Ιησούς του Ναυή, κεφάλαιο 4
- 1
ΚΑΙ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην, καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων·
Όταν ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐτελείωσε τὴν διάβασιν τοῦ Ἰορδάνη, ὁ Κύριος ἐμίλησε εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ καὶ τοῦ εἶπεν:
- 2
παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ' ἑκάστης φυλῆς,
«Ἀφοῦ ἐκλέξῃς δώδεκα ἄνδρες ἀπὸ τὸν Ἰσραηλιτικὸν λαόν, ἕνα ἀπὸ κάθε φυλήν,
- 3
σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου ᾿Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.
διάταξέ τους ὡς ἐξῆς· «βγάλετε ἀπὸ τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, ἀπὸ ἐκεῖ ποὺ ἐστέκοντο οἱ ἱερεῖς μὲ τὴν Κιβωτόν, δώδεκα στερεοὺς καὶ ὁμαλοὺς λίθους καὶ μεταφέρετέ τους μαζί σας ἔξω ἀπὸ τὸν ποταμὸν καὶ τοποθετήσετέ τους εἰς τὸ στρατόπεδόν σας, ἐκεῖ ὅπου θὰ κατασκηνώσετε τὴν νύκτα».
- 4
καὶ ἀνακαλεσάμενος ᾿Ιησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς,
Καὶ ὁ Ἰησοῦς, ἀφοῦ ἐκάλεσε δώδεκα ἄνδρες ἀπὸ τοὺς ἐπισήμους τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ἕνα ἀπὸ κάθε φυλήν,
- 5
εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ ᾿Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ᾿Ισραήλ,
εἶπε πρὸς αὐτούς: «Περάστε (προχωρῆστε) ἀπὸ ἐμπρός μου καὶ ἐμπρὸς ἀπὸ τὴν Κιβωτὸν τοῦ Κυρίου καὶ πηγαίνετε εἰς τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, καὶ πάρετε ἀπὸ ἐκεῖ ὁ καθένας σας ἀπὸ μίαν πέτραν εἰς τοὺς ὤμους του, κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ,
- 6
ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν;
διὰ νὰ ὑπάρχουν οἱ δώδεκα αὐτὲς πέτρες ὡς παντοτινὸν ἀναμνηστικὸν μνημεῖον, ὥστε, ὅταν θὰ σᾶς ἐρωτοῦν ἀργότερα τὰ τέκνα σας· «τί σημαίνουν οἱ δώδεκα αὐτοὶ λίθοι;»,
- 7
καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ ᾿Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τοῦ αἰῶνος.
σεῖς θὰ ἀπαντᾶτε εἰς τὰ παιδιά σας μὲ τὴν ἀκόλουθον ἀπάντησιν· «οἱ δώδεκα αὐτοὶ λίθοι δηλώνουν καὶ μαρτυροῦν ὅτι ὁ ποταμὸς Ἰορδάνης ἐσταμάτησε νὰ τρέχῃ καὶ ἐξηράνθη, ὅταν εὑρέθη ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου ὅλης τῆς γῆς, ὅταν ἡ Κιβωτὸς ἐπερνοῦσε τὸν ποταμόν». Καὶ οἱ δώδεκα αὐτοὶ λίθοι θὰ εἶναι παντοτινὸν ἀναμνηστικὸν μνημεῖον διὰ τοὺς Ἰσραηλίτες».
- 8
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ ᾿Ισραήλ, καθότι ἐνετείλατο Κύριος τῷ ᾿Ιησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ ᾿Ιορδάνου, καθάπερ συνέταξε Κύριος τῷ ᾿Ιησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν ᾿Ισραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ.
Καὶ οἱ Ἰσραηλῖται ἔκαμαν ἔτσι, ὅπως διέταξεν ὁ Κύριος τὸν Ἰησοῦν τοῦ Ναυῆ. Ἀφοῦ (δηλαδή) ἐπῆραν δώδεκα λίθους ἀπὸ τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, ὅπως διέταξεν ὁ Κύριος τὸν Ἰησοῦν μετὰ τὴν διάβασιν τῶν Ἰσραηλιτῶν ἀπὸ τὸν ποταμόν, τοὺς μετέφεραν μαζί των εἰς τὸ στρατόπεδον καὶ τοὺς ἔθεσαν ἐκεῖ.
- 9
ἔστησε δὲ ᾿Ιησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ ᾿Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.
Ὁ δὲ Ἰησοῦς τοῦ Ναυῆ ἔστησε καὶ ἄλλους δώδεκα λίθους εἰς τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, εἰς τὸν τόπον ἀκριβῶς ὅπου εἶχαν πατήσει τὰ πόδια τῶν ἱερέων, οἱ ὁποῖοι ἐκρατοῦσαν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου· οἱ δώδεκα αὐτοὶ ἀναμνηστικοὶ λίθοι ὑπάρχουν ἀκόμη ἐκεῖ μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.
- 10
εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ ᾿Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν ᾿Ιησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν.
Οἱ δὲ ἱερεῖς, οἱ ὁποῖοι ἐκρατοῦσαν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης, ἐστέκοντο ὅρθιοι εἰς τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, μέχρις ὅτου ὁ Ἰησοῦς τοῦ Ναυῆ ἐτελείωσεν ὅλα, ὅσα τὸν διέταξεν ὁ Κύριος νὰ ἀναγγείλῃ εἰς τὸν Ἰσραηλιτικὸν λαόν· καὶ ὁ λαὸς ἐβιάσθη καὶ ἐπέρασε γρήγορα τὸν Ἰορδάνην.
- 11
καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.
Ὅταν πλέον ὅλος ὁ λαὸς ἐτελείωσε τὴν διάβασιν τοῦ ποταμοῦ, ἐπέρασε καὶ ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου· ἐμπρὸς ἀπὸ ὅλους ἐπροχώρησαν οἱ δώδεκα ἄνδρες, ποὺ ἐκρατοῦσαν τοὺς δώδεκα λίθους.
- 12
καὶ διέβησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.
Μαζὶ μὲ ὅλους τοὺς Ἰσραηλίτες ἐπέρασαν τὸν Ἰορδάνην οἱ ἀπόγονοι τοῦ Ρουβὴν καὶ οἱ ἀπόγονοι τοῦ Γὰδ καὶ τὸ ἥμισυ τῶν ἀπογόνων τῆς φυλῆς τοῦ Μανασσῆ ὡπλισμένοι ἐμπρὸς ἀπὸ τοὺς Ἰσραηλίτες, ὅπως ἀκριβῶς τοὺς εἶχε διατάξει ὁ Μωϋσῆς.
- 13
τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν ῾Ιεριχὼ πόλιν.
Ἀπὸ τὶς φυλὲς τοῦ Ρουβήν, Γὰδ καὶ Μανασσῆ ἐπέρασαν ἐμπρὸς ἀπὸ τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου σαράντα χιλιάδες ἐτοιμοπόλεμοι, διὰ νὰ κατευθυνθοῦν μὲ τοὺς ἄλλους Ἰσραηλῖτες ἐναντίον τῆς πόλεως Ἱεριχοῦς.
- 14
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν ᾿Ιησοῦν ἐναντίον τοῦ παντὸς γένους ᾿Ισραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.
Κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Κύριος ὕψωσε καὶ ἐδόξασε τὸν Ἰησοῦν ἐμπρὸς εἰς ὅλον τὸν Ἰσραηλιτικὸν λαόν· τὸν ἐφοβοῦντο δέ, τὸν ἐσέβοντο καὶ τὸν ἐτιμοῦσαν βαθύτατα οἱ Ἰσραηλῖται, ὅπως ἐφοβοῦντο, ἐσέβοντο καὶ ἐτιμοῦσαν καὶ τὸν Μωϋσῆν, καθ' ὅλην τὴν διάρκειαν τῆς ζωῆς του.
- 15
Καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων·
Καὶ ὁ Κύριος ἐμίλησε εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπε:
- 16
ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ ᾿Ιορδάνου.
«Δῶσε διαταγὴν εἰς τοὺς ἱερεῖς, οἱ ὁποῖοι κρατοῦν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Μαρτυρίου τοῦ Κυρίου, νὰ βγοῦν πλέον ἀπὸ τὸν Ἰορδάνην».
- 17
καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ ᾿Ιορδάνου.
Καὶ ὁ Ἰησοῦς διέταξε τοὺς ἱερεῖς καὶ τοὺς εἶπε: «Βγῆτε τώρα ἀπὸ τὸν Ἰορδάνην ποταμόν».
- 18
καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ ᾿Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπίδος.
Καὶ τότε συνέβη τοῦτο: Εὐθὺς μόλις οἱ ἱερεῖς, οἱ ὁποῖοι ἐκρατοῦσαν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ἐβγῆκαν ἀπὸ τὸν Ἰορδάνην καὶ εὐθὺς μόλις ἐπάτησαν τὰ πόδια των εἰς τὴν ξηράν (τῆς δυτικῆς ὄχθης), ὥρμησαν τὰ νερὰ τοῦ Ἰορδάνη εἰς τὴν κανονικήν των κοίτην καὶ ἐπλημμύρισαν καὶ ἐξεχείλισαν εἰς ὅλον τὸ πλάτος καὶ τὸ ὕψος τῆς κοίτης του, ὅπως καὶ προηγουμένως.
- 19
καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ ᾿Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς ῾Ιεριχώ.
Ὁ Ἰσραηλιτικὸς λαὸς ἐπέρασε καὶ ἐβγῆκε ἀπὸ τὸν Ἰορδάνην τὴν δεκάτην τοῦ πρώτου (ἐβραϊκοῦ) μηνὸς (Νισάν) - καὶ οἱ Ἰσραηλῖται ἐστρατοπέδευσαν εἰς τὰ Γάλγαλα, εἰς τὰ ἀνατολικὰ σύνορα τῆς Ἱεριχοῦς.
- 20
καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ ᾿Ιορδάνου, ἔστησεν ᾿Ιησοῦς ἐν Γαλγάλοις
Καὶ τοὺς δώδεκα ἐκείνους λίθους, τοὺς ὁποίους ἐπῆραν ἀπὸ τὴν κοίτην τοῦ Ἰορδάνη, ὁ Ἰησοῦς τοῦ Ναυῆ τοὺς ἔστησεν εἰς τὰ Γάλγαλα
- 21
λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι;
λέγων: «Ὅταν σᾶς ἐρωτοῦν οἱ ἀπόγονοί σας καὶ σᾶς λέγουν· «τί σημαίνουν αὐτὲς οἱ πέτρες; »,
- 22
ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη ᾿Ισραὴλ τὸν ᾿Ιορδάνην τοῦτον,
πληροφορήσετε τὰ παιδιά σας, ὅτι αὐτὲς οἱ πέτρες δηλώνουν, ὅτι «ὁ Ἰσραηλιτικὸς λαὸς ἐπέρασε τὸν Ἰορδάνην αὐτὸν ποταμὸν ὡσὰν εἰς στεγνὸν καὶ ξηρὸν ἔδαφος, χωρὶς νὰ βραχοῦν τὰ πόδια των»,
- 23
ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν,
διότι Κύριος ὁ Θεός μας ἐξήρανε τὸ νερὸν τοῦ Ἰορδάνη εἰς τὸ πέρασμά των, μέχρις ὅτου ἐπέρασαν ὅλοι ἀπὸ τὴν μίαν εἰς τὴν ἄλλην ὄχθην, ὅπως ἀκριβῶς ἔκαμε Κύριος ὁ Θεός μας καὶ εἰς τὴν Ἐρυθρὰν Θάλασσαν, τὴν ὁποίαν ἀπεξήρανε Κύριος ὁ Θεός μας εἰς τὸ πέρασμα μας, μέχρις ὅτου ἐπεράσαμεν ὅλοι·
- 24
ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.
τὰ δύο μεγάλα αὐτὰ θαύματα ἔγιναν διὰ νὰ γνωρίσουν ὅλοι οἱ λαοὶ τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου εἶναι μεγάλη καὶ ἰσχυρά, καὶ διὰ νὰ σέβεσθε καὶ λατρεύετε μὲ βαθεῖαν εὐλάβειαν σεῖς Κύριον τὸν Θεόν μας πάντοτε».
