Ιησούς του Ναυή, κεφάλαιο 13
- 1
ΚΑΙ ᾿Ιησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν. καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· σὺ προβέβηκας τῶν ἡμερῶν, καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν.
Ο Ἰησοῦς ἦταν πλέον γέρων, πολὺ προχωρημένος εἰς τὴν ἡλικίαν. Ὁ Κύριος δὲ ἐμίλησε καὶ εἶπεν εἰς τὸν Ἰησοῦν: «Σὺ ἐγήρασες καὶ ἐπροχώρησες πολὺ εἰς τὰ χρόνια, ὑπάρχει ὅμως ἀκόμη πολλὴ χώρα, ποὺ πρέπει νὰ κατακτηθῇ.
- 2
καὶ αὕτη ἡ γῆ καταλελειμμένη· ὅρια Φυλιστιείμ, ὁ Γεσιρὶ καὶ ὁ Χαναναῖος·
Καὶ ἡ χώρα, ποὺ ἀπομένει νὰ κατακτηθῇ, εἶναι αὐτή: Ὅλη ἡ περιοχὴ ποὺ περικλείεται εἰς τὰ ὅρια τῶν Φιλισταίων, ἡ χώρα τῶν Γεσιρὶ καὶ τῶν Χαναναίων.
- 3
ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων ᾿Ακκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ ᾿Αζωτίῳ καὶ τῷ ᾿Ασκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ ᾿Ακκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ
Ἐπίσης ὅλη ἡ περιοχή, ποὺ ἀρχίζει ἀπὸ τὰ νότια τῆς ἐρήμου καὶ εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τῆς Αἰγύπτου, πρὸς βορρᾶν δὲ φθάνει μέχρι τὴν Ἀκκαρών, εἰς τὰ ἀριστερὰ τῆς χώρας τῶν Χαναναίων. Ἡ χώρα αὐτὴ θεωρεῖται ὅτι ἀνήκει εἰς τὶς πέντε σατραπεῖες τῶν Φιλισταίων· δηλαδὴ τῶν Γαζαίων (ποὺ ζοῦν εἰς τὴν Γάζαν), τῶν Ἀζωτίων (ποὺ ζοῦν εἰς τὴν Ἄζωτον), τῶν Ἀσκαλωνιτῶν (ποὺ ζοῦν εἰς τὸν Ἀσκάλωνα), τῶν Γετθαίων (ποὺ ζοῦν εἰς τὴν Γέτθ), τῶν Ἀκκαρωνιτῶν (ποὺ ζοῦν εἰς τὴν Ἀκκαρών) καὶ τῶν Εὐαίων (εἰς τὰ νότια).
- 4
ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως ᾿Αφέκ, ἕως τῶν ὁρίων τῶν ᾿Αμορραίων,
Ἐπίσης ἡ χώρα, ἡ ὁποία ἀρχίζει ἀπὸ τὴν Θαιμὰν καὶ περιλαμβάνει ὅλην τὴν γῆν Χαναάν, ποὺ εὑρίσκεται ἀπέναντι ἀπὸ τὴν Γάζαν, καὶ τὴν χώραν τῶν Σιδωνίων μέχρι τὴν Ἀφὲκ καὶ μέχρι τὰ σύνορα τῶν Ἀμορραίων.
- 5
καὶ πᾶσαν τὴν γῆν Γαβλὶ Φυλιστιείμ· καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου, ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν ἕως τῆς εἰσόδου ᾿Εμάθ·
Ἐπίσης καὶ ὅλη ἡ χώρα τῶν Γαβλιτῶν Φιλισταίων καὶ ὅλον τὸ ὅρος Λίβανος εἰς τὰ ἀνατολικὰ ἀπὸ τὸ Γαλγάλ, ποὺ εὑρίσκεται εἰς τοὺς πρόποδες τοῦ ὄρους Ἀερμὼν μέχρι τὴν εἴσοδον τῆς χώρας Ἐμάθ (ποὺ ἀποτελοῦν τὰ βόρεια σύνορα τῆς χώρας).
- 6
πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθαίμ, πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου ᾿Ισραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ ᾿Ισραήλ, ὃν τρόπον σοι ἐνετειλάμην.
Ὅλους, ὅσοι κατοικοῦν τὴν ὀρεινὴν περιοχὴν ἀπὸ τὸ ὄρος Λίβανος μέχρι τὴν Μασερεφωθαίμ, (καὶ) ὅλους τοὺς Σιδωνίους ἐγὼ ὁ παντοδύναμος Θεὸς θὰ κτυπήσω καὶ θὰ τοὺς ἑξαφανίσω ἀπὸ ἐμπρός σας, καθὼς θὰ προχωρῆτε. Σὺ ὅμως νὰ διαμοιράσῃς ἐν τῷ μεταξὺ τὴν χώραν μὲ κλῆρον εἰς τοὺς Ἰσραηλίτες, ὅπως ἀκριβῶς σὲ ἔχω διατάξει νὰ κάμῃς.
- 7
καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· ἀπὸ τοῦ ᾿Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
Τώρα λοιπὸν διαμοίρασε τὴν χώραν αὐτὴν ὡς κληρονομίαν εἰς τὶς ἐννέα φυλὲς καὶ εἰς τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ. Δηλαδὴ τὴν περιοχὴν ἀπὸ τὸν Ἰορδάνην ποταμόν (εἰς τὰ ἀνατολικὰ) μέχρι τὴν Μεσόγειον Θάλασσαν εἰς τὰ δυτικά. Ἡ Μεσόγειος Θάλασσα εἰς τὰ δυτικὰ θὰ ἀποτελῇ τὰ ὅρια τῆς χώρας, τὴν ὁποίαν θὰ διαμοιράσῃς εἰς τοὺς Ἰσραηλῖτες».
- 8
ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ρουβὴν καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου· κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου,
Εἰς τὶς δύο φυλὲς τοῦ Ρουβὴν καὶ τοῦ Γὰδ καὶ εἰς τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ ὁ Μωϋσῆς ἔδωκεν ἤδη πρὸς ἐγκατάστασιν τὴν περιοχήν, ποὺ εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη. Εἰς τὰ ἀνατολικὰ ἔδωκεν ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου, περιοχὴν διὰ κληρονομίαν καὶ μόνιμον ἐγκατάστασιν.
- 9
ἀπὸ ᾿Αροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου ᾿Αρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβὰ ἕως Δαιβάν,
Ἡ περιοχὴ αὐτὴ ἐξετείνετο (εἰς τὰ νότια) ἀπὸ τὴν Ἀροήρ, ἡ ὁποία εὑρίσκεται εἰς τὴν ὄχθην τοῦ χειμάρρου Ἀρνῶν, καὶ ἀπὸ τὴν πόλιν, ποὺ εὑρίσκεται εἰς τὴν μέσην τῆς πεδιάδος ἐκείνης καὶ περιελάμβανε ὁλόκληρον τὴν περιοχὴν Μισὼρ ἀπὸ τὴν Μαιδαβὰ ἕως τὴν Δαιβάν·
- 10
πάσας τὰς πόλεις Σηὼν βασιλέως ᾿Αμορραίων, ὃς ἐβασίλευσεν ἐν ᾿Εσεβών, ἕως τῶν ὁρίων υἱῶν ᾿Αμμῶν,
(ἡ περιοχὴ περιελάμβανε) καὶ ὅλες τὶς πόλεις τοῦ Σηών, βασιλιᾶ τῶν Ἀμορραίων, ὁ ὁποῖος ἐβασίλευεν εἰς τὴν πόλιν Ἐσεβών, μέχρι τὰ σύνορα τῶν Ἀμμωνιτῶν·
- 11
καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρὶ καὶ τοῦ Μαχατί, πᾶν ὄρος ᾿Αερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Σελλά,
ἡ ἰδία περιοχὴ περιελάμβανε ὁλόκληρον τὴν χώραν Γαλαάδ, τὶς περιοχὲς Γεσιρὶ καὶ Μαχατί, ὁλόκληρον τὸ ὅρος Ἀερμὼν καὶ ὁλόκληρον τὴν χώραν Βασανίτιδα μέχρι τὴν Σελλά·
- 12
πᾶσαν τὴν βασιλείαν ῍Ωγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλόθρευσε.
περιελάμβανεν ἐπίσης ὁλόκληρον τὸ βασίλειον τοῦ Ὢγ εἰς τὴν χώραν Βασάν, ὁ ὁποῖος (Ὤγ) εἶχεν ὡς ἕδραν τοῦ βασιλείου του τὴν Ἀσταρὼθ καὶ τὴν Ἐδραΐν. Ὁ βασιλιᾶς αὐτός (ὁ Ὤγ) ἦταν ὁ μόνος, ποὺ εἶχεν ἀπομείνει ἀπὸ τὴν φυλὴν τῶν γιγάντων. Αὐτὸν δἐ (ὡς γνωστὸν) τὸν ἐκτύπησε, τὸν ἐνίκησε καὶ τὸν κατέστρεψεν ἐντελῶς ὁ Μωϋσῆς.
- 13
καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸν Γεσιρὶ καὶ τὸν Μαχατὶ καὶ τὸν Χαναναῖον, καὶ κατῴκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τῆς σήμερον ἡμέρας.
Οἱ Ἰσραηλῖται ὅμως δὲν ἐξωλόθρευσαν τοὺς λαοὺς Γεσιρί, Μαχατὶ καὶ Χαναναίους. Ὁ δὲ βασιλιᾶς τῶν Γεσιρὶ καὶ Μαχατὶ κατοικεῖ μέχρι τῆς ἡμέρας, ποὺ γράφονται αὐτά, μεταξὺ τῶν Ἰσραηλιτῶν.
- 14
πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς ᾿Ισραήλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος. καὶ οὗτος ὁ καταμερισμός, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ.
Μόνον δὲ εἰς τὴν φυλὴν τοῦ Λευῒ δὲν ἔδωκεν ὁ Μωϋσῆς χώραν διὰ κληρονομίαν καὶ ἐγκατάστασιν. Εἰς αὐτοὺς ὡς κληρονομία εἶναι Κύριος ὁ Θεὸς Ἰσραήλ, δηλαδὴ οἱ Λευῖται θὰ ἐλάμβαναν ὡς κληρονομίαν ἀπὸ τὶς θυσίες, ποὺ θὰ ἐπροσφέροντο εἰς τὸν Θεὸν ἀπὸ τὸν Ἰσραήλ, ὅπως τοὺς νπεσχέθη ὁ ἴδιος ὁ Κύριος. Αὐτὴ λοιπὸν εἶναι ἡ διανομὴ τῆς χώρας εἰς τὶς 2,1/2 φυλές, ποὺ ἔκαμεν ὁ Μωϋσῆς μεταξὺ τῶν Ἰσραηλιτῶν εἰς τὶς στέππες τῆς Μωάβ, εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη, ἀπέναντι τῆς πόλεως Ἱεριχοῦς.
- 15
Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ρουβὴν κατὰ δήμους αὐτῶν.
Ὁ Μωϋσῆς ἐμοίρασεν εἰς τὴν φυλὴν Ρουβὴν τὴν κληρονομίαν κατὰ τοὺς δήμους της.
- 16
καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος ᾿Αρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι ᾿Αρνῶν. καὶ πᾶσαν τὴν Μισὼρ ἕως ᾿Εσεβὼν
Ἡ περιοχὴ τῆς φυλῆς αὐτῆς ἐξετείνετο ἀπὸ τὴν Ἀροήρ, ποὺ εὑρίσκεται εἰς τὴν ὄχθην ἀνατολικὰ τοῦ ποταμοῦ Ἀρνῶν. Εἰς τὴν περιοχὴν αὐτὴν περιλαμβάνεται καὶ ἡ πόλις, ποὺ εὑρίσκεται εἰς τὴν κοιλάδα Ἀρνών, καὶ ὅλη ἡ περιοχὴ Μισὼρ μέχρι τὴν Ἐσεβών·
- 17
καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ καὶ Δαιβὼν καὶ Βαμωθβάαλ καὶ οἴκου Βεελμὼν
ἐπίσης ὅλες οἱ πόλεις, ποὺ εὐρίσκονται εἰς τὴν Μισώρ, καὶ ἡ Δαιβὼν καὶ ἡ Βαμωθβάαλ καὶ ὁ οἶκος Βεελμών·
- 18
καὶ ᾿Ιασσὰ καὶ Κεδημὼθ καὶ Μεφαὰθ
ἡ Ἰασσὰ καὶ ἡ Κεδημὼθ καὶ ἡ Μεφαάθ·
- 19
καὶ Καριαθαὶμ καὶ Σεβαμὰ καὶ Σεραδὰ καὶ Σιὼρ ἐν τῷ ὄρει ᾿Εμὰκ
ἡ Καριαθαίμ, ἡ Σεβαμά, ἡ Σεραδὰ καὶ ἡ Σιὼρ εἰς τὸ ὅρος Ἐμάκ·
- 20
καὶ Βαιθφογὸρ καὶ ᾿Ασηδὼθ Φασγὰ καὶ Βαιθασειμὼθ
ἀκόμη ἡ Βαιθφογὸρ καὶ ἡ Ἀσηδὼθ Φασγὰ καὶ ἡ Βαιθασειμώθ.
- 21
καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν ᾿Αμορραίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ καὶ τὸν Εὐὶ καὶ τὸν Ροκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβὲ ἄρχοντας παρὰ Σηὼν καὶ τοὺς κατοικοῦντας τὴν γῆν.
Ἡ περιοχὴ αὐτὴ περιελάμβανεν ἐπίσης ὅλες τὶς πόλεις Μισὼρ καὶ ὁλόκληρον τὸ βασίλειον τοῦ Σηών, τοῦ βασιλιᾶ τῶν Ἀμορραίων, τὸν ὁποῖον (ὡς γνωστὸν) ἐνίκησε καὶ ἐφόνευσεν ὁ Μωϋσῆς. Ὁ Μωϋσῆς ἐνίκησε καὶ ἐφόνευσεν ἐπίσης τοὺς ἡγεμόνες τῆς Μαδιάμ, τὸν Εὐῒ καὶ τὸν Ροκὸμ καὶ τὸν Σοὺρ καὶ τὸν Οὒρ καὶ τὸν Ροβέ, τοὺς ἀξιωματικούς, ποὺ ἦσαν κοντὰ εἰς τὸν βασιλιᾶ Σηών, καθὼς καὶ ὅλους τοὺς κατοίκους τῆς χώρας ἐκείνης.
- 22
καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεώρ, τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ροπῇ.
Μεταξὺ δὲ ἐκείνων, ποὺ ἐσκότωσαν κατὰ τὴν ἐπίθεσιν οἱ Ἰσραηλῖται, ἦταν καὶ ὁ μάντις Βαλαάμ, ὁ υἱὸς τοῦ Βεώρ.
- 23
ἐγένετο δὲ τὰ ὅρια Ρουβήν· ᾿Ιορδάνης ὅριον, αὕτη ἡ κληρονομία υἱῶν Ρουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
Τὰ δυτικὰ ὅρια τῆς περιοχῆς, ποὺ ἐδόθη ὡς κληρονομία εἰς τὸν Ρουβήν, ἦταν ὁ ποταμὸς Ἰορδάνης. Αὐτὴ εἶναι ἡ κληρονομία τῆς φυλῆς τοῦ Ρουβὴν κατὰ τοὺς δήμους της - ἡ κληρονομία πόλεων καὶ χωριῶν (ἀγροτικῶν συνοικισμῶν).
- 24
ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
Ὁ Μωυσῆς δὲ ἐμοίρασεν εἰς τὴν φυλὴν Γὰδ τὴν κληρονομίαν κατὰ τοὺς δήμους της.
- 25
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ᾿Ιαζήρ, πᾶσαι πόλεις Γαλαὰδ καὶ τὸ ἥμισυ γῆς υἱῶν ᾿Αμμῶν ἕως ᾿Αροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ραββά,
Τὰ ὅρια τῆς περιοχῆς τῆς φυλῆς αὐτῆς ἄρχιζαν ἀπὸ τὴν Ἰαζήρ. Εἰς τὴν περιοχὴν αὐτὴν ἐπεριλαμβάνοντο ὅλες οἱ πόλεις Γαλαάδ, τὸ ἥμισυ τῆς χώρας τῶν Ἀμμωνιτῶν μέχρι τὴν Ἀροήρ, ἡ ὁποία εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τῆς Ραββά.
- 26
καὶ ἀπὸ ᾿Εσεβὼν ἕως Ραμὼθ κατὰ τὴν Μασσηφὰ καὶ Βοτανὶμ καὶ Μααναΐν ἕως τῶν ὁρίων Δαβίρ,
Ἡ περιοχή των ἐξετείνετο ἀπὸ τὴν Ἐσεβὼν μέχρι τὴν Ραμὼθ κοντὰ εἰς τὴν Μασσηφά, τὴν Βοτανὶμ καὶ τὴν Μααναῒν μέχρι τὰ σύνορα τῆς Δαβίρ.
- 27
καὶ ᾿Εμὲκ Βαιθαρὰμ Βανθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως ᾿Εσεβών, καὶ ὁ ᾿Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερὲθ πέραν τοῦ ᾿Ιορδάνου ἀπ' ἀνατολῶν.
Ἡ ἰδία περιοχὴ περιελάμβανεν ἐπίσης τὴν Ἐμέκ, Βαιθαράμ, Βανθαναβρά, Σοκχωθά, Σαφὰν καὶ τὴν ὑπόλοιπον περιοχὴν τοῦ βασιλείου τοῦ Σηών, βασιλιᾶ τῆς πόλεως Ἐσεβών. Τὰ δυτικὰ ὅριά των ἦταν ὁ ποταμὸς Ἰορδάνης μέχρι τῆς περιοχῆς, ποὺ εὑρίσκεται ἡ λίμνη Γεννησαρέτ (θάλασσα τῆς Γαλιλαίας), εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη.
- 28
αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
Αὐτὴ εἶναι ἡ κληρονομία τῆς φυλῆς τοῦ Γάδ, κατὰ τοὺς δήμους της - ἡ κληρονομία πόλεων καὶ χωριῶν (ἀγροτικῶν συνοικισμῶν).
- 29
καὶ ἔδωκε Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασσῆ κατὰ δήμους αὐτῶν.
Ὁ Μωϋσῆς ἐμοίρασεν ἐπίσης εἰς τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ ὡς κληρονομίαν κατὰ τοὺς δήμους της τὴν ἑξῆς περιοχήν:
- 30
καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναΐμ καὶ πᾶσα βασιλεία Βασανὶ καὶ πᾶσα βασιλεία ῍Ωγ βασιλέως τῆς Βασὰν καὶ πάσας τὰς κώμας ᾿Ιαΐρ, αἵ εἰσιν ἐν τῇ Νασανίτιδι, ἑξήκοντα πόλεις,
Ἡ χώρα, ποὺ τοὺς ἔδωκεν, ἐξετείνετο ἀπὸ τὴν Μααναῒμ καὶ περιελάμβανε ὅλην τὴν περιοχὴν τοῦ βασιλείου Βασανὶ καὶ ὁλόκληρον τὸ βασίλειον τοῦ Ὤγ, βασιλιᾶ τῆς Βασάν, καὶ ὅλες τὶς ἐπαρχιακὲς πόλεις (ἢ κωμοπόλεις) τῆς Ἰαΐρ, ποὺ εὑρίσκονται εἰς τὴν χώραν Βασάν, συνολικῶς ἑξῆντα πόλεις.
- 31
καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ καὶ ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν, πόλεις βασιλείας ῍Ωγ ἐν τῇ Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχὶρ υἱοῦ Μανασσῆ, κατὰ δήμους αὐτῶν.
Περιελάμβανε ἀκόμη τὸ ἥμισυ τῆς περιοχῆς Γαλαάδ, ὅπως ἐπίσης τὴν Ἀσταρὼθ καὶ τὴν Ἐδραΐν, τὶς πόλεις τοῦ βασιλείου τοῦ Ὢγ εἰς τὴν χώραν Βασάν. Ὅλες αὐτὲς ἐδόθησαν ὡς κληρονομία εἰς τοὺς δήμους, ποὺ κατήγοντο ἀπὸ τὸν Μαχίρ, υἱὸν τοῦ Μανασσῆ.
- 32
οὗτοι οὓς κατεκληρονόμησε Μωυσῆς πέραν τοῦ ᾿Ιορδάνου ἐν ᾿Αραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἀπ' ἀνατολῶν.
Αὐτές εἶναι οἱ περιοχές, τὶς ὁποῖες ἔδωκεν ὡς κληρονομίαν καὶ κατοχὴν ὁ Μωϋσῆς εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη, ὅταν (ὁ Μωϋσῆς μὲ τὸν Ἰσραηλιτικὸν λαὸν) εὑρίσκετο εἰς τὶς στέππες τῆς Μωάβ, εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη, ἀπέναντι τῆς πόλεως Ἱεριχοῦς.
