Ιησούς του Ναυή, κεφάλαιο 15
- 1
ΚΑΙ ἐγένετο τὰ ὅρια φυλῆς ᾿Ιούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ᾿Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς λίβα.
Τὰ σύνορα τῆς χώρας, ποὺ ἐδόθη εἰς τὴν φυλὴν τοῦ Ἰούδα καὶ διεμοιράσθη εἰς τοὺς δήμους τῆς φυλῆς αὐτῆς, εὑρίσκονται γενικῶς εἰς τὰ νότια τῆς Χαναὰν συγκεκριμένως ἀρχίζουν ἀπὸ τὰ σύνορα τῆς Ἰδουμαίας καὶ τῆς ἐρήμου Σὶν καὶ φθάνουν μέχρι τῆς Κάδης.
- 2
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
Τὰ νότια σύνορα φθάνουν μέχρι τῆς Νεκρᾶς Θαλάσσης. Ἀπὸ ἐκεῖ, ἀπὸ τὸ νότιον ἄκρον (κόλπον) τῆς Θαλάσσηςτα ὅρια συνεχίζουν καὶ κατευθύνονται πρὸς νότον·
- 3
καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ᾿Ακραβὶν καὶ ἐκπεριπορεύεται Σενὰ καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Κάδης Βαρνὴ καὶ ἐκπορεύεται ᾿Ασωρὼν καὶ προσαναβαίνει εἰς Σάραδα καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης
προχωροῦν ἀπέναντι τῆς βουνοπλαγιὰς Ἀκραβίν, παρακάμπτουν τὴν Σενά, ἀνεβαίνουν ἀπὸ τὰ νοτιοδυτικὰ καὶ περνοῦν τὴν Κάδης Βαρνῆ, παρακάμπτουν τὴν Ἀσωρών, ἀνεβαίνουν εἰς Σάραδα καὶ ἐξέρχονται εἰς τὰ δυτικὰ τῆς Κάδης.
- 4
καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός.
Ἀπὸ ἐκεῖ περνοῦν πρὸς τὴν Σελμωνὰν καὶ ἐξέρχονται μέχρι τὴν κοιλάδα πρὸς τὸ μέρος τῆς Αἰγύπτου. Ἔτσι τὰ νότια σύνορα τῆς φυλῆς τοῦ Ἰούδα καταλήγουν εἰς τὰ παράλια τῆς Μεσογείου Θαλάσσης. Αὐτὰ εἶναι τὰ νότια σύνορα τῆς φυλῆς τοῦ Ἰούδα.
- 5
καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ᾿Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ᾿Ιορδάνου·
Τὰ νοτιοανατολικὰ σύνορα τῆς περιοχῆς, ποὺ ἐδόθη εἰς τὴν φυλὴν τοῦ Ἰούδα, εἶναι: Ὁλόκληρος ἡ Νεκρὰ Θάλασσα μέχρι τοῦ σημείου, ποὺ χύνεται εἰς αὐτὴν ὁ Ἰορδάνης ποταμός. Τὰ βόρεια σύνορα ἀρχίζουν ἀπὸ τὴν βορείαν ἀκτὴν τῆς Νεκρᾶς Θαλάσσης, ἀπὸ τὸ σημεῖον εἰς τὸ ὁποῖον χύνεται ὁ Ἰορδάνης·
- 6
ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλὰ καὶ παραπορεύεται ἀπὸ Βορρᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ρουβήν,
κατόπιν τὰ σύνορα προχωροῦν πρὸς τὴν Βαιθαγλά, περνοῦν πρὸς βορρᾶν κατὰ μῆκος τῆς Βαιθάραβα· καὶ ἀνεβαίνουν μέχρι τὴν τοποθεσίαν, ποὺ ὀνομάζεται «πέτρα τοῦ Βαιών», ποὺ εἶναι ἀπόγονος τῆς φυλῆς τοῦ Ρουβήν·
- 7
καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ᾿Αχὼρ καὶ καταβαίνει ἐπὶ Γαλγάλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως ᾿Αδδαμίν, ἥ ἐστι κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβάλλει ἐπὶ τὸ ὕδωρ πηγῆς τοῦ ἡλίου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγήλ,
εἰς τὴν συνέχειαν προχωροῦν καὶ ἀνεβαίνουν εἰς τὸ τέταρτον τμῆμα τῆς κοιλάδος Ἀχὼρ καὶ κατεβαίνουν (βορείως) πρὸς τὰ Γάλγαλα, τὰ ὁποῖα εἶναι ἀπέναντι ἀπὸ τὴν βουνοπλαγιὰν Ἀδδαμίν· ἡ Ἀδδαμὶν εἶναι εἰς τὴν νοτίαν πλευρὰν τῆς κοιλάδος. Ἔπειτα τὰ σύνορα προχωροῦν δίπλα ἀπὸ τὴν «πηγὴν τοῦ ἡλίου» καὶ καταλήγουν εἰς τὴν πηγὴν Ρωγήλ.
- 8
καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ᾿Ονὸμ ἐπὶ νώτου ᾿Ιεβοῦς ἀπὸ λιβὸς (αὕτη ἐστὶν ῾Ιερουσαλὴμ) καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαΐν ἐπὶ βορρᾶ,
Ὕστερα ἀνεβαίνουν ἀπὸ τὴν κοιλάδα Ὀνὸμ πρὸς τὴν νοτίαν πλευρὰν τῆς Ἰεβοὺς (ἡ πόλις αὐτὴ εἶναι ἡ Ἱερουσαλήμ), καταλήγουν εἰς τὴν κορυφὴν τοῦ ὄρους, ἢ ὁποία (κορυφὴ) εὑρίσκεται ἀπέναντι ἀπὸ τὴν κοιλάδα Ὀνὸμ πρὸς τὰ δυτικά, καὶ εἰς τὸ ἄκρον τῆς χώρας τῶν Ραφαῒν πρὸς τὰ βόρεια.
- 9
καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ καὶ διεκβάλλει εἰς τὸ ὄρος ᾿Εφρών, καὶ ἄξει τὸ ὅριον εἰς Βαὰλ (αὕτη ἐστὶ πόλις ᾿Ιαρίμ),
Ἀπὸ τὴν κορυφὴν τοῦ ὄρους τὰ σύνορα φθάνουν τὰ νερὰ τῆς πηγῆς Ναφθῶ καὶ συνεχίζονται εἰς τὴν κορυφὴν τοῦ ὀροὺς Ἐφρών. Τὰ σύνορα συνεχίζονται κατόπιν μέχρι τὴν πόλιν Βαάλ (αὐτὴ εἶναι ἡ πόλις Ἰαρίμ)·
- 10
καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ᾿Ασσὰρ ἐπὶ νώτου, Πόλιν ᾿Ιαρὶν ἀπὸ βορρᾶ (αὕτη ἐστὶ Χασλὼν) καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα,
ἀπὸ τὴν Βαὰλ τὰ ὅρια γυρίζουν καὶ στρέφονται δυτικά (πρὸς τὴν Μεσόγειον Θάλασσαν) καὶ φθάνουν εἰς τὶς πλευρὲς τῆς ὀρεινῆς περιοχῆς Ἀσσάρ, καὶ ἔχουν πρὸς τὰ βόρεια τὴν ὀρεινὴν πόλιν Ἰαρίν (ἡ πόλις αὐτὴ εἶναι ἡ Χασλών). Ὕστερα κατεβαίνουν εἰς τὴν «Πόλιν ἡλίου» καὶ ἀπὸ ἐκεῖ κατευθύνονται πρὸς νότον.
- 11
καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου ᾿Ακκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ καὶ παρελεύσεται ὅρια ἐπὶ λίβα καὶ διεκβαλεῖ ἐπὶ Λεβνά, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
Εἰς τὴν συνέχειαν τὰ σύνορα προχωροῦν πρὸς τὴν βορείαν πλευρὰν τοῦ ὄρους Ἀκκαρών, περνοῦν ἀπὸ τὴν Σοκχώθ, κατευθύνονται πρὸς νότον καὶ καταλήγουν εἰς τὴν Λεβνά. Ἔτσι τὰ βόρεια σύνορα καταλήγουν εἰς τὴν Μεσόγειον Θάλασσαν. Τὰ δυτικὰ σύνορα ὁρίζονται ἀπὸ θάλασσαν. Ἡ Μεσόγειος Θάλασσα εἶναι τὰ ὅριά των.
- 12
ταῦτα τὰ ὅρια υἱῶν ᾿Ιούδα κύκλῳ κατὰ δήμους αὐτῶν.
Αὐτὰ εἶναι τὰ σύνορα ποὺ περιβάλλουν τὴν χώραν, ἡ ὁποία ἐδόθη εἰς τὴν φυλὴν τοῦ Ἰούδα καὶ διεμοιράσθη εἰς τοὺς δήμους τῆς φυλῆς αὐτῆς.
- 13
καὶ τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν ᾿Ιούδα διὰ προστάγματος τοῦ Θεοῦ, καὶ ἔδωκεν αὐτῷ ᾿Ιησοῦς τὴν πόλιν ᾿Αρβὸκ μητρόπολιν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρών).
Καὶ ὁ Ἰησοῦς τοῦ Ναυῆ ἔδωκε ὡς μερίδιον κληρονομίας εἰς τὸν Χάλεβ, τὸν υἱὸν τοῦ Ἰεφονῆ, κατόπιν θείας ἐντολῆς, τμῆμα τῆς περιοχῆς τῆς φυλῆς τοῦ Ἰούδα· τοῦ ἔδωκε δηλαδὴ τὴν πόλιν Ἀρβόκ (ἡ πόλις αὐτὴ εἶναι ἡ Χεβρών), πρωτεύουσαν τῶν Ἐνακιτῶν (τῶν Γιγάντων).
- 14
καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς ᾿Ιεφονὴ τοὺς τρεῖς υἱοὺς ᾿Ενάκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν ᾿Αχιμᾶ.
Καὶ ὁ Χάλεβ, ὁ υἱὸς τοῦ Ἰεφονῆ, ἐνίκησε καὶ ἐξωλόθρευσε ἀπὸ ἐκεῖ τοὺς τρεῖς υἱοὺς τοῦ Ἐνάκ (τίς τρεῖς ἰσχυρὲς φυλὲς τῶν Γιγάντων): τὸν Σουσί, τὸν Θολαμὶ καὶ τὸν Ἀχιμᾶ.
- 15
καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.
Ἀπὸ ἐκεῖ ὁ Χάλεβ ἐπροχώρησε διὰ νὰ ἐπιτεθῇ ἐναντίον τῶν κατοίκων τῆς Δαβίρ· ἡ πόλις αὐτὴ ὠνομάζετο προηγουμένως «Πόλις Γραμμάτων».
- 16
καὶ εἶπε Χάλεβ· ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα μου εἰς γυναῖκα·
Ὁ Χάλεβ εἶπε πρὸς τοὺς ἄνδρες του: «Εἰς ὅποιον θὰ κατορθώσῃ νὰ κυριεύσῃ καὶ νὰ καταστρέψῃ τὴν Πόλιν τῶν Γραμμάτων, θὰ δώσω ὡς σύζυγον τὴν θυγατέρα μου Ἀσχάν».
- 17
καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφὸς Χάλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασχὰν θυγατέρα αὐτοῦ γυναῖκα.
Καὶ τὴν Πόλιν τῶν Γραμμάτων κατέλαβε καὶ ἐκυρίευσεν ὁ Γοθονιήλ, ὁ υἱὸς τοῦ Κενέζ, νεώτερος ἀνεψιὸς τοῦ Χάλεβ. Καὶ ὁ Χάλεβ ἔδωκεν εἰς τὸν Γοθονιὴλ τὴν θυγατέρα του Ἀσχὰν ὡς σύζυγον.
- 18
καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα· αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι;
Συνέβη δὲ τοῦτο: Ὅταν ἡ Ἀσχὰν ἐπροπέμπετο ἀπὸ τὸν πατέρα της καὶ ἐπήγαινε μὲ τὸν Γοθονιὴλ ἀπὸ τὴν Χεβρὼν εἰς τὴν Δαβίρ, διὰ νὰ συγκατοικήσῃ μὲ τὸν σύζυγόν της, ἐζήτησε συμβουλὴν ἀπὸ τὸν σύζυγόν της καὶ τοῦ εἶπε: «Θὰ ζητήσω ἀπὸ τὸν πατέρα μου ὡς δῶρον ἕνα χωράφι». Ὁ Γοθονιὴλ ἐσυμφώνησε καὶ ἡ Ἀσχάν, ἐνῷ ἐκάθητο ἐπάνω εἰς τὸν ὄνον ἑτοίμη διὰ τὴν ἀναχώρησίν της, ἀφῆκε δυνατὸν ἀναστεναγμόν. Ὁ πατέρας της, ὁ Χάλεβ, ἄκουσε τὸν ἀναστεναγμὸν τῆς κόρης του καὶ τὴν ἐρώτησε: «Τί σοῦ συμβαίνει; Τί ἐπιθυμεῖς;»
- 19
καὶ εἶπεν αὐτῷ· δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Γολαθμαίν. καὶ ἔδωκεν αὐτῇ Χάλεβ τὴν Γολαθμαὶν τὴν ἄνω καὶ τὴν Γολαθμαὶν τὴν κάτω.
Ἡ Ἀσχὰν τοῦ ἀπάντησε: «Κάμε μου μίαν χάριν· δῶσε μου ἕνα δῶρον, ὡς εὐλογίαν διὰ τὸν γάμον μου· ἐπειδὴ μὲ ὑπάνδρευσες καὶ μὲ στέλλεις ἀπὸ τὴν Χεβρὼν εἰς τὴν χώραν Ναγέβ, δῶσε μου τὴν Γολαθμαίν (περιοχὴν ποὺ εὑρίσκεται εἰς τὴν πλαγιὰν καὶ ἔχει πηγὲς καὶ δὲν εἶναι ξηρά, ὅπως αὐτὴ ποὺ μοῦ ἔδωκες εἰς τὴν πεδιάδα)». Ὁ Χάλεβ εὑρῆκε δίκαιον τὸ αἴτημά της καὶ τῆς ἔδωκε τὴν ἄνω καὶ τὴν κάτω Γολαθμαίν.
- 20
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ᾿Ιούδα.
Αὐτὸ εἶναι τὸ τμῆμα τῆς Χαναάν, ποὺ ἐδόθη ὡς κληρονομία διὰ τὴν ἐγκατάστασιν τῆς φυλῆς τοῦ Ἰούδα.
- 21
᾿Εγενήθησαν δὲ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν ᾿Ιούδα ἐφ' ὁρίων ᾿Εδὼμ ἐπὶ τῆς ἐρήμου,
Οἱ πόλεις τῆς φυλῆς Ἰούδα ἦσαν αὐτές: Ἡ πρώτη πόλις τῆς φυλῆς Ἰούδα εἰς τὰ νότια, εὑρίσκετο εἰς τὰ σύνορα τῆς Ἰδουμαίας εἰς τὴν ἔρημον. Εἰς δὲ τὰ νότια εὑρίσκοντο καὶ οἱ ἑξῆς πόλεις:
- 22
καὶ Βαισελεὴλ καὶ ᾿Αρὰ καὶ ᾿Ασὼρ καὶ ᾿Ικὰμ καὶ Ρεγμὰ καὶ ᾿Αρουὴλ
Ἡ Βαισελεήλ, ἡ Ἀρά, ἡ Ἀσώρ, ἡ Ἰκάμ, ἡ Ρεγμά, ἡ Ἀρουήλ,
- 23
καὶ Κάδης καὶ ᾿Ασοριωναὶν καὶ Μαινὰμ
ἡ Κάδης, ἡ Ἀσοριωναίν, ἡ Μαινάμ,
- 24
καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν
ἡ Βαλμαινὰν καὶ τὰ χωριά, ποὺ ἐξηρτῶντο ἀπὸ αὐτές.
- 25
καὶ αἱ πόλεις ᾿Ασερὼν (αὕτη ᾿Ασὼρ)
Ἐπίσης οἱ πόλεις Ἀσερών (αὐτὴ εἶναι ἡ πόλις Ἀσώρ),
- 26
καὶ Σὴν καὶ Σαλμαὰ καὶ Μωλαδᾶ
ἡ Σήν, ἡ Σαλμαά, ἡ Μωλαδά,
- 27
καὶ Σερὶ καὶ Βαιφαλὰδ
ἡ Σερί, ἡ Βαιφαλάδ,
- 28
καὶ Χολασεωλὰ καὶ Βηρσαβεὲ καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν,
ἡ Χολασεωλά, ἡ Βηρσαβεὲ καὶ τὰ χωριά, ποὺ ἐξηρτῶντο ἀπὸ αὐτὲς καὶ οἱ γύρω των ἀγροικίες.
- 29
Βαλὰ καὶ Βακὼκ καὶ ᾿Ασὸμ
Ἐπίσης ἡ Βαλά, ἡ Βακώκ, ἡ Ἀσόμ,
- 30
καὶ ᾿Ελβωϋδὰδ καὶ Βαιθὴλ καὶ ῾Ερμᾶ
ἡ Ἐλβωϋδάδ, ἡ Βαιθήλ, ἡ Ἑρμᾶ,
- 31
καὶ Σεκελὰκ καὶ Μαχαρὶμ καὶ Σεθεννὰκ
ἡ Σεκελάκ, ἡ Μαχαρίμ, ἡ Σεθεννάκ,
- 32
καὶ Λαβὼς καὶ Σαλὴ καὶ ᾿Ερωμώθ, πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν.
ἡ Λαβώς, ἡ Σαλή, ἡ Ἐρωμώθ· οἱ πόλεις αὐτὲς εἶναι συνολικὰ εἴκοσι ἐννιὰ καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 33
ἐν τῇ πεδινῇ· ᾿Ασταὼλ καὶ Ράα καὶ ῎Ασσα
Εἰς τὴν πεδιάδα εὑρίσκοντο οἰ ἐξῇς πόλεις: Ἡ Ἀσταώλ, ἡ Ράα, ἡ Ἄσσα,
- 34
καὶ Ράμεν καὶ Τανὼ καὶ ᾿Ιλουθὼθ καὶ Μαιανὶ
ἡ Ράμεν, ἡ Τανῶ, ἡ Ἰλουθώθ, ἡ Μαιανί,
- 35
καὶ ῾Ιερμοὺθ καὶ ᾿Οδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ ᾿Αζηκὰ
ἡ Ἰερμούθ, ἡ Ὀδολλάμ, ἡ Μεμβρά, ἡ Σαωχῶ, ἡ Ἀζηκά,
- 36
καὶ Σακαρὶμ καὶ Γάδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δεκατέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·
ἡ Σακαρίμ, τὰ Γάδηρα καὶ οἱ ἀγροικίες των. Οἱ πόλεις αὐτὲς εἶναι συνολικὰ δεκατέσσερις καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 37
Σεννὰ καὶ ᾿Αδασὰν καὶ Μαγαδαλγὰδ
Ἐπίσης ἡ Σεννά, ἡ Ἀδασάν, ἡ Μαγαδαλγάδ,
- 38
καὶ Δαλὰλ καὶ Μασφὰ καὶ ᾿Ιαχαρεὴλ καὶ Λαχὶς
ἡ Δαλάλ, ἡ Μασφά, ἡ Ἰαχαρεήλ, ἡ Λαχίς,
- 39
καὶ Βασηδὼθ καὶ ᾿Ιδεαδαλέα
ἡ Βασηδώθ, ἡ Ἰδεαδαλέα,
- 40
καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς
ἡ Χαβρά, ἡ Μαχές, ἡ Μααχώς,
- 41
καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμὰν καὶ Μαχηδάν, πόλεις ἑκκαίδεκα καὶ αἱ κῶμαι αὐτῶν·
ἡ Γεδδώρ, ἡ Βαγαδιήλ, ἡ Νωμάν, ἡ Μαχηδάν, συνολικὰ δεκαέξι, μαζὶ μὲ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 42
Λεβνὰ καὶ ᾿Ιθὰκ καὶ ᾿Ανὼχ
Ἐπίσης εὑρίσκοντο ἡ Λεβνά, ἡ Ἰθάκ, ἡ Ἀνώχ,
- 43
καὶ ᾿Ιανὰ καὶ Νασὶβ
ἡ Ἰανά, ἡ Νασίβ,
- 44
καὶ Κεϊλὰμ καὶ ᾿Ακιεζὶ καὶ Κεζὶβ καὶ Βαθησὰρ καὶ Αἰλώμ, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·
ἡ Κεϊλάμ, ἡ Ἀκιεζί, ἡ Κεζίβ, ἡ Βαθησάρ, ἡ Αἰλώμ, συνολικὰ δέκα πόλεις καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 45
᾿Ακκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν·
Ἐπίσης ἡ Ἀκκαρών, τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτήν, καὶ οἱ ἀγροτικοὶ συνοικισμοί των·
- 46
ἀπὸ ᾿Ακκαρὼν Γεμνὰ καὶ πᾶσαι, ὅσαι εἰσὶ πλησίον ᾿Ασηδώθ, καὶ αἱ κῶμαι αὐτῶν·
ἀπὸ τὴν Ἀκκαρὼν Γεμνὰ ἕως ὅλες ἐκεῖνες τὶς πόλεις, ποὺ εὑρίσκονται κοντὰ εἰς τὴν Ἀσηδώθ, καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 47
᾿Ασιεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.
Ἡ Ἀσιεδώθ, τὰ χωριὰ ποὺ ἐξαρτῶνται ἀπὸ αὐτὴν καὶ οἱ ἀγροικίες της· ἡ Γάζα, τὰ χωριὰ ποὺ ἐξαρτῶνται ἀπὸ αὐτὴν καὶ οἱ ἀγροτικοὶ συνοικισμοί της μέχρι τὸν χείμαρρον, ποὺ εὑρίσκεται εἰς τὰ σύνορα τῆς Αἰγύπτου, Τὰ τελευταῖα σύνορα εἰς τὰ δυτικὰ τὰ προσδιορίζει ἡ Μεσόγειος Θάλασσα.
- 48
καὶ ἐν τῇ ὀρεινῇ· Σαμὶρ καὶ ᾿Ιεθὲρ καὶ Σωχὰ
Εἰς τὴν ὀρεινὴν περιοχὴν τῆς φυλῆς τοῦ Ἰούδα εὐρίσκοντο οἱ ἑξῆς πόλεις: Ἡ Σαμίρ, ἡ Ἰεθέρ, ἡ Σωχά,
- 49
καὶ Ρεννὰ καὶ Πόλις γραμμάτων (αὕτη Δαβὶρ)
ἡ Ρεννά, ἡ Πόλις τῶν Γραμμάτων (αὐτὴ εἶναι ἡ πόλις Δαβίρ),
- 50
καὶ ᾿Ανὼν καὶ ᾿Εσκαιμὰν καὶ Αἰσὰμ
ἡ Ἀνών, ἡ Ἐσκαιμάν, ἡ Αἰσάμ,
- 51
καὶ Γοσὸμ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
ἡ Γοσόμ, ἡ Χαλού, ἡ Χαννά· ὅλες αὐτὲς συνολικὰ εἶναι ἕνδεκα μαζὶ μὲ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 52
Αἰρὲμ καὶ Ρεμνὰ καὶ Σομὰ
Ἐπίσης ἡ Αἰρέμ, ἡ Ρεμνά, ἡ Σομά,
- 53
καὶ ᾿Ιεμαΐν καὶ Βαιθαχοὺ καὶ Φακουὰ
ἡ Ἰεμαΐν, ἡ Βαιθαχού, ἡ Φακουά,
- 54
καὶ Εὐμὰ καὶ πόλις ᾿Αρβὸκ (αὕτη ἐστὶ Χεβρὼν) καὶ Σωραίθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·
ἡ Εὐμά, ἡ πόλις Ἀρβόκ (αὐτὴ εἶναι ἡ πόλις Χεβρών), ἡ Σωραίθ' ὅλες αὐτὲς εἶναι συνολικὰ ἐννιὰ μαζὶ μὲ τὰ χωριά (τοὺς ἀγροτικοὺς συνοικισμούς), ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 55
Μαὼρ καὶ Χερμὲλ καὶ ᾿Οζὶβ καὶ ᾿Ιτὰν
Ἐπίσης ἡ Μαώρ, ἡ Χερμέλ, ἡ Ὀζίβ, ἡ Ἰτάν,
- 56
καὶ ᾿Ιαριὴλ καὶ ᾿Αρικὰμ καὶ Ζακαναΐμ
ἡ Ἰαριήλ, ἡ Ἀρικάμ, ἡ Ζακαναΐμ
- 57
καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·
ἡ Γαβαά, ἡ Θαμναθά· ὅλες αὐτὲς εἶναι συνολικὰ ἐννιὰ καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 58
᾿Αλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν
Ἐπίσης εὑρίσκοντο ἡ Ἀλουά, ἡ Βαιθσούρ, ἡ Γεδδών,
- 59
καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν· Θεκὼ καὶ ᾿Εφραθὰ (αὕτη ἐστὶ Βηθλεὲμ) καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Θωβὴς καὶ Καρὲμ καὶ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
ἡ Μαγαρώθ, ἡ Βαιθανάμ, ἡ Θεκούμ· ὅλες αὐτὲς εἶναι συνολικὰ ἓξι μαζί με τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές. Ἐπίσης εὑρίσκοντο ἡ Θεκώ, ἡ Ἐφραθά (αὐτὴ εἶναι ἡ πόλις Βηθλεέμ), ἡ Φαγώρ, ἡ Αἰτάν, ἡ Κουλόν, ἡ Τατάμ, ἡ Θωβής, ἡ Καρέμ, ἡ Γαλέμ, ἡ Θεθήρ, ἡ Μανοχώ· ὅλες αὐτὲς ἦσαν συνολικὰ ἕνδεκα καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 60
Καριαθβαὰλ (αὕτη ἡ πόλις ᾿Ιαρὶμ) καὶ Σωθηβᾶ, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν
Ἐπίσης εὑρίσκοντο ἡ Καριαθβαάλ (αὐτὴ εἶναι ἡ πόλις Ἰαρίμ), ἡ Σωθηβά, δύο πόλεις καὶ τὰ χωριά (οἱ ἀγροτικοὶ συνοικισμοὶ ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 61
καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν
Ἐπίσης ἡ Βαδδαργείς, ἡ Θαραβαάμ, ἡ Αἰνών,
- 62
καὶ Αἰχιοζὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σαδὼν καὶ ᾿Αγκάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.
ἡ Αἰχιοζά, ἡ Ναφλαζὼν καὶ οἱ πόλεις Σαδὼν καὶ Ἀγκάδης· ὅλες αὐτὲς ἦσαν συνολικὰ ἑπτὰ καὶ τὰ χωριά, ποὺ ἐξαρτῶνται ἀπὸ αὐτές.
- 63
καὶ ὁ ᾿Ιεβουσαῖος κατῴκει ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ ᾿Ιούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ ᾿Ιεβουσαῖοι ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.
Οἱ Ἰεβουσαῖοι ἑκατοικοῦσαν εἰς τὴν Ἱερουσαλήμ· ἡ φυλὴ ὅμως τοῦ Ἰούδα δὲν ἠμπόρεσε νὰ τοὺς ἐξολοθρεύσῃ. Ἔτσι οἱ Ἰεβουσαῖοι ἐσυνέχιζαν νὰ κατοικοῦν εἰς τὴν Ἱερουσαλὴμ μαζὶ μὲ τοὺς Ἰουδαίους, μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται αὐτά.
