Ιησούς του Ναυή, κεφάλαιο 7
- 1
ΚΑΙ ἐπλημμέλησαν οἱ υἱοὶ ᾿Ισραὴλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν ῎Αχαρ υἱὸς Χαρμὶ υἱοῦ Ζαμβρὶ υἱοῦ Ζαρὰ ἐκ τῆς φυλῆς ᾿Ιούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη Κύριος ὀργῇ τοῖς υἱοῖς ᾿Ισραήλ.
Αλλά οἱ Ἰσραηλῖται διέπραξαν μεγάλην ἁμαρτίαν, διότι κάποιος ἐξεχώρισε διὰ τὸν ἑαυτόν του ἕνα μέρος ἀπὸ ὅσα εὐρίσκοντο εἰς τὴν Ἱεριχὼ καὶ τὰ ὁποῖα εἶχεν ἀφιερώσει ὁ Ἰησοῦς εἰς τὸν Θεόν. Ὁ Ἄχαρ, δηλαδὴ ὁ υἱὸς τοῦ Χαρμί, υἱοῦ τοῦ Ζαμβρί, υἱοῦ τοῦ Ζαρὰ ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, ἐκράτησε διὰ τὸν ἑαυτόν του ἀπὸ τὰ ἀφιερωμένα εἰς τὸν Θεὸν ἀντικείμενα τῆς Ἱεριχοῦς. Ἕνεκα τούτου ἐθυμώθη ὁ Κύριός μὲ μεγάλην ὀργὴν ἐναντίον τῶν Ἰσραηλιτῶν. Ἡ ὀργή του ἐξεδηλώθη ὡς ἐξῇς:
- 2
καὶ ἀπέστειλεν ᾿Ιησοῦς ἄνδρας εἰς Γαί, ἣ ἐστι κατὰ Βαιθήλ, λέγων· κατασκέψασθε τὴν Γαί·
Ὁ Ἰησοῦς ἀπέστειλεν ἀπὸ τὴν Ἱεριχὼ ἄνδρες εἰς τὴν πόλιν Γαί, ἡ ὁποία εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τῆς Βαιθήλ, καὶ τοὺς εἶπε: «Πηγαίνετε καὶ κατασκοπεύσετε τὴν Γαί».
- 3
καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαί. καὶ ἀνέστρεψαν πρὸς ᾿Ιησοῦν καὶ εἶπαν πρὸς αὐτόν· μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ' ὡσεὶ δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα, ὀλίγοι γάρ εἰσι.
Καὶ οἱ ἄνδρες ἐπροχώρησαν καὶ ἀνέβηκαν εἰς τὰ γύρω ἀπὸ τὴν Γαὶ ὑψώματα καὶ κατεσκόπευσαν τὴν Γαί. Κατόπιν ἐπέστρεψαν εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπαν: «Δὲν εἶναι ἀνάγκη νὰ ἀνέβη ὅλος ὁ στρατὸς εἰς τὴν Γαί· ἂς ἀνέβουν μόνον περίπου δύο ἕως τρεῖς χιλιάδες ἄνδρες καὶ αὐτοὶ ἂς ἐπιτεθοῦν καὶ ἂς πολιορκήσουν τὴν Γαί· μὴ ἀνεβάσῃς ἐκεῖ καὶ μὴ ταλαιπωρήσεις ὅλον τὸν στρατόν, διότι οἰ κάτοικοι τῆς Γαὶ εἶναι ὀλίγοι».
- 4
καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαί.
Ἔτσι ἐπροχώρησαν καὶ ἀνέβησαν εἰς τὴν Γαὶ μόνον τρεῖς περίπου χιλιάδες ἄνδρες, ἀλλὰ μόλις ἀντίκρυσαν τοὺς κατοίκους τῆς Γαί, ἐτράπησαν εἰς φυγήν.
- 5
καὶ ἀπέκτειναν ἀπ' αὐτῶν ἄνδρες Γαὶ εἰς τριακονταὲξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.
Καὶ οἱ ἄνδρες τῆς Γαὶ ἐσκότωσαν τριάντα ἕξι Ἰσραηλῖτες καὶ τοὺς ἄλλους κατεδίωξαν ἔξω ἀπὸ τὴν πύλην τῆς Γαὶ ἕως τὴν κατωφερικὴν κοιλάδα τοῦ Ἰορδάνου καὶ ἐκεῖ τοὺς συνέτριψαν. Ἀπὸ τὸ γεγονὸς αὐτὸ ὁ λαὸς ἔχασε τὸ θάρρος του, ἐπανικοβλήθη καὶ διελύθη κυριολεκτικὰ ἀπὸ τὸν φόβον.
- 6
καὶ διέρρηξεν ᾿Ιησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ᾿Ιησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι ᾿Ισραήλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
Καὶ ὁ Ἰησοῦς ἀπὸ τὴν μεγάλην λύπην ἔσχισε τὰ ροῦχα του καὶ ἔπεσε μπρούμυτα μὲ τὸ πρόσωπον κατὰ γῆς ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου μέχρι τὸ βράδυ· μαζί του ἔπεσαν μπρούμυτα καὶ οἱ πρεσβύτεροι τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ εἰς ἔνδειξιν τοῦ μεγάλου πένθους των ἔβαλαν χῶμα εἰς τὶς κεφαλές των.
- 7
καὶ εἶπεν ᾿Ιησοῦς· δέομαι Κύριε· ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν ᾿Ιορδάνην παραδοῦναι αὐτὸν τῷ ᾿Αμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν ᾿Ιορδάνην.
Ὁ δὲ Ἰησοῦς προσηυχήθη εἰς τὸν Θεὸν καὶ εἶπεν: «Ἀλλοίμονον, Κύριε, σὲ παρακαλῶ, ἀποκάλυψέ μου· διατὶ ἐγὼ ὁ δοῦλος σου διεβίβασα κατ' ἐντολήν σου τὸν λαὸν αὐτὸν ἀπὸ τὸν Ἰορδάνην; Διὰ νὰ μᾶς παραδώσῃς εἰς τοὺς Ἀμορραίους καὶ ἐκεῖνοι νὰ μᾶς ἐξολοθρεύσουν; Τότε θὰ ἦταν προτιμότερον νὰ παραμείνωμεν εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη καὶ νὰ ἐγκατασταθῶμεν ἐκεῖ.
- 8
καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν ᾿Ισραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ;
Ὤ, Κύριε· καὶ τὶ θὰ εἴπω, ὅταν σκεφθῶ ὅτι ὁ Ἰσραὴλ ἔστρεψε τὰ νῶτα καὶ ἐτράπη εἰς φυγήν, μόλις ἀντίκρυσε τοὺς ἐχθρούς του; Συγκλονίζομαι ἀπὸ τὶς φοβερὲς συνέπειες ἑνὸς τέτοιου γεγονότος.
- 9
καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;
Διότι ὅταν πληροφορηθοῦν τὸ γεγονὸς τοῦτο οἱ Χαναναῖοι καὶ ὅλοι, ὅσοι κατοικοῦν τὴν χώραν αὐτήν, θὰ μᾶς περικυκλώσουν καὶ θὰ μᾶς ἑξαφανίσουν ἀπὸ τὴν γῆν· καὶ ὕστερα τί θὰ κάμῃς διὰ νὰ προστατεύσεις τὴν δόξαν καὶ τὴν τιμὴν τοῦ μεγάλου ὀνόματός σου;»
- 10
καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἀνάστηθι, ἱνατί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου;
Καὶ ὁ Κύριος εἶπε πρὸς τὸν Ἰησοῦν: «Σήκω ἐπάνω· διατὶ τὸ ἔκαμες αὐτὸ καὶ ἔπεσες μπρούμυτα μὲ τὸ πρόσωπον κατὰ γῆς;
- 11
ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς αὐτούς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν.
Σοῦ γνωστοποιῶ ὅτι ὁ Ἰσραηλιτικὸς λαὸς ἔχει ἁμαρτήσει καὶ παρέβη τὴν ἐντολήν, τὴν ὀποίαν τοὺς ἔδωκα· διότι ἀφοῦ ἔκλεψαν, κατεκράτησαν ἀπὸ τὰ ἀναθεματισμένα (τὰ ἀφιερωμένα εἰς ἐμὲ) πράγματα καὶ τὰ ἔκρυψαν εἰς τὶς ἰδικές τους ἀποσκευές.
- 12
καὶ οὐ μὴ δύνωνται οἱ υἱοὶ ᾿Ισραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθ' ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
Δι' αὐτὸ οἱ Ἰσραηλῖται δὲν ἠμποροῦν νὰ ἀντιμετωπίσουν κατὰ πρόσωπον τοὺς ἐχθρούς των· θὰ τρέπωνται εἰς φυγήν, μόλις τοὺς ἀντικρύσουν, ἐπειδὴ ἔγιναν καὶ αὐτοὶ οἱ ἴδιοι ἀναθεματισμένοι καὶ ἄξιοι ἀφανισμοῦ· δὲν θὰ συνεχίσω πλέον νὰ εἶμαι μαζί σας, ἐὰν προηγουμένως δὲν ξεχωρίσετε καὶ δὲν καταστρέψετε τὸν ἀναθεματισμένον καὶ τὰ πράγματα ποὺ ἔκλεψε ἀπὸ ἀνάμεσά σας.
- 13
ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν, οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
Σήκω λοιπὸν ἐπάνω· ἁγίασε τὸν λαὸν καὶ εἰπέ τους νὰ ἁγιασθοῦν κατὰ τὴν αὐριανὴν ἡμέραν καὶ ἔτσι νὰ ἁπαλλαγοῦν ἀπὸ τὴν ἐνοχήν· διότι αὐτὰ διατάσσει ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ: « Ὁ ἀναθεματισμένος καὶ τὰ ἀναθεματισμένα πράγματα εὑρίσκονται μεταξύ σας· (δὲν θὰ ἠμπορέσετε νὰ ἀντιμετωπίσετε κατὰ πρόσωπον τοὺς ἐχθρούς σας, μέχρις ὅτου εὕρετε καὶ ἀπομακρύνετε τὸν ἀναθεματισμένον καὶ τὰ ὅσα ἔκλεψε ἀπὸ ἀνάμεσά σας.
- 14
καὶ συναχθήσεσθε πάντες τὸ πρωΐ κατὰ φυλάς, καὶ ἔσται ἡ φυλή, ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον, ὃν ἐὰν δείξῃ Κύριος, προσάξετε κατ' οἶκον· καὶ τὸν οἶκον, ὃν ἐὰν δείξῃ Κύριος, προσάξετε κατ' ἄνδρα·
Διά, τοῦτο πρέπει νὰ συγκεντρωθῆτε ὅλοι αὔριον τὸ πρωΐ κατὰ φυλές· καὶ θὰ συμβῇ τοῦτο: Τὴν φυλὴν τοῦ ἐνόχου, τὴν ὀποίαν θὰ ὑποδείξῃ καὶ θὰ φανερώσῃ ὁ Κύριος, θὰ τὴν παρουσιάσετε κατὰ δήμους· καὶ τὸν δῆμον τοῦ ἐνόχου, τὸν ὁποῖον θὰ δείξῃ καὶ θὰ φανερώσῃ ὁ Κύριος, θὰ τὸν παρουσιάσετε κατὰ οἰκογένειες· καὶ τὴν οἰκογένειαν τοῦ ἐνόχου, τὴν ὀποίαν θὰ ὑποδείξῃ καὶ θὰ φανερώσῃ ὁ Κύριος, θὰ τὴν παρουσιάσετε κατ’ ἄνδρα, κατ' ἄτομον.
- 15
καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην Κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν ᾿Ισραήλ.
Καὶ αὐτός, ὁ ὁποῖος θὰ ὑποδειχθῇ τελικῶς ἀπὸ τὸν Κύριον ὅτι ἔκλεψε τὰ ἀφιερωμένα, θὰ κατακαῇ μὲ φωτιὰν μαζὶ μὲ ὅλα τὰ ὑπάρχοντά του, διότι παρέβη τὴν ἐντολὴν τοῦ Κυρίου καὶ μὲ τὸ νὰ κατακρατήσῃ ἀπὸ τὰ ἀναθεματισμένα πράγματα ἁμάρτησε σοβαρὰ εἰς βάρος ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ».
- 16
καὶ ὤρθρισεν ᾿Ιησοῦς καὶ προσήγαγε τὸν λαὸν κατὰ φυλάς, καὶ ἐνεδείχθη ἡ φυλὴ ᾿Ιούδα·
Καὶ ὁ Ἰησοῦς ἐσηκώθη ἐνωρὶς τὸ πρωῒ καὶ διέταξε να παρουσιασθῇ ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς κατὰ φυλές· καὶ ἀπὸ αὐτὲς ὁ Κύριος ὑπέδειξε καὶ ἐφανέρωσε τὴν φυλὴν τοῦ Ἰούδα (δεῖγμα ὅτι εἰς αὐτὴν ἀνῆκεν ὁ ἔνοχος).
- 17
καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραΐ·
Καὶ παρουσιάσθη ἡ φυλὴ αὐτὴ κατὰ δήμους, ὁ δὲ Κύριος ὑπέδειξε καὶ ἐφανέρωσεν ἀπὸ αὐτοὺς τὸν δῆμον τῶν Ζαραϊτῶν (δεῖγμα ὅτι εἰς αὐτὸν ἀνῆκεν ὁ ἔνοχος).
- 18
καὶ προσήχθη κατ' ἄνδρα, καὶ ἐνεδείχθη ῎Αχαρ υἱὸς Ζαμβρὶ υἱοῦ Ζαρά.
Καὶ παρουσιάσθη ὁ δῆμος αὐτὸς κατ' ἄνδρα, κατ' ἄτομον, ὁ δὲ Κύριος ὑπέδειξε καὶ ἐφανέρωσεν ἀπὸ αὐτοὺς ὡς ἔνοχον τὸν Ἄχαρ, υἱὸν τοῦ Ζαμβρί, υἱοῦ τοῦ Ζαρά.
- 19
καὶ εἶπεν ᾿Ιησοῦς τῷ ῎Αχαρ· δὸς δόξαν σήμερον τῷ Κυρίῳ Θεῷ ᾿Ισραὴλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ.
Καὶ ὁ Ἰησοῦς εἶπεν εἰς τὸν Ἄχαρ: «Δόξασε σήμερον τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, λέγοντας τὴν ἀλήθειαν καὶ ὁμολόγησε καὶ πές μου τώρα τί ἔκαμες καὶ μὴ κρύψῃς ἀπὸ ἐμὲ τὴν πρᾶξιν σου».
- 20
καὶ ἀπεκρίθη ῎Αχαρ τῷ ᾿Ιησοῖ καὶ εἶπεν· ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου τοῦ Θεοῦ ᾿Ισραήλ· οὕτως καὶ οὕτως ἐποίησα·
Ὁ Ἄχαρ ἀπάντησε εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπε: «Πράγματι· ἁμάρτησα ἐμπρὸς εἰς τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ· ἔκαμα ἔτσι καὶ ἔτσι, αὐτὸ καὶ αὐτό:
- 21
εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.
Εἶδα εἰς τὰ πλούσια λάφυρα μίαν ὡραίαν, πολύχρωμον στολὴν καὶ διακόσια ἀργυρὰ δίδραχμα καὶ ἕνα ὁμοίωμα γλώσσης χρυσόν, ἀξίας πενῆντα διδράχμων· αὐτὰ τὰ ἐπεθύμησα παράνομα καὶ τὰ ἐπῆρα. Καὶ νά· αὐτὰ εἶναι χωμένα εἰς τὴν γῆν μέσα εἰς τὴν σκηνήν μου καὶ τὰ ἀργυρᾶ δίδραχμα εἶναι κρυμμένα κάτω ἀπὸ αὐτά».
- 22
καὶ ἀπέστειλεν ᾿Ιησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν κεκρυμμένα εἰς τὴν σκηνὴν αὐτοῦ, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν.
Ὁ Ἰησοῦς ἔστειλεν ἀπεσταλμένους, οἱ ὁποῖοι ἔτρεξαν καὶ ἐπῆγαν εἰς τὴν σκηνήν, ποὺ ἦταν στημένη εἰς τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν. Καὶ πράγματι, ὅλα αὐτὰ τὰ ἀφιερωμένα εἰς τὸν Θεὸν ἦσαν χωμένα εἰς τὴν γῆν μέσα εἰς τὴν σκηνὴν τοῦ Ἄχαρ καὶ τὰ ἀργυρᾶ δίδραχμα ἦσαν κρυμμένα κάτω ἀπὸ αὐτά.
- 23
καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν καὶ τοὺς πρεσβυτέρους ᾿Ισραήλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι Κυρίου.
Καὶ οἱ ἀπεσταλμένοι τὰ ἔβγαλαν ἀπὸ τὴν σκηνὴν καὶ τὰ ἔφεραν εἰς τὸν Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ τὰ ἔβαλαν ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου.
- 24
καὶ ἔλαβεν ᾿Ιησοῦς τὸν ῎Αχαρ υἱὸν Ζαρὰ καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα ᾿Αχὼρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς ᾿Εμεκαχώρ.
Καὶ ὁ Ἰησοῦς ἐπῆρε τὸν Ἄχαρ, τὸν υἱὸν τοῦ Ζαρά, καὶ τὸν ὠδήγησεν εἰς τὴν κοιλάδα (φάραγγα) Ἀχώρ· μαζὶ μὲ τὸν Ἄχαρ ἐπῆρε καὶ τοὺς υἱούς του καὶ τὶς θυγατέρες του καὶ τὰ μοσχάρια του καὶ τοὺς ὄνους του καὶ ὅλα τὰ πρόβατά του καὶ τὴν σκηνήν του καὶ ὅλες τὶς ἀποσκευές του· μαζὶ μὲ τὸν Ἰησοῦν ἐπῆγε καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαός. Καὶ ὁ Ἰησοῦς ὠδήγησεν ὅλους αὐτοὺς εἰς τὴν κοιλάδα (φάραγγα) τοῦ Ἀχώρ.
- 25
καὶ εἶπεν ᾿Ιησοῦς τῷ ῎Αχαρ· τί ὠλόθρευσας ἡμᾶς; ἐξολοθρεύσαι σε Κύριος καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ᾿Ισραήλ.
Καὶ ὁ Ἰησοῦς εἶπεν εἰς τὸν Ἄχαρ: «Διατὶ μὲ τὴν ἁμαρτίαν σου αὐτὴν μᾶς κατέστρεψες; Ἔτσι θὰ καταστρέψῃ καὶ σὲ σήμερα ὁ Κύριος». Καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς τὸν ἐσκότωσαν μὲ λιθοβολισμόν.
- 26
καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν. καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς· διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ ᾿Εμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης.
Καὶ ἐμάζευσαν καὶ ἔστησαν ἐπάνω ἀπὸ τὸ νεκρὸν σῶμα του μεγάλον σωρὸν ἀπὸ πέτρες. Ὕστερα ἀπὸ αὐτὰ ἐσταμάτησεν ὁ μεγάλος θυμὸς τῆς ὀργῆς τοῦ Κυρίου ἐναντίον τῶν Ἰσραηλιτῶν. Διὰ τοῦτο ὠνόμασαν τὸν τόπον ἐκεῖνον Ἐμεκαχώρ (- κοιλάδα ἢ φάραγγα τοῦ Ἀχώρ)· τὸ ὄνομα τοῦτο διατηρεῖται μέχρι σήμερα, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.
