Ιησούς του Ναυή, κεφάλαιο 14
- 1
ΚΑΙ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν ᾿Ισραὴλ ἐν τῇ γῇ Χαναάν, οἷς κατεκληρονόμησαν αὐτοῖς ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν ᾿Ισραήλ.
Αὐτοὶ εἶναι οἱ Ἰσραηλῖται, οἱ ὁποῖοι Ἐλαβαν κληρονομίαν εἰς τὴν γῆν Χαναάν. Εἰς αὐτοὺς ἐμοιρασάν με κλῆρον τὴν γῆν, ποὺ εὑρίσκετο εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη, ὁ ἀρχιερεὺς Ἐλεάζαρ, ὁ Ἰησοῦς υἱὸς τοῦ Ναυῆ καὶ οἱ ἀρχηγοὶ τῶν φυλῶν καὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τοῦ Ἰσραήλ.
- 2
κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ ᾿Ιησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου,
Ὅσοι ἔλαβαν κληρονομίαν, ἐπῆραν τὸ μερίδιόν των μὲ κλήρους, ὅπως ἀκριβῶς ἔδωσεν ἐντολὴν ὁ Κύριος. Διὰ χειρὸς τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἔγινε ἡ διανομὴ εἰς τὶς ἐννέα φυλὲς καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ, ποὺ ἐγκατεστάθησαν εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη.
- 3
καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς,
Εἰς τοὺς Λευῖτες ὅμω ς δὲν ἔδωκε καμμίαν κληρονομίαν εἰς τὴν χώραν αὐτήν. Παρ’ ὅλα αὐτά, τὰ μερίδια, εἰς τὰ ὁποῖα διῃρέθη ἡ γῆ, ἦσαν δώδεκα, διότι
- 4
ὅτι ἦσαν οἱ υἱοὶ ᾿Ιωσὴφ δύο φυλαὶ Μανασσῆ καὶ ᾿Εφραίμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ' ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι καὶ τὰ κτήνη αὐτῶν.
οἱ ἀπόγονοι τοῦ Ἰωσὴφ ἀποτελοῦσαν δύο φυλές, τὴν φυλὴν τοῦ Μανασσῆ καὶ τὴν φυλὴν τοῦ Ἐφραίμ, ὅμως δὲν ἐδόθη μερίδιον κληρονομίας εἰς τὴν χώραν εἰς τοὺς Λευῖτες· εἰς αὐτοὺς ἐδόθησαν μόνον πόλεις διὰ νὰ κατοικοῦν, καὶ τὰ γύρω ἀπὸ τὶς πόλεις αὐτές βοσκοτόπια διὰ τὰ ζῶα των καθὼς καὶ τὰ ζῶα των.
- 5
ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐμέρισαν τὴν γῆν.
Ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν, ἔτσι ἔκαμαν οἱ Ἰσραηλῖται καὶ διεμοίρασαν τὴν γῆν Χαναάν.
- 6
Καὶ προσήλθοσαν οἱ υἱοὶ ᾿Ιούδα πρὸς ᾿Ιησοῦν ἐν Γαλγάλ, καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ ᾿Ιεφονὴ ὁ Κενεζαῖος· σὺ ἐπίστῃ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνή·
Ὡρισμένοι ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰούδα ἦλθαν εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ εἰς τὰ Γάλγαλα. Καὶ ἕνας ἀπὸ αὐτούς, ὁ Χάλεβ, ὁ υἱὸς τοῦ Ἰεφονῆ ὁ Κενεζαῖος, τοῦ εἶπε: «Σὺ γνωρίζεις πολὺ καλὰ τὴν ἐντολήν, ποὺ ἔδωκεν ὁ Κύριος εἰς τὸν Μωϋσῆν, τὸν ἄνθρωπον αὐτὸν τοῦ Θεοῦ, σχετικὰ μὲ ἐμὲ καὶ σὲ εἰς τὴν περιοχὴν τῆς Κάδης Βαρνῆ.
- 7
τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωυσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ,
Ἤμουν σαράντα ἐτῶν, ὅταν ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Θεοῦ, μὲ ἀπέστειλε ἀπὸ τὴν Κάδης Βαρνῆ νὰ κατασκοπεύσω αὐτὴν τὴν γῆν Χαναάν· καὶ ἐγώ, ὅταν ἐπέστρεψα, τοῦ ἀνέφερα μὲ εἰλικρίνειαν καὶ εὐσυνειδησίαν πληροφορίες κατὰ τὴν ἀγαθὴν ἐπιθυμίαν του.
- 8
οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου,
Ἐνῷ δὶ οἱ ἀδελφοί μου, ποὺ ἀνέβησαν ὡς κατάσκοποι μαζί μου εἰς τὴν Χαναάν, ἀπεγοήτευσαν καὶ ἐπανικόβαλαν τὸν λαὸν μὲ τὰ ὅσα εἶπαν, ἀντιθέτως ἐγὼ μὲ ὅλην τὴν ψυχήν μου ἔμεινα πιστός, ἐμίλησα μὲ εἰλικρίνειαν καὶ ἀκολούθησα Κύριον τὸν Θεόν μου.
- 9
καὶ ὤμοσε Μωυσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων· ἡ γῆ, ἐφ' ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Διὰ τὴν στάσιν μου αὐτὴν ὁ Μωϋσῆς μου ὑπεσχέθη μὲ ὅρκον κατὰ τὴν ἡμέραν ἐκείνην καὶ μοῦ εἶπεν: «Ἡ χώρα, τὴν ὁποίαν ἐπεσκέφθης καὶ ἐπεριπάτησες, θὰ εἶναι κληρονομία ἰδική σου καὶ τῶν ἀπογόνων σου αἰωνίως, διότι μὲ ὅλην τὴν ψυχήν σου ἔμεινες πιστὸς καὶ ἀκολούθησες Κύριον τὸν Θεόν μας».
- 10
καὶ νῦν διέθρεψέ με Κύριος, ὃν τρόπον εἶπε, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφ' οὗ ἐλάλησε Κύριος τὸ ρῆμα τοῦτο πρὸς Μωυσῆν καὶ ἐπορεύθη ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·
Τώρα λοιπὸν ὁ Κύριος μὲ διετήρησεν εἰς τὴν ζωήν, ὅπως ἀκριβῶς μοῦ τὸ εἶχεν ὑποσχεθῆ. Αὐτὸ δὲ εἶναι τὸ τεσσαρακοστὸν πέμπτον ἔτος ἀπὸ τότε, ποὺ ὁ Κύριος εἶπε τὰ λόγια αὐτὰ εἰς τὸν Μωϋσῆν, ἐνῷ οἱ Ἰσραηλῖται ἐβάδιζαν ἀκόμη εἰς τὴν ἔρημον. Καὶ τώρα, νά· εἶμαι ὀγδόντα πέντε ἐτῶν.
- 11
ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωυσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον.
Ὅμως παρὰ τὴν ἡλικίαν αὐτὴν εἶμαι ἀκόμη δυνατὸς καὶ ἀκμαῖος, ὅπως ἤμουν τότε, ὅταν μὲ ἀπέστειλε ὁ Μωϋσῆς. Εἶμαι ἀκόμη ἀρκετὰ δυνατός, ὥστε νὰ βγαίνω καὶ νὰ μπαίνω εἰς τὴν μάχην καὶ τὸν πόλεμον.
- 12
καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ρῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. νῦν δὲ οἱ ᾿Ενακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ' ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτούς, ὃν τρόπον εἰπέ μοι Κύριος.
Καὶ τώρα ζητῶ να μοῦ δώσῃς τὴν ὀρεινὴν αὐτὴν περιοχήν, ὅπως εἶχεν ὑποσχεθῆ ὁ Κύριος κατὰ τὴν ἡμέραν ἐκείνην εἰς ἐμέ· διότι καὶ σὺ εἶχες ἀκούσει τὸν λόγον αὐτὸν κατὰ τὴν ἡμέραν ἐκείνην. Τώρα δὲ οἱ Γίγαντες (Ἐνακίμ) εὑρίσκονται ἀκόμη ἐκεῖ· κατοικοῦν εἰς πόλεις ὠχυρωμένες καὶ μεγάλες. Ἐὰν ὅμως καὶ ἐφ' ὅσον ὁ Κύριος θὰ εἶναι μαζί μου, θὰ τοὺς κτυπήσω καὶ θὰ τοὺς ἐξολοθρεύσω, ὅπως μοῦ τὸ ὑπεσχέθη ὁ Κύριος».
- 13
καὶ εὐλόγησεν αὐτὸν ᾿Ιησοῦς καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ ᾿Ιεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ.
Ὁ Ἰησοῦς τότε τὸν εὐλόγησε καὶ ἔδωκεν εἰς τὸν Χάλεβ, τὸν υἱὸν τοῦ Ἰεφονῆ, υἱὸν τοῦ Κενέζ, τὴν ὀρεινὴν περιοχὴν τῆς Χεβρὼν ὡς κληρονομίαν διὰ μόνιμον ἐγκατάστασιν.
- 14
διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ ᾿Ιεφονὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ ᾿Ισραήλ.
Διὰ τοῦτο ἡ Χεβρὼν ἔγινε κληρονομία τοῦ Χάλεβ, υἱοῦ τοῦ Ἰεφονῆ τοῦ Κενεζαίου, μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται αὐτά, διότι ὁ Χάλεβ ἀκολούθησε πιστὰ τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν.
- 15
τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις ᾿Αρβόκ· μητρόπολις τῶν ᾿Ενακὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.
Προηγουμένως τὸ ὄνομα τῆς Χεβρὼν ἦταν Ἀρβόκ· ἡ δὲ Ἀρβὸκ ἦταν ἡ πρωτεύουσα τῶν Γιγάντων (Ἐνακίμ). Καὶ ἡ χώρα Χαναὰν ἡσύχασε πλέον ἀπὸ τὸν πόλεμον.
