Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΓΕΝΕΣΙΣ

Γένεσις, κεφάλαιο 11

32 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (50)
  1. 1

    ΚΑΙ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι.

    Απὸ τῆς δημιουργίας τοῦ Ἀνθρώπου μέχρι τότε ὅλοι οἱ ἄνθρωποι ὠμιλοῦσαν μίαν γλῶσσαν καὶ εἶχαν τὴν ἰδίαν ὁμιλίαν ἦσαν ὅλοι ὁμόφωνοι καὶ ὁμόγλωσσοι.

  2. 2

    καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.

    Καὶ ὅταν οἱ ἀπόγονοι τοῦ Νῶε ἐξεκίνησαν ἀπὸ τὰ ἀνατολικὰ μέρη καὶ ἐπροχώρησαν πρὸς τὰ δυτικά, εὑρῆκαν μίαν εὐρύχωρον καὶ εὔφορον πεδιάδα εἰς τὴν περιοχὴν Σενναάρ (μεταξὺ τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου) καὶ ἐγκατεστάθησαν ἐκεῖ.

  3. 3

    καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.

    Καὶ εἶπεν ὁ ἕνας πρὸς τὸν ἄλλον· «ἐμπρός, ἐλᾶτε ὅλοι μαζὶ πρόθυμα καὶ χωρὶς ἀναβολήν· ἂς καταακευάσωμεν πλιθάρια καὶ ἂς τὰ ψήσωμεν εἰς τὴν φωτιάν, διὰ νὰ γίνουν σκληρὰ καὶ στερεά». Ἔτσι ἐχρησιμοποίησαν διὰ τὸ κτίσιμον τῆς πόλεως καὶ τοῦ πύργου πλιθάρια ὡς πέτρες· καὶ ὡς λάσπην, διὰ νὰ συγκολλῶνται τὰ πλιθάρια, ἐχρησιμοποίησαν ἄσφαλτον (πίσσαν).

  4. 4

    καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.

    Κατόπιν εἶπαν μεταξύ των· «ἐμπρός, ἐλᾶτε ὅλοι μαζὶ πρόθυμα καὶ χωρὶς ἀναβολήν· ἂς κτίσωμεν διὰ τὸν ἑαυτόν μας πόλιν καὶ πύργον μεγάλον καὶ ὑψηλόν, τοῦ ὁποίου ἡ κορυφὴ θὰ φθάνῃ μέχρι τοῦ οὐρανοῦ. Μὲ αὐτὸν τὸν τρόπον θὰ ἀφήσωμεν εἰς τοὺς ἀπογόνους μας ἔνδοξον μνημεῖον, ποὺ θὰ διαλαλῇ τὸ περιβόητον ὄνομά μας, προτοῦ διασκορπισθῶμεν εἰς ὅλην τὴν ἔκτασιν τῆς γῆς».

  5. 5

    καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.

    Ὅταν ἡ ἀλαζονικὴ ἐκείνη γενεὰ ἄρχισε τὸ κτίσιμον, ὁ αἰώνιος Θεὸς κατέβη διὰ νὰ ἴδῃ τὴν πόλιν καὶ τὸν πύργον ποὺ ἔκτιζαν οἱ ἀδύνατοι ἄνθρωποι.

  6. 6

    καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.

    Καὶ τότε εἶπεν ὁ Θεός: «Νά· εἶναι ὅλοι τους ἕνας λαός, ἔχουν μίαν ἀπόφασιν καὶ ὁμιλοῦν μίαν γλῶσσαν ἄρχισαν ἤδη να πραγματοποιοῦν μὲ τρόπον ἐγωϊστικὸν αὐτὸ ποὺ ἐσκέφθησαν· καί (ὁ Θεὸς προσθέτει εἰρωνικά) ὅ,τι βάλουν εἰς τὸν νοῦν των καὶ ὅ,τὶ σκεφθοῦν, δὲν θὰ ἠμπορέσῃ κανεὶς νὰ τοὺς ἐμποδίσῃ, ἀλλὰ θὰ τὸ θέσουν εἰς ἐνέργειαν καὶ θὰ τὸ τελειώσουν».

  7. 7

    δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.

    Καὶ ὁ Θεὸς Πατήρ, ἐκφάζων τὴν ἀπόφασίν του πρὸς τὰ ἄλλα δύο πρόσωπα τῆς ἁγίας καὶ ἀδιαιρέτου καὶ ζωοποιοῦ Τριάδος, τὸν ὁμοούσιον πρὸς Αὐτὸν μονογενῆ Υἱὸν καὶ Λόγον του καὶ τὸ ὁμόθρονον καὶ συναΐδιον πρὸς Αὐτὸν Παράκλητον Πνεῦμα (ὁμιλῶν δηλαδὴ ὁ Τριαδικὸς Θεὸς ἐν Ἑαυτῷ καὶ πρὸς Ἑαυτόν), εἶπεν: «Ἐμπρός, ἂς κατεβοῦμε ἐκεῖ καὶ ἂς ἐπιφέρωμεν σύγχυσιν εἰς τὴν γλῶσσαν των διὰ νὰ μὴ ἐννοῇ ὁ ἕνας τὴν γλῶσσαν τοῦ ἄλλου καὶ νὰ μὴ ἠμποροῦν νὰ συνεννοηθοῦν μεταξύ των».

  8. 8

    καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.

    Αὐτὸ ἔγινε· ὁ Κύριος μὲ τὴν σύγχυσιν ποὺ ἔφερεν εἰς τὴν γλῶσσαν των καὶ τὴν ἀσυνεννοησίαν ποὺ ἐδημιουργησε μεταξύ των, τοὺς ἀνάγκασε νὰ διασκορπισθοῦν ἀπὸ ἐκεῖ εἰς ὅλην τὴν γῆν καὶ νὰ σταματήσουν πλέον νὰ κτίζουν τὴν πόλιν καὶ τὸν πύργον.

  9. 9

    διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

    Διὰ τοῦτο ὠνομάσθη ὁ τόπος ἐκεῖνος Βαβέλ, ποὺ σημαίνει Σύγχυσις, διότι ἐκεῖ ἐπέφερεν ὁ Θεὸς σύγχυσιν εἰς τὶς γλῶσσες τῶν ἀνθρώπων καὶ ἀπὸ ἐκεῖ τοὺς διεσκόρπισεν εἰς πλην τὴν ἔκτασιν τῆς γῆς.

  10. 10

    Καὶ αὗται αἱ γενέσεις Σήμ. καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν ᾿Αρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.

    Καὶ αὐτοὶ εἶναι οἱ ἀπόγονοι τοῦ Σήμ. Ἦταν δὲ ὁ Σὴμ ἑκατὸν ἐτῶν, ὅταν ἀπέκτησεν υἱὸν τὸν Ἀρφαξάδ, τὸ δεύτερον ἔτος μετὰ τὸν κατακλυσμόν.

  11. 11

    καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Αρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Σὴμ μετὰ τὴν γέννησιν τοῦ Ἀρφαξὰδ ἔζησεν ἀκόμη πεντακόσια ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  12. 12

    Καὶ ἔζησεν ᾿Αρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν.

    Καὶ ὁ Ἀρφαξἀδ εἰς ἡλικίαν ἑκατὸν τριάντα πέντε ἐτῶν ἀπέκτησεν υἱόν, τὸν Καϊνᾶν.

  13. 13

    καὶ ἔζησεν ᾿Αρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Ἀρφαξὰδ μετὰ τὴν γέννησιν τοῦ Καϊνᾶν ἔζησεν ἀκόμη τετρακόσια ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε. Καὶ ὁ Καϊνᾶν εἰς ἡλικίαν ἑκατὸν τριάντα ἐτῶν ἀπέκτησεν υἱόν, τὸν Σαλά. Καὶ ὁ Καϊνᾶν μετὰ τὴν γέννησιν τοῦ Σαλὰ ἔζησεν ἀκόμη τριακόσια τριάντα ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  14. 14

    Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν ῞Εβερ.

    Καὶ ὁ Σαλὰ εἰς ἡλικίαν ἑκατὸν τριάντα ἐτῶν ἀπέκτησεν υἱόν, τὸν Ἕβερ.

  15. 15

    καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ῞Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Σαλὰ μετὰ τὴν γέννησιν τοῦ Ἕβερ ἔζησεν ἀκόμη τριακόσια τριάντα ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  16. 16

    Καὶ ἔζησεν ῞Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ετη καὶ ἐγέννησε τὸν Φαλέγ.

    Καὶ ὁ Ἕβερ εἰς ἡλικίαν ἑκατὸν τριάντα τεσσάρων ἔτων ἀπέκτησεν υἱόν, τὸν Φαλέγ.

  17. 17

    καί ἔζησεν ῞Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Ἕβερ μετὰ τὴν γέννησιν τοῦ Φαλὲγ ἔζησεν ἀκόμη διακόσια ἑβδομήντα ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  18. 18

    Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ραγαῦ.

    Καὶ ὁ Φαλὲγ εἰς ἡλικίαν ἑκατὸν τριάντα ἐτῶν ἀπέκτησεν υἱόν, τὸν Ραγαῦ.

  19. 19

    καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Φαλὲγ μετὰ τὴν γέννησιν τοῦ Ραγαῦ ἔζησεν ἀκόμη διακόσια ἐννέα ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  20. 20

    Καὶ ἔζησε Ραγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ.

    Καὶ ὁ Ραγαῦ εἰς ἡλικίαν ἑκατὸν τριάντα δύο ἐτῶν ἀπέκτησεν υἱόν, τὸν Σερούχ.

  21. 21

    καὶ ἔζησε Ραγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Ραγαῦ μετὰ τὴν γέννησιν τοῦ Σεροὺχ ἔζησεν ἀκόμη διακόσια ἑπτὰ ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  22. 22

    καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ.

    Καὶ ὁ Σεροὺχ εἰς ἡλικίαν ἑκατὸν τριάντα ἐτῶν ἀπέκτησεν υἱόν, τὸν Ναχώρ.

  23. 23

    Καὶ ἔζησε Σερούχ, μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ, ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Σεροὺχ μετὰ τὴν γέννησιν τοῦ Ναχὼρ ἔζησεν ἀκόμη διακόσια ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  24. 24

    Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.

    Καὶ ὁ Ναχὼρ εἰς ἡλικίαν ἑκατὸν ἑβδομῆντα ἐννέα ἐτῶν ἀπέκτησεν υἱόν, τὸν Θάρα.

  25. 25

    καὶ ἔζησε Ναχώρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα, ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.

    Καὶ ὁ Ναχὼρ μετὰ τὴν γέννησιν τοῦ Θάρα ἔζησεν ἀκόμη ἑκατὸν εἴκοσι πέντε ἔτη καὶ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες καὶ κατόπιν ἀπέθανε.

  26. 26

    Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν ῞Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν.

    Καὶ ὁ Θάρα εἰς ἡλικίαν ἑβδομῆντα ἐτῶν ἀπέκτησε τρεῖς υἱούς, τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἀρράν.

  27. 27

    Αὗται αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν ῞Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν, καὶ ᾿Αρρὰν ἐγέννησε τὸν Λώτ.

    Αὐτοὶ εἶναι οἰ ἀπόγονοι τοῦ Θάρα· ὁ Θάρα ἀπέκτησε τρεῖς υἱούς, τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἄρράν, ὁ Ἀρρὰν δὲ ἀπέκτησεν υἱόν, τὸν Λώτ.

  28. 28

    καὶ ἀπέθανεν ᾿Αρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.

    Καὶ ὁ Ἀρρὰν ἀπέθανε πρὶν ἀπὸ τὸν πατέρα του τὸν Θάρα εἰς τὴν χώραν ὅπου ἐγεννήθη, δηλαδὴ εἰς τὴν πόλιν Οὒρ τῶν Χαλδαίων (τῆς Βαβυλωνίας).

  29. 29

    καὶ ἔλαβον ῞Αβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ ῞Αβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ ᾿Αρρὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ ᾿Ιεσχά.

    Ὁ Ἅβραμ καὶ ὁ Ναχὼρ ἐνυμφεύθησαν· τὸ ὅνομα τῆς γυναικὸς τοῦ Ἅβραμ ἦταν Σάρα καὶ τὸ ὄνομα τῆς γυναικὸς τοῦ Ναχὼρ ἦταν Μελχά· ἡ Μελχὰ ἦταν κόρη τοῦ Ἀρράν (ἀδελφοῦ τοῦ Ναχώρ), ὁ ὁποῖος ἦταν ἐπίσης καὶ πατέρας τῆς Ἰεσχά.

  30. 30

    καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.

    Ἡ δὲ Σάρα ἦταν στεῖρα καὶ δὲν ἠμποροῦσε νὰ γεννήσῃ παιδιά.

  31. 31

    καὶ ἔλαβε Θάρα τὸν ῞Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν ᾿Αρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα ῞Αβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ.

    Ὁ Θάρα παρέλαβε τὸν υἱόν του Ἅβραμ καὶ τὸν Λώτ, υἱὸν τοῦ Ἀρράν, δηλαδὴ τὸν ἐγγονόν του, καὶ τὴν νύμφην του Σάραν, δηλαδὴ τὴν σύζυγον τοῦ υἱοῦ του Ἅβραμ καὶ ἐπροχώρησαν ὅλοι μαζὶ ἀπὸ τὴν πόλιν Οὒρ τῶν Χαλδαίων διὰ νὰ μεταβοῦν εἰς τὴν χώραν Χαναάν· ἀλλ’ ὅταν ἔφθασαν εἰς τὴν Χαρράν, ἐγκατεστάθησαν ἐκεῖ.

  32. 32

    καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαρρὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαρράν.

    Καὶ τὸ σύνολον τῶν ἐτῶν ποὺ ἔζησεν ὁ Θάρα, ἔφθασε τὰ διακόσια πέντε ἔτη καὶ ἀπέθανεν ὁ Θάρα εἰς τὴν Χαρράν.