Ιησούς του Ναυή, κεφάλαιο 16
- 1
ΚΑΙ ἐγένετο τὰ ὅρια υἱῶν ᾿Ιωσὴφ ἀπὸ τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπὸ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ ῾Ιεριχὼ εἰς τὴν ὀρεινήν, τὴν ἔρημον, εἰς Βαιθὴλ Λουζά,
Τὰ σύνορα τῆς περιοχῆς, ποὺ ἐδόθη εἰς τὴν φυλὴν Ἰωσήφ, ἄρχιζαν ἀπὸ τὸν Ἰορδάνην κοντὰ εἰς τὴν Ἱεριχώ, ἀπὸ κάποιο σημεῖον εἰς τὰ ἀνατολικὰ τῆς Ἱεριχοῦς (εἰς τὴν πηγὴν τοῦ Ἐλισαίου). Ἀπὸ ἐκεῖ ἐπροχωροῦσαν διὰ τῆς Ἱεριχοῦς πρὸς τὴν ὀρεινὴν περιοχήν, εἰς τὴν ἔρημον καὶ ἀπὸ ἐκεῖ ἔφθαναν μέχρι τῆς Βαιθὴλ - Λουζά,.
- 2
καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ ᾿Αχαταρωθὶ
Ἀπὸ τὴν Βαιθὴλ συνεχίζοντο καὶ ἐπερνοῦσαν καὶ ἔφθαναν τὰ σύνορα τοῦ Ἀχαταρωθί.
- 3
καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια ᾿Απταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
Ἀπὸ ἐκεῖ ἐπροχωροῦσαν καὶ κατέβαιναν πρὸς τὰ δυτικὰ (πρὸς τὴν Μεσόγειον Θάλασσαν) εἰς τὰ σύνορα τῶν Ἀπταλὶμ μέχρι τὰ σύνορα τῆς Κάτω Βαιθωρὼν καὶ κατέληγαν εἰς τὴν Μεσόγειον Θάλασσαν.
- 4
καὶ ἐκληρονόμησαν οἱ υἱοὶ ᾿Ιωσὴφ ᾿Εφραὶμ καὶ Μανασσῆ·
Αὐτὴ ἦταν ἡ περιοχή, ποὺ ἐδόθη ὡς κληρονομία διὰ τὴν μόνιμον ἐγκατάστασιν τῶν δύο φυλῶν, ποὺ προῆλθαν ἀπὸ τοὺς δύο υἱοὺς τοῦ Ἰωσήφ, τὸν Ἐφραὶμ καὶ τὸν Μανασσῆ.
- 5
καὶ ἐγενήθη ὅρια υἱῶν ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπ' ἀνατολῶν ᾿Αταρὼθ καὶ ᾿Ερὼκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά,
Τὰ σύνορα τῆς φυλῆς τοῦ Ἐφραὶμ κατὰ τοὺς δήμους των εἶναι τὰ ἀκόλουθα: Τὰ σύνορα τῆς περιοχῆς, ποὺ τοὺς ἐδόθη ὡς κληρονομία, ἄρχιζαν ἀνατολικὰ ἀπὸ τὴν Ἀταρὼθ καὶ τὴν Ἐρὼκ καὶ ἔφθαναν μέχρι τὴν Ἄνω Βαιθωρών (νοτίως τῆς Βαιθήλ) καὶ τὴν Γαζαρά.
- 6
καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς ᾿Ικασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπ' ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς ᾿Ιανωκὰ
Ἀπὸ ἐκεῖ τὰ σύνορα ἐπροχωροῦσαν δυτικὰ πρὸς τὴν Μεσόγειον Θάλασσαν εἰς τὴν Ἰκασμὼν καὶ ἐπερνοῦσαν ἀπὸ τὰ βόρεια τῆς Θερμά. Ἀπὸ ἐκεῖ ἐστρέφοντο ἀνατολικὰ πρὸς Θηνασὰ καὶ Σελλησά, κατόπιν δὲ συνέχιζαν πάλιν πρὸς ἀνατολὰς εἰς τὴν Ἰανωκά.
- 7
καὶ εἰς Μαχώ, καὶ ᾿Αταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ ῾Ιεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν ᾿Ιορδάνην.
Ὕστερα ἐπροχωροῦσαν εἰς Μαχὼ καὶ Ἀταρώθ, εἰς τὰ χωρία τῶν ὁποίων ἐσυναντοῦσαν τὴν Ἱεριχὼ καὶ κατέληγαν εἰς τὸν Ἰορδάνην ποταμόν.
- 8
καὶ ἀπὸ Τάφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς ᾿Εφραὶμ κατὰ δήμους αὐτῶν.
Τὰ σύνορα συνεχίζοντο ἀπὸ τὴν Τάφου δυτικὰ πρὸς Χελκανά (= χείμαρρον Κανά) καὶ ἐτελείωναν εἰς τὴν Μεσόγειον Θάλασσαν. Αὐτὰ εἶναι τὰ σύνορα τῆς περιοχῆς, ποὺ ἐδόθη ὡς κληρονομία εἰς τὴν φυλὴν τοῦ Ἐφραὶμ κατὰ τοὺς δήμους της.
- 9
καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς ᾿Εφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
Καὶ ὅλες οἰ ἰδιαίτερες πόλεις, ποὺ εἶχαν ξεχωρισθῆ διὰ τὴν φυλὴν Ἐφραίμ, εὑρίσκοντο μεταξὺ τῶν πόλεων, ποὺ ἐκληρονόμησεν ἡ φυλὴ τοῦ Μανασσῆ. Ἡ φυλὴ τοῦ Ἐφραὶμ εἶχε πόλεις καὶ χωριὰ ποὺ ἐξηρτῶντο ἀπὸ αὐτές.
- 10
καὶ οὐκ ἀπώλεσεν ᾿Εφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ ᾿Εφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.
Ἡ φυλὴ τοῦ Ἐφραίμ (ὅμως) δὲν ἐξωλόθρευσε τοὺς Χαναναίους, ποὺ ἑκατοικοῦσαν εἰς Γαζέρ. Δι' αὐτο οἱ Χαναναῖοι ἑκατοικοῦσαν μεταξὺ τῆς φυλῆς τοῦ Ἐφραὶμ μέχρι τῆς ἡμέρας κατὰ τὴν ὁποίαν ἀνέβηκε ὁ Φαραώ, ὁ βασιλιᾶς τῆς Αἰγύπτου, καὶ ἐπετέθη κατὰ τῆς φυλῆς τοῦ Ἐφραὶμ καὶ ἐκυρίευσε τὴν Γαζὲρ καὶ τὴν ἐπυρπόλησε· καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους, ποὺ ἑκατοικοῦσαν εἰς τὴν Γαζέρ, τοὺς ἐφόνευσεν. Ὁ Φαραὼ ἔδωκε τὴν Γαζὲρ ὡς προῖκα εἰς τὴν θυγατέρα του.
