Ιησούς του Ναυή, κεφάλαιο 17
- 1
ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ ᾿Ιωσήφ· τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαάδ (ἀνὴρ γὰρ πολεμιστὴς ἦν) ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι.
Έγινε κλήρωσις διὰ τὰ ὅρια τῆς φυλῆς τοῦ Μανασσῆ, διότι αὐτὸς ἦταν ὁ πρωτότοκος υἱὸς τοῦ Ἰωσήφ. Ὁ Μαχίρ, ὁ πρωτότοκος υἱὸς τοῦ Μανασσῆ καὶ πατέρας τοῦ Γαλαάδ (ἐπειδὴ ἦταν πολεμιστὴς καὶ ἥρως πολέμου), ἔλαβε τὴν περιοχὴν Γαλαὰδ καὶ Βασάν, ποὺ ἦσαν εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη.
- 2
καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς ᾿Ιεζὲρ καὶ τοῖς υἱοῖς Κελὲζ καὶ τοῖς υἱοῖς ῾Ιεζιὴλ καὶ τοῖς υἱοῖς Συχὲμ καὶ τοῖς υἱοῖς Συμαρὶμ καὶ τοῖς υἱοῖς ᾿Οφέρ· οὗτοι ἄρσενες κατὰ δήμους αὐτῶν.
Ἔγινεν ἐπίσης κλήρωσις καὶ διὰ τοὺς ὑπολοίπους υἱούς (ἀπογόνους) τοῦ Μανασσῆ κατὰ τοὺς δήμους των· δηλαδὴ διὰ τοὺς υἱοὺς Ἰεζέρ, τοὺς υἱοὺς Κελέζ, τοὺς υἱοὺς Ἰεζιήλ, τοὺς υἱοὺς Συχέμ, τοὺς υἱοὺς Συμαρὶμ καὶ τοὺς υἱοὺς Ὀφέρ. Αὐτοὶ εἶναι οἱ ἄρρενες ἀπόγονοι τοῦ Μανασσῆ, υἱοῦ τοῦ Ἰωσήφ, κατὰ τοὺς δήμους των.
- 3
καὶ τῷ Σαλπαὰδ υἱῷ ᾿Οφὲρ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ' ἢ θυγατέρες. καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Θερσά.
Ἀλλὰ εἰς τὸν Σαλπαάδ, τὸν υἱὸν τοῦ Ὀφέρ, δὲν ὑπῆρχαν υἱοί, παρὰ μόνον θυγατέρες. Τὰ δὲ ὀνόματα τῶν θυγατέρων τοῦ Σαλπαὰδ ἦσαν: Μααλά, Νουά, Ἐγλά, Μελχὰ καὶ Θερσά.
- 4
καὶ ἔστησαν ἐναντίον ᾿Ελεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον ᾿Ιησοῦ, καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι· ὁ Θεὸς ἐνετείλατο διά χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν.
Οἱ πέντε αὐτὲς θυγατέρες τοῦ Σαλπαὰδ παρουσιάσθησαν ἐμπρὸς εἰς τὸν ἀρχιερέα Ἐλεάζαρ, ἐμπρὸς εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ καὶ ἐμπρὸς εἰς τοὺς ἀρχηγοὺς τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ τοὺς εἶπαν: «Ὁ Θεὸς ἔδωσεν ἐντολὴν εἰς τὸν Μωϋσῆν νὰ δοθῇ εἰς ἠμᾶς μερίδιον κληρονομίας μεταξὺ τῶν Ἰσραηλιτῶν ἀδελφῶν μας». Ἔτσι ἐδόθη εἰς αὐτές, σύμφωνα μὲ τὴν ἐντολὴν τοῦ Κυρίου, μερίδιον κληρονομίας μεταξὺ τῶν ἀδελφῶν τοῦ πατέρα των.
- 5
καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ ᾿Ανάσσα καὶ πεδίον Λαβὲκ ἐκ τῆς γῆς Γαλαάδ, ἥ ἐστι πέραν τοῦ ᾿Ιορδάνου·
Ἢ κληρονομία των ἔπεσεν ἀπὸ τὴν Ἀνασσὰ καὶ τὴν πεδιάδα Λαβὲκ εἰς τὴν χώραν Γαλαάδ, ἡ ὁποία εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη ποταμοῦ.
- 6
ὅτι θυγατέρες υἱῶν Μανασσῆ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς καταλελειμμένοις.
Διότι οἱ θυγατέρες τῶν υἱῶν τοῦ Μανασσῆ ἐκληρονόμησαν περιοχὴν γῆς μεταξὺ τῶν ἀρρένων ἀδελφῶν των. Ἡ δὲ χώρα Γαλαὰδ ἐδόθη ὡς κληρονομία εἰς τοὺς ὑπολοίπους υἱούς (ἀπογόνους) τοῦ Μανασσῆ.
- 7
καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανάθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν ᾿Ανάθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ ᾿Ιαμὶν καὶ ᾿Ιασσὶβ ἐπὶ πηγὴν Θαφθώθ·
Τὰ σύνορα τῆς φυλῆς τοῦ Μανασσῆ ἄρχιζαν ἀπὸ τὴν Δηλανάθ, ἡ ὁποία εὑρίσκεται ἀπέναντι ἀπὸ τὴν περιοχήν, εἰς τὴν ὁποίαν κατοικεῖ ἡ φυλὴ τοῦ Ἀνάθ· ἀπὸ ἐκεῖ προχωροῦν πρὸς τὰ σύνορα Ἰαμὶν καὶ Ἰασσὶβ εἰς τὴν πηγὴν Θαφθώθ.
- 8
τῷ Μανασσῇ ἔσται, καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ, τοῖς υἱοῖς ᾿Εφραίμ.
Ἡ χώρα Θαφὲθ ἀνήκει εἰς τὸν Μανασσῆ· ἀλλὰ ἡ πόλις Θαφέθ, ποὺ εὑρίσκεται εἰς τὰ σύνορα τῆς περιοχῆς τοῦ Μανασσῆ, ἀνήκει εἰς τὴν φυλὴν Ἐφραίμ,
- 9
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ λίβα κατὰ φάραγγα ᾿Ιαριήλ, τερέβινθος τῷ ᾿Εφραὶμ ἀνὰ μέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα.
Κατόπιν τὰ σύνορα προχωροῦν καὶ κατεβαίνουν εἰς τὸν χείμαρρον (ἢ τὴν κοιλάδα) Καρανά, καὶ πρὸς τὰ νότια τοῦ χειμάρρου αὐτοῦ εἰς τὸν χείμαρρον (ἢ τὴν κοιλάδα) Ἰαριήλ. Ἕνα δένδρον, ἢ τερέβινθος, ποὺ ὑπῆρχεν ἐκεῖ καὶ ἀνηκεῖ εἰς τὸν Ἐφραίμ, εὑρίσκετο εἰς τὸ μέσον τῆς συνοριακῆς πόλεως τοῦ Μανασσῆ. Τὰ σύνορα τῆς φυλῆς Μανασσῆ ἦσαν εἰς τὰ βόρεια τοῦ χειμάρρου, ὕστερα δὲ ἐπροχωροῦσαν καὶ κατέληγαν εἰς τὴν Μεσόγειον Θάλασσαν.
- 10
ἀπὸ λιβὸς τῷ ᾿Εφραίμ, καὶ ἐπὶ βορρᾶν Μανασσῆ, καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ ᾿Ασὴβ συνάψουσιν ἐπὶ βορρᾶν καὶ τῷ ᾿Ισσάχαρ ἀπὸ ἀνατολῶν.
Ἔτσι ἡ νοτία χώρα ἀνῆκεν εἰς τὴν φυλὴν τοῦ Ἐφραίμ, ἡ δὲ βόρεια χώρα ἀνῆκεν εἰς τὴν φυλὴν τοῦ Μανασσῆ. Τὰ δὲ σύνορα καὶ τῶν δύο φυλῶν (Ἐφραὶμ καὶ Μανασσῆ) ἔφθαναν (δυτικά) εἰς τὴν Μεσόγειον Θάλασσαν. Εἰς τὰ βόρεια (μᾶλλον ΒΔ) συνορεύουν καὶ οἱ δύο φυλὲς μὲ τὴν φυλὴν Ἀσήβ (= Ἀσήρ), εἰς δὲ τὰ ἀνατολικά (μᾶλλον ΒΑ) μὲ τὴν φυλὴν Ἰσσαχάρ.
- 11
καὶ ἔσται Μανασσῆ ἐν ᾿Ισσάχαρ καὶ ἐν ᾿Ασὴρ Βαιθσὰν καὶ αἱ κῶμαι αὐτῶν καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδώ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Ναφετὰ καὶ τὰς κώμας αὐτῆς.
Καὶ ἡ φυλὴ τοῦ Μανασσῆ εἶχεν ἀποκτήσει εἰς τὴν περιοχὴν τοῦ Ἰσσάχαρ καὶ τοῦ Ἀσήρ τὴν Βαιθσάν (ἡ ὁποία ἀργότερα ὠνομάσθη Σκυθόπολις) καὶ τὰ χωριὰ ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν, καὶ τοὺς κατοίκους τῆς Δὼρ καὶ τὰ χωριὰ ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν, καὶ τοὺς κατοίκους τῆς Μαγεδδὼ καὶ τὰ χωριὰ ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν, καθὼς ἐπίσης καὶ τὸ τρίτον τῆς Ναφετὰ καὶ τὰ χωριὰ ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν.
- 12
καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσῆ ἐξολοθρεῦσαι τὰς πόλεις ταύτας, καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ·
Ἀλλὰ ἡ φυλὴ τοῦ Μανασσῆ δὲν ἠμπόρεσε νὰ καταλάβῃ τὶς πόλεις αὐτὲς καὶ νὰ ἐξολοθρεύσὴ τοὺς εἰδωλολάτρες κατοίκους των. Δι' αὐτὸ οἱ Χαναναῖοι συνέχιζαν νὰ ζοῦν καὶ νὰ κατοικοῦν εἰς τὴν περιοχὴν αὐτήν.
- 13
καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολοθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλόθρευσαν.
Ἀλλὰ καὶ ὅταν ἀκόμη οἱ Ἰσραηλῖται ἔγιναν ἰσχυρότεροι, ὑπέταξαν μόνον τοὺς Χαναναίους καὶ δὲν ἠθέλησαν νὰ τοὺς ἐξολοθρεύσουν ἐντελῶς.
- 14
ἀντεῖπαν δὲ οἱ υἱοὶ ᾿Ιωσὴφ τῷ ᾿Ιησοῖ λέγοντες· διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με.
Καὶ οἱ ἀπόγονοι τοῦ Ἰωσὴφ εἶπαν εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ: «Διατὶ ἔρριψες δι' ἠμᾶς ἕνα μόνον κλῆρον καὶ μᾶς ἔδωκες ὡς κληρονομίαν ἕνα μόνον μερίδιον; Ἐνῷ ἐμεῖς εἴμεθα λαὸς πολυάριθμος, διότι ὁ Θεὸς μᾶς εὐλόγησε».
- 15
καὶ εἶπεν αὐτοῖς ᾿Ιησοῦς· εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ ᾿Εφραίμ.
Ὁ Ἰησοῦς τοὺς ἀπάντησε: «Ἐὰν εἶσθε λαὸς πολυάριθμος καὶ ἐὰν σᾶς στενοχωρῇ ἡ περιοχὴ τοῦ Ἐφραίμ, διότι εἶναι πολὺ μικρὴ καὶ στενή, ἀνέβητε εἰς τὰ δάση καὶ καθαρίστε διὰ τὸν ἑαυτόν σας ἕνα μέρος ἀπὸ τὴν περιοχήν».
- 16
καὶ εἶπαν· οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ ᾿Εφραίμ, καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι ᾿Ιεσραέλ.
Οἱ ἀπόγονοι τοῦ Ἰωσὴφ ἀπάντησαν: «Δὲν μᾶς ἀρέσει ἡ ὀρεινὴ περιοχὴ Ἐφραίμ· ἐξ ἄλλου ἰσχυρὸν καὶ διαλεχτὸν ἱππικὸν καὶ σιδηρόφρακτα ἅρματα διαθέτουν οἱ Χαναναῖοι, οἱ ὁποῖοι κατοικοῦν εἰς αὐτὴν τὴν ὀρεινὴν περιοχήν, εἰς τὴν Βαιθσὰν καὶ εἰς τὰ χωριὰ ποὺ ἐξαρτῶνται ἀπὸ αὐτήν, εἰς τὴν κοιλάδα Ἰεσραέλ».
- 17
καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ιωσήφ· εἰ λαὸς πολὺς εἶ, καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς·
Καὶ ὁ Ἰησοῦς ἀπάντησε εἰς τοὺς ἀπογόνους τοῦ Ἰωσήφ: «Ἐφ ὅσον εἶσθε λαὸς πολυάριθμος καὶ ἔχετε μεγάλην δύναμιν, δὲν θὰ λάβετε ἕνα μόνον μερίδιον γῆς·
- 18
ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι, σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.
διότι ἡ δασώδης ὀρεινὴ περιοχὴ θὰ εἶναι ἰδική σας. Ἐπειδὴ δὲ ἔχει δάσος, θὰ τὸ καθαρίσετε καὶ θὰ ἀνήκῃ εἰς σᾶς, διότι θὰ διώξετε τοὺς Χαναναίους ἀπὸ ἐκεῖ. Ὅταν δὲ νικήσετε τοὺς Χαναναίους, θὰ τοὺς ἐξολοθρεύσετε, διότι, παρ' ὅλον ὅτι διαθέτουν ἱππικὸν ἰσχυρὸν καὶ διαλεχτόν, σεῖς θὰ γίνετε δυνατώτεροί των καὶ τελικῶς θὰ ἐπικρατήσετε».
