Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

Ιησούς του Ναυή, κεφάλαιο 12

20 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΚΑΙ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου ἀφ' ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος ᾿Αρνῶν ἕως τοῦ ὄρους ᾿Αερμὼν καὶ πᾶσαν τὴν γῆν ῎Αραβα ἀπ' ἀνατολῶν·

    Οἱ δὲ βασιλεῖς τῶν χωρῶν, ποὺ ἐνίκησαν καὶ ἐσκότωσαν οἱ Ἰσραηλῖται καὶ τῶν ὁποίων τὶς χῶρες ἐκυρίευσαν καὶ ἐκληρονόμησαν εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη, ἀπὸ τὴν κοιλάδα τοῦ χειμάρρου Ἀρνών (πρὸς νότον) μέχρι τὸ ὅρος Ἀερμών (πρὸς βορρᾶν) καὶ μέχρι τὴν κοιλάδα Ἄραβα, ποὺ εὑρίσκεται εἰς τὰ ἀνατολικά τοῦ Ἰορδάνη, εἶναι αὐτοὶ οἱ δύο:

  2. 2

    Σηὼν τὸν βασιλέα τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβὼν κυριεύων ἀπὸ ᾿Αροήρ, ἣ ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως ᾿Ιαβόκ, ὅρια υἱῶν ᾿Αμμών,

    Ὁ ἕνας εἶναι ὁ Σηών, ὁ βασιλιᾶς τῶν Ἀμορραίων, ὁ ὁποῖος ἑκατοικοῦσε εἰς τὴν Ἐσεβῶν. Αὐτὸς ἦταν κυρίαρχος εἰς τὴν περιοχήν, ποὺ ἐκτείνεται (πρὸς νότον) ἀπὸ τὴν Ἀροήρ, ἡ ὁποία εὑρίσκεται εἰς τὴν κοιλάδα, παραπλεύρως τῆς κοιλάδος τοῦ ποταμοῦ Ἀρνῶν, συγκεκριμένως εἰς μέρος τῆς ὄχθης τοῦ Ἀρνῶν ἡ περιοχὴ τοῦ πρὸς βορρᾶν περιλαμβάνει τὸ ἥμισυ τῆς Γαλαὰδ μέχρι τὸν χείμαρρον Ἰαβόκ, ὁ ὁποῖος εἶναι τὸ σύνορον τῶν Ἀμμωνιτῶν.

  3. 3

    καὶ ῎Αραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ' ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης ῎Αραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ ᾿Ασειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ ᾿Ασηδὼθ Φασγά·

    Ἡ κυριαρχία τοῦ Σηὼν ἐπροχωροῦσε ἀπὸ τὴν κοιλάδα Ἄραβα) τοῦ Ἰορδάνη (πρὸς βορρᾶν) μέχρι τὴν πεδιάδα τῆς λίμνης Γεννησαρὲτ εἰς τὰ ἀνατολικὰ καί (πρὸς νότον) μέχρι τῆς λίμνης, ποὺ εὑρίσκεται εἰς τὴν πεδιάδα αὐτήν, ἡ ὁποία ὀνομάζεται Ἁλμυρὰ ἢ Νεκρὰ Θάλασσα, ποὺ περνᾷ ὁ δρόμος πρὸς τὴν Ἀσειμώθ· δηλαδὴ ἀπὸ Θαιμὰν πρὸς τὴν κατεύθυνσιν τῆς Ἀσηδώθ, ποὺ εὑρίσκεται εἰς τὴν κατωφέρειαν τοῦ ὄρους Φασγά.

  4. 4

    καὶ ῍Ωγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων ὁ κατοικῶν ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν,

    Ὁ ἄλλος ἦταν ὁ Ὤγ, ὁ βασιλιᾶς τῆς Βασάν, ὁ ὁποῖος ἦταν ἕνας ἀπὸ τὰ κατάλοιπα τῶν γιγάντων καὶ ὁ ὁποῖος ἑκατοικοὑσε εἰς τὴν Ἀσταρὼθ καὶ εἰς τὴν Ἐδραΐν.

  5. 5

    ἄρχων ἀπὸ ὄρους ᾿Αερμὼν καὶ ἀπὸ Σελχοὶ καὶ πᾶσαν τὴν γῆν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχὶ καὶ τὸ ἡμισυ Γαλαὰδ ὁρίων Σηὼν βασιλέως ᾿Εσεβών.

    Ὁ Ὢγ ἦταν κυρίαρχος εἰς τὴν περιοχήν, ποὺ ἐκτεινεται

  6. 6

    Μωυσῆς ὁ παῖς Κυρίου καὶ υἱοὶ ᾿Ισραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ρουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῇ.

    Τοὺς δύο αὐτοὺς βασιλεῖς ἐκτύπησαν καὶ ἐνίκησαν ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου, καὶ οἱ Ἰσραηλῖται. Καὶ ἀφοῦ ἐκυρίευσαν τὶς περιοχές των, ὁ Μωϋσῆς ἐμοίρασε τὶς χῶρες τοῦ Σηὼν καὶ τοῦ Ὢγ καὶ τὶς ἔδωκεν ὡς κληρονομίαν εἰς τὴν φυλὴν τοῦ Ρουβὴν καὶ τοῦ Γὰδ καὶ εἰς τὸ ἥμισυ τῆς φυλῆς τοῦ Μανασσῆ.

  7. 7

    Καὶ οὗτοι οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οὓς ἀνεῖλεν ᾿Ιησοῦς καὶ υἱοὶ ᾿Ισραὴλ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὴν ᾿Ιησοῦς ταῖς φυλαῖς ᾿Ισραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,

    Αὐτοὶ δὲ εἶναι οἱ βασιλεῖς τῶν Ἀμορραίων, τοὺς ὁποίους ἐσκότωσεν ὁ Ἰησοῦς καὶ οἱ Ἰσραηλῖται εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη, εἰς τὴν περιοχὴν ποὺ ἐκτείνεται ἀπὸ τὴν θάλασσαν Βααλγάδ (ὡρισμένα χειρόγραφα παραλείπουν τὴν λέξιν «θάλασσα»), ἡ ὁποία εὑρίσκεται εἰς τὴν πεδιάδα τοῦ Λιβάνου, μέχρι τὸ ὅρος Χελχά, τὸ ὁποῖον προχωρεῖ καὶ ἀνεβαίνει εἰς τὸ ὅρος Σηεὶρ (εἰς τὴν χώραν Ἐδὼμ πρὸς νότον). Ὁ Ἰησοῦς ἐμοίρασε τὶς χῶρες τῆς περιοχῆς αὐτῆς καὶ τὶς ἔδωκε μὲ κλῆρον ὡς κληρονομίαν εἰς τὶς φυλὲς τοῦ Ἰσραήλ. ἀπὸ τὸ ὅρος Ἀερμὼν καὶ ἀπὸ τοὺς Σελχοὺς καὶ εἰς ὅλην τὴν χώραν Βασὰν μέχρι τὰ σύνορα τῶν Γεσουριτῶν καὶ τῶν Μαχαϊτῶν καὶ εἰς τὸ ἥμισυ τῆς χώρας Γαλαάδ, ὅπου εἶναι τὰ σύνορα τοῦ Σηών, βασιλιᾶ τῆς Ἐσεβών.

  8. 8

    ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν ῎Αραβα καὶ ἐν ᾿Ασηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Ναγέβ, τὸν Χετταῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Ιεβουσαῖον·

    Ὁ Ἰησοῦς καί οἰ Ἰσραηλῖται ἐκυρίευσαν καὶ κατέλαβαν ἐπίσης τὴν ὀρεινὴν περιοχὴν καὶ τὴν πεδινήν (εἰς τὰ δυτικά) μέχρι τὴν κοιλάδα τοῦ Ἰορδάνη, τὴν Ἀσηδὼθ μέχρι τὴν ἔρημον καὶ τὴν Ναγέβ (εἰς τὸν νότον). Ἐκυρίευσαν καὶ κατέλαβαν τὴν περιοχὴν τῶν Χετταίων καὶ τῶν Ἀμορραίων καὶ τῶν Χαναναίων καὶ τῶν Φερεζαίων καὶ τῶν Εὐαίων καὶ τῶν Ἰεβουσαίων.

  9. 9

    τὸν βασιλέα ῾Ιεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστι πλησίον Βαιθήλ,

    Ὁ Ἰησοῦς καί οἰ Ἰσραηλῖται ἐνίκησαν καὶ ὑπέταξαν τοὺς ἀκολούθους βασιλεῖς: Τὸν βασιλιᾶ τῆς Ἱεριχοῦς καὶ τὸν βασιλιᾶ τῆς Γαί, ποὺ εὑρίσκεται κοντὰ εἰς τὴν Βαιθήλ·

  10. 10

    βασιλέα ῾Ιερουσαλήμ, βασιλέα Χεβρών,

    τὸν βασιλιᾶ, τῆς Ἱερουσαλὴμ καὶ τὸν βασιλιᾶ τῆς Χεβρών·

  11. 11

    βασιλέα ῾Ιεριμούθ, βασιλέα Λαχίς,

    τὸν βασιλιᾶ τῆς Ἱεριμοὺθ καὶ τὸν βασιλιᾶ τῆς Λαχίζ·

  12. 12

    βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ,

    τὸν βασιλιᾶ τῆς Αἰλὰμ καὶ τὸν βασιλιᾶ τῆς Γαζέρ·

  13. 13

    βασιλέα Δαβίρ, βασιλέα Γαδέρ,

    τὸν βασιλιᾶ τῆς Δαβὶρ καὶ τὸν βασιλιᾶ τῆς Γαδέρ·

  14. 14

    βασιλέα ῾Ερμάθ, βασιλέα ᾿Αράθ,

    τὸν βασιλιᾶ τῆς Ἐρμὰθ καὶ τὸν βασιλιᾶ τῆς Ἀράθ·

  15. 15

    βασιλέα Λεβνά, βασιλέα ᾿Οδολλάμ,

    τὸν βασιλιᾶ τῆς Λεβνὰ καὶ τὸν βασιλιᾶ τῆς Ὀδολλάμ·

  16. 16

    βασιλέα ᾿Ηλάθ,

    τὸν βασιλιᾶ τῆς Ἠλάθ·

  17. 17

    βασιλέα Ταφούγ, βασιλέα ᾿Οφέρ,

    τὸν βασιλιᾶ τῆς Ταφοὺγ καὶ τὸν βασιλιᾶ τῆς Ὀφέρ·

  18. 18

    22βασιλέα ᾿Αφὲκ τῆς Σαρών, βασιλέα ᾿Ασώρ, βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα ᾿Αζίφ, βασιλέα Κάδης, βασιλέα Τανάχ, βασιλέα Μαγεδών, βασιλέα ᾿Ιεκονὰμ τοῦ Χερμέλ,

    22τὸν βασιλιᾶ τῆς Ἀφέκ, τῆς πεδιάδος Σαρών, τὸν βασιλιᾶ τῆς Ἀσώρ, τὸν βασιλιᾶ τῆς Συμοών, τὸν βασιλιᾶ τῆς Μαρών, τὸν βασιλιᾶ τῆς Ἀζίφ, τὸν βασιλιᾶ τῆς Κάδης, τὸν βασιλιᾶ τῆς Τανάχ, τὸν βασιλιᾶ τῆς Μαγεδών, τὸν βασιλιᾶ τῆς Ἰεκονὰμ τοῦ ὅρους Καρμήλου·

  19. 23

    βασιλέα Δὼρ τοῦ Ναφεδδώρ, βασιλέα Γωΐμ τῆς Γαλιλαίας,

    τὸν βασιλιᾶ τῆς Δώρ, τῆς ἀκτῆς τοῦ Ναφεδδώρ, τὸν βασιλιᾶ τῆς Γωῒμ τῆς Γαλιλαίας

  20. 24

    βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσιν ἐννέα.

    καὶ τὸν βασιλιᾶ τῆς Θαρσά. Ὅλοι αὐτοὶ οἱ βασιλεῖς ἦσαν εἴκοσι ἐννέα.