Ιησούς του Ναυή, κεφάλαιο 3
- 1
ΚΑΙ ὤρθρισεν ᾿Ιησοῦς τὸ πρωΐ, καὶ ἀπῇραν ἐκ Σαττὶν καὶ ἤλθοσαν ἕως τοῦ ᾿Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι.
Τὴν ἄλλην ἡμέραν τῆς ἀφίξεως τῶν κατασκόπων ὁ Ἰησοῦς ἐσηκώθη πολὺ πρωΐ καὶ ἀνεχώρησαν αὐτὸς καὶ οἱ Ἰσραηλῖται ἀπὸ τὴν Σαττὶν καὶ ἦλθαν μέχρι τὸν Ἰορδάνην καὶ ἐστάθμευσαν ἐκεῖ τὸ βράδυ πρὶν τὸν διαβοῦν.
- 2
καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
Μετὰ τρεῖς ἡμέρες οἱ γραμματεῖς διέτρεξαν καὶ διέσχισαν τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν
- 3
καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες· ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν καὶ πορεύσεσθε ὀπίσω αὐτῆς·
καὶ ἔδιδαν εἰς τὸν λαὸν τὴν ἀκόλουθον ἐντολήν: «Εὐθὺς μόλις ἰδῆτε τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου τοῦ Θεοῦ μας καὶ τοὺς ἱερεῖς μας καὶ τοὺς Λευῖτες νὰ τὴν σηκώνουν καὶ νὰ ξεκινοῦν, νὰ ξεκινήσετε καὶ σεῖς ἀπὸ τὸν τόπον ποὺ εἶσθε στρατοπεδευμένοι καὶ νὰ τὴν ἀκολουθήσετε·
- 4
ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας.
πρέπει ὅμως νὰ ὑπάρχῃ μεταξύ σας καὶ μεταξὺ τῆς Κιβωτοῦ ἀπόστασις περίπου 2.000 πήχεων (=ἕνα χιλιόμετρον)· μὴ τὴν πλησιάσετε περισσότερον, διὰ νὰ γνωρίζετε τὸν δρόμον, τὸν ὁποίαν πρέπει νὰ ἀκολουθήσετε· ἡ Κιβωτὸς θὰ εἶναι ὁ ὁδηγός σας, διότι δὲν ἔχετε περάσει ἀπὸ τὸν δρόμον αὐτὸν ἄλλην φορὰν μέχρι τώρα».
- 5
καὶ εἶπεν ᾿Ιησοῦς τῷ λαῷ· ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά.
Καὶ ὁ Ἰησοῦς εἶπεν εἰς τὸν λαόν: «Καθαρισθῆτε καὶ ἐγκρατευθῆτε διὰ τὴν αὐριανὴν ἡμέραν, διότι αὔριον ὁ Κύριος θὰ κάμῃ θαύματα μεταξύ σας».
- 6
καὶ εἶπεν ᾿Ιησοῦς τοῖς ἱερεῦσιν· ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.
Καὶ ὁ Ἰησοῦς εἶπεν εἰς τοὺς ἱερεῖς: «Σηκώσετε τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου καὶ προχωρεῖτε ἐμπρὸς ἀπὸ τὸν λαόν». Καὶ οἱ ἱερεῖς ἐσήκωσαν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου καὶ ἐπροχωροῦσαν ἐμπρὸς ἀπὸ τὸν λαόν, ἐπὶ κεφαλῆς του.
- 7
καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν ᾿Ισραήλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
Καὶ ὁ Κύριος εἶπεν εἰς τὸν Ἰησοῦν: «Ἀπὸ τὴν ἡμέραν αὐτὴν ἀρχίζω νὰ σὲ ὑψώνω, νὰ σὲ ἀναδεικνύω καὶ νὰ σὲ δοξάζω ἐμπρὸς εἰς τὰ μάτια ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὥστε νὰ μάθουν ὅλοι, ὅτι ὅπως ἤμουν μαζὶ μὲ τὸν Μωϋσῆν, ἔτσι θὰ εἶμαι καὶ μαζί σου.
- 8
καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης λέγων· ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου, καὶ ἐν τῷ ᾿Ιορδάνῃ στήσεσθε.
Καὶ τώρα δῶσε διαταγὴν εἰς τοὺς ἱερεῖς, οἱ ὁποῖοι σηκώνουν καὶ μεταφέρουν τὴν Κιβωτὸν τῆς Διαθήκης, καὶ εἰπέ τους: «Εὐθὺς μόλις φθάσετε εἰς τὸ χεῖλος τῆς κοίτης τοῦ Ἰορδάνη καὶ πατήσετε ἕνα μέρος τῶν νερῶν του, θὰ σταματήσετε ἐκεῖ».
- 9
καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Κατόπιν ὁ Ἰησοῦς εἶπεν εἰς τὸν Ἰσραηλιτικὸν λαόν: «Ἐλᾶτε κοντά, πλησιάστε ἐδῶ καὶ ἀκούστε τὰ λόγια Κυρίου τοῦ Θεοῦ μας.
- 10
ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν ᾿Ιεβουσαῖον·
Μὲ τὸ θαῦμα αὐτὸ θὰ ἐννοήσετε ὅτι μεταξύ σας εἶναι ὁ ζωντανός, ὁ ἀληθινός, ὁ ἀθάνατος Θεὸς καὶ ὅτι αὐτὸς θὰ καταστρέψῃ ὁπωσδήποτε καὶ ἐξ ὁλοκλήρου ἀπ’ ἐμπρός σας τοὺς Χαναναίους καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Ἀμορραίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.
- 11
ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν ᾿Ιορδάνην.
Νά· ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου ὅλης τῆς γῆς περνᾷ τὸν ποταμὸν Ἰορδάνην.
- 12
προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς.
Ἐκλέξετε λοιπὸν καὶ ὁρίσετε δώδεκα ἄνδρες ἀπὸ τοὺς Ἰσραηλίτες, ἕνα ἀπὸ κάθε φυλήν.
- 13
καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ ᾿Ιορδάνου, τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
Καὶ θὰ συμβῇ τοῦτο· μόλις τὰ πόδια τῶν ἱερέων, οἱ ὁποῖοι σηκώνουν καὶ μεταφέρουν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου ὅλης τῆς γῆς, πατήσουν καὶ σταματήσουν εἰς τὸ νερὸν τοῦ Ἰορδάνη, τὸ νερὸν τοῦ Ἰορδάνη, ποὺ κυλᾷ πρὸς τὰ κάτω, πρὸς τὴν Νεκρὰν θάλασσαν, θὰ συνεχίσῃ νὰ τρέχῃ καὶ θὰ ἐξαντληθῇ· τὸ δὲ νερὸν ποὺ κατεβαίνει ἀπὸ πάνω, ἀπὸ τὸν βορρᾶν, θὰ ἀνακοπῇ, θὰ σταθῇ καὶ θὰ σχηματίσῃ τεῖχος!»
- 14
καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν ᾿Ιορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ.
Καὶ ὁ λαὸς ἀνεχώρησεν ἀπὸ τὶς σκηνές του, διὰ νὰ διαβῇ τὸν Ἰορδάνην ποταμόν, οἱ δὲ ἱερεῖς ἐσήκωναν καὶ μετέφεραν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου καὶ ἐπροχωροῦσαν ἐμπρὸς ἀπὸ τὸν λαόν.
- 15
ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν ᾿Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου· ὁ δὲ ᾿Ιορδάνης ἐπληροῦτο καθ' ὅλην τὴν κρηπίδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·
Καὶ εὐθὺς μόλις οἱ ἱερεῖς, ποὺ ἐσήκωναν καὶ μετέφεραν τὴν Κιβωτὸν τῆς Διαθήκης, ἔφθασαν εἰς τὸν Ἰορδάνην, καὶ τὰ πόδια τῶν ἱερέων, ποὺ ἐκρατοῦσαν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ἐπάτησαν ἕνα μέρος τῶν νερῶν καὶ ἐβράχησαν εἰς τὰ νερὰ τοῦ χείλους (τῆς ὄχθης) τῆς κοίτης τοῦ Ἰορδάνη - ὁ δὲ Ἰορδάνης εἶχε ξεχειλίσει εἰς ὅλον τὸ ὕψος τῆς κοίτης του, ὅπως συμβαίνει συνήθως τὴν ἐποχὴν τοῦ θερισμοῦ τῶν σιταριῶν -
- 16
καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν ῎Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι ῾Ιεριχώ.
ἐσταμάτησαν τὰ νερά, ποὺ κατέβαιναν ἀπὸ πάνω, ἀπὸ τὸν βορρᾶν· ἔγιναν ὡς ἕνα σκληρόν, στερεὸν καὶ ἐκτεταμένον παγόβουνον εἰς πολὺ μεγάλην ἀπόστασιν, μέχρι τῆς θέσεως τῆς πόλεως Καριαθιαρίμ· τὰ δὲ νερά, ποὺ ἐκυλοῦσαν πρὸς τὰ κάτω, ἔτρεξαν πρὸς τὴν θάλασσαν τῆς χαμηλῆς πεδιάδος Ἄραβα, τὴν Ἁλμυρὰν θάλασσαν, δηλαδὴ τὴν Νεκρὰν Θάλασσαν, μέχρις ὅτου ἑξαντλήθηκαν ἐντελῶς. Ὁ Ἰσραηλιτικὸς λαὸς ἐστέκετο ὄρθιος, γεμᾶτος θαυμασμὸν διὰ τὸ μεγάλο θαῦμα, μὲ μέτωπον πρὸς τὴν Ἱεριχώ.
- 17
καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ ᾿Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην.
Καὶ οἱ ἱερεῖς, ποὺ ἐκρατοῦσαν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ἐστάθησαν ἀκίνητοι εἰς τὴν στεγνὴν καὶ ξηρὰν κοίτην, εἰς τὸ μέσον τοῦ Ἰορδάνη· καὶ ὅλοι οἱ Ἰσραηλῖται ἐπερνοῦσαν μέσα ἀπὸ τὴν στεγνὴν κοίτην τοῦ ποταμοῦ, μέχρις ὅτου ἐτελείωσε τὴν διάβασίν του ἀπὸ τὸν Ἰορδάνην ὅλος ὁ Ἰσραηλιτικὸς λαός.
