Ιησούς του Ναυή, κεφάλαιο 11
- 1
ΩΣ δὲ ἤκουσεν ᾿Ιαβὶν βασιλεὺς ᾿Ασώρ, ἀπέστειλε πρὸς ᾿Ιαβὰβ βασιλέα Μαρὼν καὶ πρὸς βασιλέα Συμοὼν καὶ πρὸς βασιλέα ᾿Αζίφ
Όταν ὁ Ἰαβίν, ὁ βασιλιᾶς τῆς Ἀσώρ, ἐπληροφορήθη τις νῖκες τὸν Ἰησοῦ καὶ τὴν κατάκτησιν τῆς νοτίου Χαναὰν ἀπὸ τοὺς Ἰσραηλῖτες, ἔστειλεν ἀγγελιοφόρους πρὸς τὸν Ἰωβάβ, τὸν βασιλιᾶ τῆς Μαρῶν, καὶ πρὸς τὸν βασιλιᾶ Συμοὼν καὶ πρὸς τὸν βασιλιᾶ Ἀζὶφ
- 2
καὶ πρὸς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς ῎Αραβα ἀπέναντι Κενερὼθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Φεναεδδὼρ
καὶ πρὸς τοὺς βασιλεῖς, ποὺ ἦσαν εἰς τὴν μεγάλην πόλιν τῆς Σιδῶνος, εἰς τὴν βόρειον ὀρεινὴν περιοχὴν καὶ εἰς τὴν κοιλάδα τοῦ Ἰορδάνη Ἄραβα) ἀπέναντι τῆς Γεννησαρὲτ καὶ εἰς τὴν πεδιάδα καὶ εἰς Φεναεδδώρ (μεταξὺ τοῦ ὅρους Κάρμηλον καὶ τῆς πόλεως Καισαρείας)
- 3
καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν καὶ εἰς τοὺς παραλίους ᾿Αμορραίους καὶ τοὺς Χετταίους καὶ Φερεζαίους καὶ ᾿Ιεβουσαίους τοὺς ἐν τῷ ὄρει καὶ τοὺς Εὐαίους καὶ τοὺς ὑπὸ τὴν ᾿Αερμὼν εἰς γῆν Μασσηφά.
καὶ πρὸς τοὺς Χαναναίους πρὸς ἀνατολάς (ποὺ εὐρίσκοντο δηλαδὴ εἰς τὴν δυτικὴν ὄχθην τοῦ Ἰορδάνη) καὶ πρὸς δυσμάς (εἰς τὰ παράλια τῆς Μεσογείου Θαλάσσης) καὶ πρὸς τοὺς Ἀμορραίους, ποὺ ἑκατοικοῦσαν εἰς τὰ παράλια τῆς Μεσογείου θαλάσσης, καὶ πρὸς τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ἰεβουσαίους, ποὺ ἑκατοικοῦσαν εἰς τὰ ὀρεινά, καὶ πρὸς τοὺς Εὐαίους, ποὺ ἑκατοικοῦσαν εἰς τοὺς πρόποδες τοῦ ὅρους Ἀερμών, εἰς τὴν χώραν Μασσηφά (σημερινὴ Κοίλη Συρία), Ὅλους αὐτοὺς τοὺς ἐκάλεσεν εἰς συμμαχίαν καὶ πόλεμον ἐναντίον τῶν Ἰσραηλιτῶν.
- 4
καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετ' αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα.
Ὅλοι αὐτοὶ οἰ λαοὶ ἐξώρμησαν κατὰ τῶν Ἰσραηλιτῶν μαζὶ μὲ τοὺς βασιλεῖς των - ἦσαν δὲ πλῆθος πολυάριθμον· τόσον πολύ, ὅση καὶ ἡ ἄμμος τῆς θαλάσσης. Μαζί των εἶχαν καὶ ἱππικὸν καὶ πολεμικὰ ἅρματα πάρα πολλά.
- 5
καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν ᾿Ισραήλ.
Ὅλοι αὐτοὶ οἱ βασιλεῖς ἐσυμμάχησαν, ἔνωσαν καὶ συνεκέντρωσαν τὶς στρατιωτικές των δυνάμεις καὶ ἐστρατοπέδευσαν ἀπὸ κοινοῦ κοντὰ εἰς τὰ νερὰ τῆς λίμνης Μαρῶν (εἶναι ἡ βορειότερη καὶ μικρὴ λίμνη, ποὺ συναντᾷ ὁ Ἰορδάνης), διὰ νὰ πολεμήσουν ἐναντίον τῶν Ἰσραηλιτῶν.
- 6
καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ ᾿Ισραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί.
Τότε ὁ Κύριος εἶπε πρὸς τὸν Ἰησοῦν: «Μὴ φοβηθῇς ὅταν θὰ τοὺς συνάντησῃς ἐμπρός σου, διότι ἐγὼ αὔριον, τὴν ἰδίαν αὐτὴν ὥραν, θὰ τοὺς γεμίσω πανικὸν καὶ θὰ τοὺς παραδώσω ἡττημένους καὶ φονευμένους εἰς τὸν Ἰσραηλιτικὸν λαόν. Σὺ δὲ θὰ κόψῃς τοὺς τένοντες καὶ τὰ νεύρα τῆς κνήμης τῶν ἵππων των διὰ νὰ τοὺς σακατεύσῃς καὶ θὰ καύσῃς τὰ πολεμικά των ἅρματα».
- 7
καὶ ἦλθεν ᾿Ιησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τῇ ὀρεινῇ.
Ὁ Ἰησοῦς, ἀκολουθούμενος ἀπὸ ὅλους τοὺς πολεμιστάς του, ἔφθασεν ἔξαφνα ἐναντίον τῶν ἐχθρῶν του εἰς τὰ νερὰ τῆς λίμνης Μαρών· καὶ οἱ Ἰσραηλῖται ἐπετέθησαν ἐναντίον των εἰς τὴν ὀρεινὴν περιοχήν.
- 8
καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους ᾿Ισραήλ, καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης καὶ ἕως Μασερὼν καὶ ἕως τῶν πεδίων Μασσὼχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον.
Καὶ ὁ Κύριος παρέδωκε τοὺς ἐχθροὺς εἰς τὰ χέρια τῶν Ἰσραηλιτῶν, αὐτοὶ δὲ τοὺς ἐκτυποῦσαν, τοὺς ἐσκότωναν καὶ τοὺς κατεδίωκαν μέχρι τὴν μεγάλην πόλιν Σιδῶνα (πρωτεύουσαν τῆς Φοινίκης) καὶ μέχρι τὴν λίμνην Μασερὼν καὶ μέχρι τὶς πεδιάδες Μασσώχ, ποὺ εὑρίσκονται πρὸς τὰ ἀνατολικά. Τοὺς ἐκτύπησαν καὶ τοὺς ἐσκότωσαν ὅλους, μέχρις ὅτου δὲν ἔμεινε κανένας ἀπὸ αὐτοὺς ποὺ νὰ σωθῇ ἀπὸ τὴν σφαγὴν ἢ διὰ τῆς φυγῆς.
- 9
καὶ ἐποίησεν αὐτοῖς ᾿Ιησοῦς ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί.
Ὁ Ἰησοῦς τοὺς ἐφέρθη ὅπως ἀκριβῶς τοῦ ἔδωκεν ἐντολὴν ὁ Κύριος. Ἔκοψε τοὺς τέντοντες τῶν ἵππων των διὰ νὰ τοὺς σακατεύσῃ καὶ τὰ πολεμικά των ἅρματα τὰ ἔκαυσε.
- 10
Καὶ ἀπεστράφη ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ κατελάβετο ᾿Ασὼρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ ᾿Ασὼρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.
Κατόπιν ὁ Ἰησοῦς ἐγύρισε πίσω καὶ ἐκυρίευσε τὴν πόλιν Ἀσὼρ καὶ συνέλαβε τὸν βασιλιᾶ της. Ἦταν δὲ ἡ Ἀσὼρ προηγουμένως ἡ πιὸ ἰσχυρὴ πόλις καὶ ἡ πρωτεύουσα ὅλων ἐκείνων τῶν βασιλείων τῆς βορείου ὁμοσπονδίας.
- 11
καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν ᾿Ασὼρ ἐνέπρησαν ἐν πυρί.
Καὶ οἱ Ἰσραηλῖται ἐσκότωσαν κάθε ζωντανὴν ὕπαρξιν, ποὺ ὑπῆρχεν εἰς αὐτήν, μὲ ξίφος καὶ ἐξωλόθρευσαν τελείως ὅλους καὶ δὲν ἔμεινεν εἰς αὐτὴν κανένας ζωντανός. Καὶ τὴν πόλιν Ἀσὼρ παρέδωκαν εἰς τὶς φλόγες.
- 12
καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν ᾿Ιησοῦς καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτούς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου.
Ὁ Ἰησοῦς ἐκυρίευσε ὅλες αὐτὲς τὶς πόλεις τῶν βασιλείων καὶ συνέλαβε τοὺς βασιλεῖς των καὶ τοὺς ἐσκότωσε μὲ τὴν κόψιν τοῦ ξίφους καὶ τοὺς ἐξωλόθρευσεν ἐντελῶς, ὅπως ἀκριβῶς εἶχε δώσει διαταγὴν ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου.
- 13
ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν ᾿Ισραήλ, πλὴν ᾿Ασὼρ μόνην ἐνέπρησεν ᾿Ισραὴλ
Ἀλλὰ οἱ Ἰσραηλῖται δὲν ἔκαυσαν καμμίαν ἀπό τις πόλεις, ποὺ ἦσαν κτισμένες ἐπάνω εἰς γηλόφους ἢ λόφους ἢ ὀροπέδια, ἐκτὸς ἀπὸ τὴν Ἀσώρ· μόνον αὐτὴν παρέδωκαν εἰς τὴν φωτιάν.
- 14
καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτούς, οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον.
Οἱ Ἰσραηλῖται δὲν ἔκαυσαν ἐπίσης, ἀλλὰ ἐπῆραν καὶ ἐκράτησαν διὰ τοὺς ἑαυτούς των ὅλα τὰ λάφυρα τῶν κατοίκων της· ὅλους δὲ τοὺς ἐχθρούς των ἐσκότωσαν μὲ τὴν κόψιν τοῦ ξίφους μέχρις ὅτου τοὺς κατέστρεψαν ὅλους. Δὲν ἄφησαν καμμίαν ζωντανὴν ὕπαρξιν νὰ ζήσῃ.
- 15
ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ ᾿Ιησοῖ, καὶ οὕτως ἐποίησεν ᾿Ιησοῦς· οὐ παρέβη οὐδὲν ἀπὸ πάντων, ὧν συνέταξεν αὐτῷ Μωυσῆς.
Ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν δοῦλον του Μωϋσῆν καὶ ὅπως ἐπίσης διέταξεν ὁ Μωϋσῆς τὸν Ἰησοῦν τοῦ Ναυῆ, ἔτσι ἀκριβῶς ἐφέρθη εἰς τοὺς ἐχθρούς του ὁ Ἰησοῦς. Δὲν παρέβη τίποτε ἀπολύτως ἀπὸ ὅσα τὸν εἶχε διατάξει ὁ Μωϋσῆς.
- 16
Καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν καὶ πᾶσαν τὴν γῆν Ναγὲβ καὶ πᾶσαν τὴν γῆν Γοσὸμ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαῖς καὶ τὸ ὄρος ᾿Ισραὴλ καὶ τὰ ταπεινὰ τὰ πρὸς τῷ ὄρει
Ἔτσι ὁ Ἰησοῦς κατέλαβεν ὅλην τὴν ὀρεινὴν περιοχὴν καὶ ὅλην τὴν περιοχὴν Ναγὲβ καὶ ὅλην τὴν χώραν Γοσὸμ καὶ τὴν πεδινὴν περιοχὴν καὶ αὐτὴν ποὺ εὑρίσκετο εἰς τὰ δυτικά (τὴν χώραν τῶν Φιλισταίων) καὶ τὸ ὅρος τοῦ Ἰσραὴλ καὶ ὅλες τὶς χαμηλὲς περιοχὲς (τὴν πεδιάδα) τοῦ ὅρους αὐτοῦ·
- 17
ἀπὸ ὄρους Χελχὰ καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ καὶ ἕως Βααλγὰδ καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ ᾿Αερμὼν καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε καὶ ἀνεῖλε καὶ ἀπέκτεινε.
(κατέλαβε τὴν περιοχήν) ἀπὸ τὸ ὄρος Χελχά, τὸ ὁποῖον ἀνεβαίνει καὶ ὑψοῦται πρὸς τὸ ὅρος Σηείρ, καὶ μέχρι τοῦ Βααλγὰδ καὶ τὶς πεδιάδες τοῦ ὄρους Λιβάνου μέχρι τοὺς πρόποδες τοῦ ὄρους Ἀερμών. Καὶ ὅλους τοὺς βασιλεῖς τῶν περιοχῶν αὐτῶν τοὺς συνέλαβε καὶ τοὺς ἐσκότωσε.
- 18
καὶ ἡμέρας πλείους ἐποίησεν ᾿Ιησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον,
Ὁ Ἰησοῦς ἐπολέμησε ἐπὶ πολὺν χρόνον ἐναντίον τῶν βασιλέων αὐτῶν.
- 19
καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν ᾿Ισραήλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.
Καὶ δὲν ὑπῆρξε καμμία πόλις, τὴν ὁποίαν δὲν ἐκυρίευσαν οἰ Ἰσραηλῖται (ἐκτὸς ἀπὸ τὴν πόλιν τῶν Γαβαωνιτῶν, ποὺ ὑπέταξαν μὲ συνθήκην)· ὅλες τὶς περιοχὲς καὶ τὶς πόλεις ἐκυρίευσαν ὕστερα ἀπὸ πόλεμον.
- 20
ὅτι διὰ Κυρίου ἐγένετο κατισχῦσαι αὐτῶν τὴν καρδίαν συναντᾶν εἰς πόλεμον πρὸς ᾿Ισραήλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλ' ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν.
Τοῦτο δὲ ἔγινε μὲ τὴν βοήθειαν καὶ τὴν δύναμιν τοῦ Θεοῦ, ὁ ὁποῖος ἐγκατέλειψε καὶ ἐσκλήρυνε τὶς καρδιὲς τῶν εἰδωλολατρῶν, ὥστε νὰ ἀνθίστανται καὶ νὰ ἐπιτίθενται ἐναντίον τῶν Ἰσραηλιτῶν, καὶ ἔτσι (οἱ ἐχθροί) νὰ ἐξολοθρευθοῦν ἐντελῶς καὶ νὰ μὴ τοὺς δοθῇ καμμία χάρις,νὰ μὴ τοὺς λυπηθοῦν καθόλου οἱ Ἰσραηλῖται· ἔτσι οἱ ἐχθροί (ποὺ ἔφερναν ἀντίστασιν εἰς τὸ σχέδιον τοῦ Θεοῦ) νὰ ἐξολοθρευθοῦν ἐντελῶς, ὅπως εἶχε διατάξει ὁ Κύριος τὸν Μωϋσῆν.
- 21
Καὶ ἦλθεν ᾿Ιησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλόθρευσε τοὺς ᾿Ενακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν καὶ ἐκ Δαβὶρ καὶ ἐξ ᾿Αναβὼθ καὶ ἐκ παντὸς γένους ᾿Ισραὴλ καὶ ἐκ παντὸς ὄρους ᾿Ιούδα σὺν ταῖς πόλεσιν αὐτῶν, καὶ ἐξωλόθρευσεν αὐτοὺς ᾿Ιησοῦς.
Κατὰ τὴν ἐποχὴν ἐκείνην ὁ Ἰησοῦς ἐπετέθη καὶ ἐξωλόθρευσε τοὺς (γίγαντες) Ἐνακὶμ ἀπὸ τὴν ὀρεινὴν περιοχήν, ἀπὸ τὴν Χεβρὼν καὶ ἀπὸ τὴν Δαβὶρ καὶ ἀπὸ τὴν Ἀναβὼθ καὶ ἀπὸ ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν καὶ ἀπὸ ὅλα τὰ ὅρη τῆς φυλῆς τοῦ Ἰούδα μαζὶ μὲ τὶς πόλεις των. Ὁ Ἰησοῦς τοὺς ἐξωλόθρευσεν ἐντελῶς.
- 22
οὐ κατελείφθη τῶν ᾿Ενακὶμ ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἀλλὰ πλὴν ἐν Γάζῃ καὶ ἐν Γὲθ καὶ ἐν ᾿Ασεδὼθ κατελείφθη.
Δὲν ἔμεινε κανεὶς ἀπὸ τοὺς (γίγαντες) Ἐνακὶμ εἰς τὴν περιοχήν, ποὺ ἑκατοικοῦσαν οἱ Ἰσραηλῖται, ἐκτὸς ὀλίγων ποὺ ἔμειναν εἰς τὴν Γάζαν, τὴν Γὲθ καὶ τὴν Ἀσεδώθ.
- 23
καὶ ἔλαβεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ἔδωκεν αὐτοὺς ᾿Ιησοῦς ἐν κληρονομίᾳ ᾿Ισραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν. καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη.
Ἔτσι ὁ Ἰησοῦς ἐκυρίευσεν ὅλην τὴν χώραν, σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ ἔδωκεν ὁ Κύριος εἰς τὸν Μωϋσῆν· καὶ ὁ Ἰησοῦς ἔδωκε τὴν χώραν αὐτὴν ὡς κληρονομίαν εἰς τοὺς Ἰσραηλίτες, τὴν ἐμοίρασε κατὰ τμήματα εἰς τὶς δώδεκα φυλές των. Καὶ ἔτσι ἡ χώρα ἡσύχασεν ἀπὸ τὸν πόλεμον.
