Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

Ιησούς του Ναυή, κεφάλαιο 18

28 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΚΑΙ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ εἰς Σηλὼ καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ' αὐτῶν.

    Καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς σννεκεντρώθη εἰς τὴν Σηλὼ καὶ ἔστησαν ἐκεῖ τὴν Σκηνὴν τοῦ Μαρτυρίου. Ἡ μεγαλυτέρα ἔκτασις τῆς χώρας εἶχε κατακτηθῇ καὶ ὑποταχθῆ εἰς αὐτούς.

  2. 2

    καὶ κατελείφθησαν οἱ υἱοὶ ᾿Ισραήλ, οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί.

    Εἶχαν ἀπομείνει ὅμως μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἑπτὰ φυλές, οἱ ὁποῖες δὲν ἔλαβαν ἀκόμη τὸ μερίδιον τῆς κληρονομίας των, ὅταν ἔγινε ἡ διανομὴ τῆς Χαναάν.

  3. 3

    καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν, ἣν ἔδωκε Κύριος ὁ Θεὸς ἡμῶν;

    Δι' αὐτὸ ὁ Ἰησοῦς εἶπεν εἰς τοὺς Ἰσραηλῖτες: «Πόσον καιρὸν θὰ περιμένετε ἀκόμη σὰν ἀποκαμωμένοι καὶ θὰ ἀμελῆτε νὰ προχωρήσετε διὰ νὰ κατακτήσετε τὴν χώραν, τὴν ὁποίαν σᾶς ἔδωκεν ὡς κληρονομίαν Κύριος ὁ Θεός σας;

  4. 4

    δότε ἐξ ὑμῶν ἄνδρας τρεῖς ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου, καθὰ δεήσει διελεῖν αὐτήν (καὶ διήλθοσαν πρὸς αὐτόν,

    Ἐκλέξετε τρεῖς ἄνδρες ἀπὸ κάθε φυλὴν (δηλαδὴ εἴκοσι ἕνα ἄνδρες)· αὐτοί, ἀφοῦ ἐτοιμασθοῦν, ἂς περιοδεύσουν ὅλην τὴν Χαναὰν καὶ ἂς τὴν καταγράψουν καὶ περιγράφουν καὶ ἂς ἐκθέσουν τὰ πορίσματά των εἰς ἐμὲ καθὼς καὶ τὸ πῶς πρέπει νὰ διαιρεθῇ αὐτή· (πράγματι αὐτὸ ἔγινε καὶ οἱ εἴκοσι ἕνας ἄνδρες μετὰ τὴν χαρτογράφησιν τῆς γῆς ἐπέστρεψαν εἰς τὸν Ἰησοῦν.

  5. 5

    καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας). ᾿Ιούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ ᾿Ιωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ.

    Ὁ δὲ Ἰησοῦς ἐχώρισε καὶ ἐμοίρασε τὴν χώραν εἰς ἑπτὰ μερίδια). Ἡ φυλὴ τοῦ Ἰούδα θὰ παραμείνῃ καὶ θὰ κατοικήσῃ εἰς τὴν περιοχήν της εἰς τὸν νότον· ἡ φυλὴ τοῦ Ἰωσὴφ θὰ παραμείνῃ καὶ θὰ κατοικήσῃ εἰς τὴν περιοχήν της εἰς τὸν βορρᾶν.

  6. 6

    ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε ὧδε πρός με, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν.

    Σεῖς δὲ οἱ εἴκοσι ἕνας ἀντιπρόσωποι τῶν ἑπτὰ φυλῶν νὰ διαιρέσετε τὴν γῆν εἰς ἑπτὰ μερίδια καὶ νὰ φέρετε τὴν καταγραφὴν καὶ ἔκθεσιν αὐτὴν ἐδῶ εἰς ἑμέ. Κατόπιν ἐγὼ θὰ βάλω (ρίψω) κλῆρον διὰ σᾶς ἐνώπιον Κυρίου τοῦ Θεοῦ μας καὶ ἔτσι θὰ τὸν συμβουλευθῶ πῶς πρέπει νὰ κάμω τὴν διανομὴν τῆς χώρας.

  7. 7

    οὐ γάρ ἐστι μερὶς τοῖς υἱοῖς Λευὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ρουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἐπ' ἀνατολάς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου.

    Οἱ Λευῖται ὅμως δὲν θὰ λάβουν μερίδιον κληρονομίας μαζί σας, διότι ἡ ἰδική των κληρονομία εἶναι ἡ ἱερατεῖα τοῦ Κυρίου. Οἱ δὲ φυλὲς τοῦ Γὰδ καὶ τοῦ Ρουβὴν καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ ἔλαβαν ἤδη τὸ μερίδιον τῆς κληρονομίας των πέραν ἀπὸ τὸν Ἰορδάνην, εἰς τὰ ἀνατολικὰ τοῦ ποταμοῦ. Τὸ μερίδιον αὐτὸ τοὺς τὸ ἔδωκεν ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου».

  8. 8

    καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν, καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἀνδράσι τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων· πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν καὶ παραγενήθητε πρός με, καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ.

    Καὶ οἱ εἴκοσι ἕνας ἄνδρες, ἀφοῦ ἐτοιμάσθηκαν, ἀνεχώρησαν. Ὁ Ἰησοῦς τοῦ Ναυῆ διέταξε τοὺς ἄνδρες, ποὺ ἐτοιμάζοντο νὰ ἀναχωρήσουν, νὰ χωρομετρήσουν καὶ χαρτογραφήσουν τὴν γῆν· τοὺς εἶπε: «Πηγαίνετε, χωρομετρῆστε καὶ χαρτογραφῆστε τὴν χώραν καὶ κατόπιν ἐπιστρέψετε εἰς ἐμὲ καὶ ἐγὼ ἐδῶ εἰς τὴν Σηλῶ θὰ βάλω (ρίψω) κλῆρον διὰ σᾶς ἐνώπιον τοῦ Κυρίου· καὶ ἔτσι θὰ τὸν συμβουλευθῶ πῶς πρέπει νὰ κάμω τὴν διανομὴν τῆς χώρας».

  9. 9

    καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις, ἑπτὰ μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν.

    Καὶ οἱ εἴκοσι ἕνας ἄνδρες ἀνεχώρησαν, ἐχωρομέτρησαν καὶ ἐχαρτογράφησαν τὴν χώραν καὶ τὴν ἐξέτασαν μὲ προσοχὴν καὶ τὴν περιέγραψαν (μὲ σχεδιάγραμμα) κατὰ πόλεις εἰς ἕνα βιβλίον καὶ τὴν διήρεσαν εἰς ἑπτὰ μερίδια καὶ τὸ βιβλίον (τὸ σχεδιάγραμμα) αὐτὸ τὸ ἔφεραν εἰς τὸν Ἰησοῦν.

  10. 10

    καὶ ἐνέβαλεν αὐτοῖς ᾿Ιησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου.

    Καὶ ὁ Ἰησοῦς τοῦ Ναυῆ ἔβαλε (ἔρριψε) κλῆρον δι’ αὐτοὺς εἰς τὴν Σηλῶ ἐνώπιον τοῦ Κυρίου, διὰ νὰ τὸν συμβουλευθῇ πῶς πρέπει νὰ κάμῃ τὴν διανομὴν τῆς χώρας.

  11. 11

    Καὶ ἐξῆλθεν ὁ κλῆρος φυλῆς Βενιαμὶν πρῶτος κατὰ δήμους αὐτῶν, καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον υἱῶν ᾿Ιούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν ᾿Ιωσήφ.

    Καὶ ὅταν ἔβαλαν (ἔρριψαν) κλήρους, ἐβγῆκε πρῶτος ὁ κλῆρος τῆς φυλῆς Βενιαμὶν κατὰ τοὺς δήμους της· τὰ ὅρια τῆς φυλῆς αὐτῆς, τὰ ὁποῖα ὡρίσθησαν μὲ τὸν κλῆρον, ἦσαν μεταξὺ τῶν φυλῶν τοῦ Ἰούδα καὶ τοῦ Ἰωσήφ.

  12. 12

    καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ, ἀπὸ τοῦ ᾿Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου ῾Ιεριχὼ ἀπὸ βορρᾶ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος ἡ Μαβδαρῖτις Βαιθών,

    Περισσότερον συγκεκριμένα: Τὰ βόρεια σύνορα τῆς φυλῆς Βενιαμὶν ἄρχιζαν ἀπὸ τὸν Ἰορδάνην, κατόπιν ἀνέβαιναν πρὸς βορρᾶν εἰς τὴν κατωφέρειαν τοῦ ὑψώματος τῆς Ἱεριχοῦς· ἔπειτα συνέχιζαν πρὸς τὰ δυτικὰ μέσα ἀπὸ τὴν ὀρεινὴν περιοχὴν καὶ κατέληγαν εἰς τὴν (ἔρημον) Μαβδαρίτιδα Βαιθών.

  13. 13

    καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λουζὰ ἐπὶ νώτου Λουζὰ ἀπὸ λιβὸς (αὕτη ἐστὶ Βαιθήλ), καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστι πρὸς λίβα Βαιθωρὼν ἡ κάτω,

    Ἀπὸ ἐκεῖ τὰ σύνορα ἐπροχωροῦσαν καὶ ἐπερνοῦσαν ἀπὸ τὴν Ἀουζὰ καὶ ἀπὸ τὴν κατωφέρειαν τοῦ ὑψώματος τῆς πόλεως Λουζὰ εἰς τὰ νότια (αὐτὴ ἡ Λουζὰ ὀνομάζεται καὶ Βαιθήλ). Εἰς τὴν συνέχειαν τὰ σύνορα ἐπροχωροῦσαν καὶ κατέβαιναν εἰς Μααταρωθορὲχ κοντὰ εἰς τὸ ὄρος, τὸ ὁποῖον εὑρίσκεται εἰς τὰ νότια τῆς Κάτω Βαιθωρών.

  14. 14

    καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ (αὕτη ἐστὶ Καριαθιαρίν, πόλις υἱῶν ᾿Ιούδα)· τοῦτό ἐστι τὸ μέρος τὸ πρὸς θάλασσαν.

    Τὰ σύνορα κατόπιν συνέχιζαν πρὸς ἄλλην κατεύθυνσιν. Ἐπροχωροῦσαν καὶ ἐστρέφοντο εἰς τὰ νότια ἀπὸ τὴν δυτικὴν πλευρὰν τοῦ ὄρους αὐτοῦ, τὸ ὁποῖον εὐρίσκεται ἀπέναντι καὶ δυτικὰ τῆς Βαιθωρών. Τὰ σύνορα κατέληγαν τελικῶς εἰς τὴν Καριαθβάαλ (αὐτὴ εἶναι ἡ πόλις Καριαθιαρίν, ποὺ ἀνήκει εἰς τὴν φυλὴν τοῦ Ἰούδα). Αὐτὴ ἦταν ἡ δυτικὴ πλευρὰ τῶν συνόρων τῆς φυλῆς Βενιαμίν.

  15. 15

    καὶ μέρος τὸ πρὸς λίβα ἀπό μέρους Καριαθβάαλ, καὶ διελεύσεται ὅρια εἰς Γασὶν ἐπὶ πηγὴν ὕδατος Ναφθώ,

    Τὰ νότια σύνορα τῆς φυλῆς αὐτῆς συμπίπτουν πρὸς τὰ βόρεια σύνορα τῆς φυλῆς τοῦ Ἰούδα· ἄρχιζαν ἀπὸ τὴν ἄκρην τῆς Καριαθβάαλ καὶ ἐπερνοῦσαν ἀπὸ τὴν Γασὶν κοντὰ εἰς τὴν πηγὴν τῶν ὑδάτων Ναφθῶ.

  16. 16

    καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους τοῦ ὄρους, ὅ ἐστι κατὰ πρόσωπον νάπης ᾿Οννάμ, ὅ ἐστιν ἐκ μέρους ᾿Εμεκραφαΐν ἀπὸ βορρᾶ, καὶ καταβήσεται Γαίεννα ἐπὶ νῶτον ᾿Ιεβουσαὶ ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγὴλ

    Κατόπιν κατέβαιναν εἰς τοὺς πρόποδες τοῦ ὄρους, τὸ ὁποῖον εὑρίσκεται ἀπέναντι τῆς δασωμένης Κοιλάδος Ὀννάμ, ἡ ὁποία εἶναι εἰς τὸ βόρειον ἄκρον τῆς Ἐμεκραφαΐν. Εἰς τὴν συνέχειαν ἐπροχωροῦσαν πρὸς τὰ νότια, διέσχιζαν τὴν κοιλάδα Γαίεννα, εἰς τὰ νότια τῶν ὑψωμάτων Ἰεβουσαί, καὶ κατέβαιναν εἰς τὴν πηγὴν Ρωγήλ.

  17. 17

    καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμὺς καὶ παρελεύσεται ἐπὶ Γαλιλώθ, ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασαιν Αἰθαμίν, καὶ καταβήσεται ἐπὶ λίθον Βαιὼν υἱῶν Ρουβὴν

    Κατόπιν τὰ σύνορα ἐπροχωροῦσαν πρὸς βορρᾶν, ἐπερνοῦσαν ἀπὸ τὴν πηγὴν Βαιθσαμὺς καὶ ἔπειτα ἐγύριζαν πρὸς Γαλιλώθ, ἡ ὁποία εὑρίσκεται ἀπέναντι τῶν ὑψωμάτων Αἰθαμίν, καὶ κατέβαιναν εἰς τὴν τοποθεσίαν «Λίθος τοῦ Βαιών», ἡ ὁποία ἀνήκει εἰς τὴν φυλὴν τοῦ Ρουβήν.

  18. 18

    καὶ διελεύσεται κατὰ νώτου Βαιθάραβα ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ,

    Ἀπὸ ἐκεῖ τὰ σύνορα ἐπροχωρούσαν εἰς τὴν βορείαν πλευρὰν τῶν ὑψωμάτων Βαιθάραβα καὶ ἐκατέβαιναν εἰς τὴν βορείαν πλευρὰν τῆς Νεκρᾶς Θαλάσσης.

  19. 19

    καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ ᾿Ιορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός.

    Τὰ σύνορα αὐτὰ κατέληγαν εἰς τὸ βόρειον ἄκρον τῆς Νεκρᾶς Θαλάσσης, ποὺ εἶναι τὸ νοτιώτερον μέρος τῆς ἐκβολῆς τοῦ ποταμοῦ Ἰορδάνη. Αὐτὰ ἦσαν τὰ νότια σύνορα τῆς φυλῆς Βενιαμίν.

  20. 20

    καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμίν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους.

    Τὰ ἀνατολικὰ σύνορα τῆς φυλῆς αὐτῆς ἦταν ὁ ποταμὸς Ἰορδάνης. Αὐτὴ ἦταν ἡ περιοχὴ τῆς Χαναάν, ἡ ὁποία ἐδόθη ὡς κληρονομία εἰς τὴν φυλὴν Βενιαμίν, τὰ γύρω - γύρω σύνορά της κατὰ δήμους.

  21. 21

    καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν ῾Ιεριχὼ καὶ Βεθεγαιὼ καὶ ᾿Αμεκασίς,

    Οἱ δὲ πόλεις, ποὺ ἀνήκουν εἰς τοὺς δήμους τῆς φυλῆς Βενιαμίν, εἶναι οἱ ἑξῆς: Ἱεριχώ, Βεθεγαιώ, Ἀμεκασίς,

  22. 22

    καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ Βησανὰ

    Βαιθαβαρά, Σαρά, Βησανά,

  23. 23

    καὶ Αἰεὶν καὶ Φαρὰ καὶ ᾿Εφραθὰ

    Αἰείν, Φαρά, Ἐφραθά,

  24. 24

    καὶ Καραφὰ καὶ Κεφιρὰ καὶ Μονὶ καὶ Γαβαά, πόλεις δώδεκα καὶ αἱ κῶμαι αὐτῶν·

    Καραφά, Κεφιρά, Μονὶ καὶ Γαβαά· δώδεκα πόλεις καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.

  25. 25

    Γαβαὼν καὶ Ραμὰ καὶ Βεηρωθὰ

    Γαβαών, Ραμᾶ, Βεηρωθά,

  26. 26

    καὶ Μασσημὰ καὶ Μιρὼν καὶ ᾿Αμωκὴ

    Μασσημά, Μιρών, Ἀμωκή,

  27. 27

    καὶ Φιρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ

    Φιρά, Καφάν, Νακάν, Σεληκάν, Θαρεηλά,

  28. 28

    καὶ ᾿Ιεβοῦς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ Γαβαωθιαρίμ, πόλεις δεκατρεῖς καὶ αἱ κῶμαι αὐτῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμὶν κατὰ δήμους αὐτῶν.

    Ἰεβοῦς (ἡ πόλις αὐτὴ εἶναι ἡ Ἱερουσαλήμ) καὶ Γαβαωθιαρίμ· δεκατρεῖς πόλεις καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές. Αὐτὴ εἶναι ἡ περιοχή, ποὺ ἔλαβεν ὡς κληρονομίαν ἡ φυλὴ τοῦ Βενιαμὶν κατὰ τοὺς δήμους της.