολιορκίας. Καὶ ἐπέρασαν ὅλους τοὺς κατοίκους της ἀπὸ τὸ στόμα τοῦ ξίφους καὶ τὴν κατέστρεψαν ἐξ ὁλοκλήρου, ὅπως κατέστρεψαν καὶ τὴν Λεβνά.

  32. 33

    τότε ἀνέβη ᾿Ελὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.

    Τότε ἐπῆγεν ὁ Ἐλάμ, ὁ βασιλιᾶς τῆς Γαζέρ, διὰ νὰ βοηθήσῃ τὴν Λαχίς. Ὁ Ἰησοῦς ὅμως τοῦ ἐπετέθη καὶ τὸν ἐπέρασε ἀπὸ τὸ στόμα τοῦ ξίφους αὐτὸν καὶ ὅλον τὸν λαόν του, ὥστε νὰ μὴ ὑπάρξῃ κανεὶς ποὺ νὰ ἔχῃ σωθῇ ἀπὸ τὴν σφαγὴν ἢ νὰ ἔχῃ διαφύγει.

  33. 34

    καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ ἐκ Λαχὶς εἰς ᾿Οδολλὰμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν.

    Ὕστερα ἀπὸ αὐτὰ ὁ Ἰησοῦς καὶ μαζί του ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἀνεχώρησεν ἀπὸ τὴν Λαχὶς καὶ ἐπῆγε εἰς τὴν Ὀδολλάμ, τὴν περιεκύκλωσε καὶ τὴν ἐκυρίευσε μὲ πολιορκίαν.

  34. 35

    καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ ᾿Ισραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς.

    Ὁ Κύριος παρέδωκε τὴν Ὀδολλὰμ εἰς τὰ χέρια τῶν Ἰσραηλιτῶν. Καὶ ὁ Ἰησοῦς κατέλαβε τὴν πόλιν κατὰ τὴν ἰδίαν ἡμέραν καὶ ἐπέρασεν ὅλους τοὺς κατοίκους της ἀπὸ τὸ στόμα τοῦ ξίφους καὶ ἐφόνευσαν κάθε ζωντανὴν ὕπαρξιν ποὺ ἐζοῦσε εἰς αὐτήν, ὅπως ἀκριβῶς ἔκαμαν καὶ εἰς τὴν Λαχίς.

  35. 36

    καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ εἰς Χεβρὼν καὶ περιεκάθισεν αὐτήν.

    Κατόπιν ὁ Ἰησοῦς καὶ μαζί του ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἀνεχώρησεν ἀπὸ ἐκεῖ καὶ ἐπῆγε εἰς τὴν Χεβρῶν καὶ τὴν περιεκύκλωσε.

  36. 37

    καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν τὸ ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν ᾿Οδολλάμ, ἐξωλόθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.

    Καὶ ἀφοῦ τὴν ἐκυρίευσεν, ἐπέρασεν ὅλους τοὺς κατοίκους της ἀπὸ τὸ στόμα τοῦ ξίφους καὶ ἐσκότωσε καὶ ἐξωλόθρευσε κάθε ζωντανὴν ὕπαρξιν, ποὺ ἐζοῦσε εἰς αὐτήν· κανεὶς δὲν ἐσώθη ἀπὸ τὸν θάνατον. Ὅπως ἐφέρθησαν εἰς τὴν Ὀδολλάμ, ἔτσι ἐφἐρθησαν καὶ εἰς τὴν Χεβρών· ἐξωλόθρευσαν καὶ αὐτὴν καὶ ὅλες τὶς ζωντανὲς ὑπάρξεις, ποὺ ἐζοῦσαν εἰς αὐτήν.

  37. 38

    καὶ ἀπέστρεψεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ εἰς Δαβὶρ καὶ περικαθίσαντες αὐτὴν

    Ὕστερα ὁ Ἰησοῦς, μαζὶ δὲ μὲ αὐτὸν καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐπέστρεψαν εἰς τὴν Δαβὶρ καί, ἀφοῦ τὴν περιεκύκλωσαν,

  38. 39

    ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς.

    τὴν ἐκυρίευσαν καὶ τὴν κατέλαβαν καὶ τὸν βασιλιᾶ της καὶ τὶς πόλεις, ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν. Ὁ Ἰησοῦς ἐπέρασεν ὅλους τοὺς κατοίκους της ἀπὸ τὸ στόμα τοῦ ξίφους καὶ τὴν κατέστρεψαν ἐντελῶς, ὅπως καὶ κάθε ζωντανὴν ὕπαρξιν, ποὺ ἐζοῦσε εἰς αὐτήν, καὶ δὲν ἄφησαν εἰς αὐτὴν κανένα ποὺ νὰ ἔχῃ σωθῇ ἀπὸ τὴν σφαγήν. Ὅπως ἀκριβῶς ἐφέρθησαν εἰς τὴν Χεβρὼν καὶ τὸν βασιλιᾶ της, ἔτσι ἐφέρθησαν καὶ εἰς τὴν Δαβὶρ καὶ τὸν βασιλιᾶ της.

  39. 40

    καὶ ἐπάταξεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν καὶ τὴν ᾿Ασηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ,

    Ὁ Ἰησοῦς ἐκτύπησε καὶ ἐκυρίευσεν ὅλην τὴν ὁρεινὴν περιοχὴν καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν περιοχὴν καὶ τὴν Ἀσηδὼθ καὶ τοὺς βασιλεῖς της. Δὲν ἀφῆκαν κανένα ποὺ νὰ ἔχῃ σωθῇ ἀπὸ τὴν σφαγήν. Ἐξωλόθρευσαν κάθε ζωντανὴν ὕπαρξιν, ὅπως ἀκριβῶς διέταξε Κύριος ὁ Θεὸς τοῦ Ἰσραηλιτικοῦ λαοῦ.

  40. 41

    ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης, πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών,

    Ἀπὸ τὴν Κάδης Βαρνὴ ἕως τὴν Γάζαν, ὅλην τὴν χώραν Γοσὸμ μέχρι τῆς Γαβαὼν

  41. 42

    καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν ᾿Ιησοῦς εἰσάπαξ, ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ συνεπολέμει τῷ ᾿Ισραήλ.

    καὶ ὅλους τοὺς βασιλεῖς των καὶ τὴν χώραν των ἐκτύπησεν ὁ Ἰησοῦς καὶ ὑπέταξεν εἰς μίαν καὶ μόνην ἐκστρατείαν μιὰ καὶ καλή, διότι Κύριος ὁ Θεὸς τῶν Ἰσραηλιτῶν ἐπολεμοῦσε μαζὶ μὲ τὸν Ἰσραηλιτικὸν λαὸν ἐναντίον τῶν ἐχθρῶν.