Γένεσις, κεφάλαιο 10
- 1
ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
Αὐτοὶ εἶναι οἱ ἀπόγονοι τῶν τριῶν υἱῶν τοῦ Νῶε, δηλαδὴ τοῦ Σήμ, Χὰμ καὶ Ἰάφεθ· ἀπὸ αὐτοὺς τοὺς τρεῖς ἐγεννήθησαν υἱοὶ μετὰ τὸν κατακλυσμόν.
- 2
Υἱοὶ ᾿Ιάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ ᾿Ιωύαν καὶ ᾿Ελισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας.
Οἱ υἱοὶ καὶ ἀπόγονοὶ τοῦ Ἰάφεθ εἶναι: Ὁ Γαμὲρ (οἱ Κιμμέριοι) καὶ ὁ Μαγώγ (Λυδοὶ καὶ Γυγοί) καὶ ὁ Μαδοί (οἱ Μῆδοι) καὶ ὁ Ἰωύαν (οἱ Ἴωνες) καὶ ὁ Ἐλισὰ καὶ ὁ Θοβέλ (οἱ Τιβαρηνοί) καὶ ὁ Μοσόχ (οἱ Μόσχοι εἰς τὰ Β.Δ. τῆς Ἀρμενίας) καὶ ὁ Θείρας (oἱ Ἐτροῦσκοι ἢ Τυρρηνοὶ τῆς κεντρικῆς Ἰταλίας).
- 3
καὶ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά.
Οἱ υἱοὶ καὶ οἱ ἀπόγονοι τὸν Γαμὲρ εἶναι: Ὁ Ἀσχανάζ (οἱ Σκύθαι τὸν Εὐξείνον Πόντον) καὶ ὁ Ριφάθ (Παφλαγόνες, λαοὶ σνγενικοὶ πρὸς τοὺς Κιμμερίους καὶ Σκύθας) καὶ ὁ Θοργαμά (οἱ Φρύγες).
- 4
καὶ υἱοὶ ᾿Ιωύαν· ᾿Ελισὰ καὶ Θάρσεις, Κίτιοι, Ρόδιοι.
Οἱ υἱοὶ καὶ ἀπόγονοι τὸν Ἰωύαν εἶναι: Ὁ Ἐλισά (οἱ κάτοικοι τῆς Ἀλασίας = τῆς νῆσου Κύπρου) καὶ ὁ Θάρσεις (λαὸς εἰς τὰ παράλια τῆς Ἰσπανίας), οἱ Κίτιοι (οἱ κάτοικοι τὸν Κιτίου τῆς Κύπρου), οἱ Ρόδιοι (οἱ κάτοικοι τῆς Ρόδου).
- 5
ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Ἀπὸ αὐτοὺς προῆλθαν οἱ λαοί, οἱ ὁποῖοι ἐσκορπίσθησαν καὶ ἑκατοίκησαν εἰς διάφορες εἰδωλολατρικὲς νήσους ἰδιαιτέρως τῆς Μεσογείου Θαλάσσης καὶ εἰς ἄλλες χῶρες, ποὺ εὐρισκονται γύρω ἀπὸ τὴν Μεσόγειον. Ὅλα αὐτὰ τὰ ἔθνη ἐχωρίσθησαν κατὰ γλῶσσες, φυλὲς καὶ λαούς.
- 6
Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μερσαΐν Φοὺδ καὶ Χαναάν.
Οἱ δὲ υἱοὶ καὶ οἱ ἀπόγονοι τὸν Χὰμ εἶναι: Ὁ Χούς (οἱ Αἰθίοπες) καὶ ὁ Μεσραΐν (οἱ Αἰγύπτιοι τῆς ἄνω καὶ κάτω Αἰγύπτου) καὶ ὁ Φούδ (ἴσως ὅσοι κατοικοῦν γύρω ἀπὸ τὴν σημεμινὴν Σομαλίαν) καὶ ὁ Χαναὰν (οἱ κάτοικοι τῆς Παλαιστίνης, Φοινίκης καὶ τῆς περιοχῆς τῶν Φιλισταίων).
- 7
υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν.
Οἱ δὲ υἱοὶ καὶ οἱ ἀπόγονοι τὸν Χοὺς εἶναι: Ὁ Σαβὰ (ὅσοι κατοικοῦν εἰς τὰ βόρεια τοῦ Χαρτούμ), ὁ Εὐϊλα (οἱ Αὐλῖται, ὅπως τοὺς ὀνομάζουν οἱ ἀρχαῖοι γεωγράφοι), ὁ Σαβαθά, ὁ Ρεγμά, ὁ Σαβαθακά (οἱ τρεῖς αὐτοὶ εἶναι τρία Ἀραβικὰ φῦλα). Οἱ δὲ υἱοὶ καὶ ἀπόγονοι τὸν Ρεγμὰ εἶναι ὁ Σαβά (ὅσοι κατοικοῦν εἰς τὰ Ν.Δ. τῆς Ἀραβίας) καὶ ὁ Δαδάν (ὅσοι κατοικοῦν γύρω ἀπὸ τὴν Ὑεμένην).
- 8
Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς·
Ὁ Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. Αὐτὸς ὑπῆρξεν ὁ πρῶτος γίγας εἰς τὴν περιοχήν του (ἤ, κατ’ ἄλλην ἐρμηνείαν, ὁ πρῶτος μέγας κατακτητῆς τοῦ κόσμου).
- 9
οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
Αὐτὸς ἦταν ἰσχυρός, ἀνδρεῖος κυνηγὸς ἐναντιούμενος εἰς τὸν Θεὸν (ἢ, κατ’ ἄλλην ἑρμηνείαν, μὲ τὴν βοήθειαν τοῦ Θεοῦ ἤ, κατ’ ἄλλην ἐρμηνείαν, διὰ τὸν ὁποῖον ἐθαυμάζετο ὁ Θεός). Ὁ Νεβρὼδ ἦταν τόσον σπουδαῖος, ὥστε ἔμεινε παροιμιώδης ἡ ἔκφρασις, προκειμένου νὰ τονίσουν τὴν δύναμιν κάποιου· «αὐτὸς εἶναι ὅπως ὁ Νεβρὼδ ὁ γίγας ἐναντιούμενος εἰς τὸν Θεόν».
- 10
καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ ᾿Ορὲχ καὶ ᾿Αρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ.
Ὁ Νεβρὼδ χάρις εἰς τὴν δύναμίν του (ἤ, κατ’ ἄλλην ἐρμηνείαν, χάρις εἰς τὴν βίαν, ποὺ ἄσκησε ἐπάνω εἰς τοὺς ἄλλους ἀνθρώπους) ἀπέκτησεν ἐξουσίαν καὶ ἵδρυσε βασιλείαν, τῆς ὁποίας κέντρον ὑπῆρξεν ἡ πόλις Βαβυλών (ποὺ εἶναι εἰς τὰ ἀριστερά τοῦ Εὐφράτη ποταμοῦ) καὶ ἡ πόλις Ὀρέχ (ἡ σημερινὴ Βάρκα, Ν.Α. τῆς Βαβυλῶνος) καὶ ἡ Ἀρχάδ (Β.Α. τῆς Βαβυλῶνος) καὶ ἡ Χαλάννη (πιθανῶς ἡ Κτησιφῶν τῆς Βαβυλῶνος) εἰς τὴν μεγάλην καὶ εὔφορον πεδιάδα Σενναὰρ τῆς Βαβυλῶνος.
- 11
ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ᾿Ασσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ
Καὶ ἀπὸ τὴν περιοχὴν Σενναὰρ ἀνεχώρησε καὶ ἐπροχώρησεν ὁ Ἀσσοὺρ καὶ ἔκτισε τὴν πόλιν Νινευΐ (ἐπάνω εἰς τὸν Τίγρην ποταμὸν) καὶ τὴν πόλιν Ροωβὼθ καὶ τὴν πόλιν Χαλάχ (ἡ δευτέρα πρωτεύουσα τῶν Ἀσσυρίων, ἀριστερὰ τοῦ Τίγρητος ποταμοῦ)
- 12
καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.
καὶ τὴν πόλιν Δασή, ἡ ὁποία εὑρίσκεται μεταξὺ τῆς Νινευῒ καὶ τῆς Χαλαχ· αὐτὴ ἡ Νινευῒ εἶναι ἡ πόλις ἡ μεγάλη, ἡ πρωτεύουσα τῶν Ἀσσυρίων.
- 13
καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς ᾿Ενεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ
Καὶ ὁ Μεσραΐν (δηλαδὴ ὁ Αἰγύπτιος) ἐγέννησε τοὺς Λουδιείμ (πιθανῶς εἶναι οἱ Λύδιοι τῆς Ἀφρικῆς) καὶ τοὺς Ἐνεμετιεἰμ καὶ τοὺς Λαβιείμ (οἱ κάτοικοι τῆς Λιβύης τῆς Ἀφρικῆς) καὶ τοὺς Νεφθαλιείμ (οἱ κάτοικοι τοῦ Δέλτα τοῦ Νείλου) καὶ τοὺς Πατροσωνιείμ (οἱ κάτοικοι τῆς ἄνω Αἰγύπτου, Θηβαΐδος)
- 14
καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθε Φυλιστιείμ, καὶ τοὺς Καφθοριείμ.
καὶ τοὺς Χασλωνιείμ, ἀπὸ τοὺς ὁποίους προῆλθαν οἱ Φιλισταῖοι, καὶ τοὺς Καφθοριείμ (οἱ κάτοικοι τῆς Ἑλληνικῆς νήσου Καρπάθου, οἱ μετέπειτα Κρῆτες).
- 15
Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ
Ὁ Χαναὰν δὲ ἐγέννησε τὸν πρωτότοκον υἱὸν τοῦ Σιδῶνα (οἱ κάτοικοι τῆς Σιδῶνος καὶ τῆς Φοινίκης)
- 16
καὶ τὸν Χετταῖον καὶ τὸν ᾿Ιεβουσαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αρουκαῖον
καὶ κατόπιν τοὺς ἄλλους υἱούς του, δηλαδὴ τὸν Χετταῖον (οἱ κάτοικοι τῆς ἄνω Συρίας) καὶ τὸν Ἰεβουσαῖον (οἱ πρῶτοι κάτοικοι τῆς Ἱερουσαλὴμ) καὶ τὸν Ἀμορραῖον (ὅσοι κατοικοῦν ἀνατολικῶς τοῦ Ἰορδάνου) καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον (οἱ δύο αὐτοὶ λαοὶ ἑκατοίκησαν εἰς τὸ κέντρον τῆς Παλαιστίνης) καὶ τὸν Ἀρουκαῖον
- 17
καὶ τὸν ᾿Ασενναῖον καὶ τὸν ᾿Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν ᾿Αμαθί.
καὶ τὸν Ἀσενναῖον (οἱ Ἀρουκαῖοι καὶ Ἀσενναῖοι ἑκατοικοῦσαν κοντὰ εἰς τὸ ὅρος Λίβανος) καὶ τὸν Ἀράδιον (οἱ κάτοικοι τῆς σημερινῆς Ρουάδ) καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθι (οἱ κάτοικοι ἐπὶ τοῦ ποταμοῦ Ορόντου).
- 18
καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων,
Ἀργότερα οἱ φυλὲς αυτες τῶν Χαναναίων διεσκορπίσθησαν εἰς τὴν περιοχὴν τῆς Χαναάν.
- 19
καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, ᾿Αδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
Τὰ σύνορα δὲ τῆς χώρας τῶν Χαναναίων ἐξετείνοντο ἀπὸ τὴν Σιδῶνα μέχρι τῶν Γεράρων καὶ τὴν Γάζαν εἰς τὰ νοτιο-δυτικά· πρὸς τὰ ἀνατολικὰ μέχρι τὰ Σόδομα καὶ Γόμορρα, μέχρι τὴν Ἀδαμὰ καὶ Σεβωΐμ, μέχρι τὴν Δασά (ἡ ὁποία εἶναι ὁ Λεσά, δηλαδὴ ἡ Καλλιρρόη τῶν ἀρχαίων γεωγράφων).
- 20
οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Αὐτοὶ εἶναι οἱ υἱοὶ καὶ οἱ ἀπόγονοι τοῦ Χάμ, ἀπὸ τοὺς ὁποίους προῆλθαν οἱ διάφορες φυλές· αὐτοὶ ἐμιλοῦσαν διάφορες διαλέκτους καὶ ἐχωρίσθηοαν εἰς διάφορες χῶρες καὶ ἔθνη.
- 21
Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ῞Εβερ, ἀδελφῷ ᾿Ιάφεθ τοῦ μείζονος.
Καὶ ὁ Σήμ, ὁ πρόγονος καὶ γενάρχης ὅλων τῶν υἱῶν τοῦ Ἕβερ καὶ ἀδελφὸς τοῦ Ἰάφεθ, τοῦ πρεσβυτέρου υἱοῦ τοῦ Νῶε, ἀπέκτησε καὶ αὐτὸς ἀπογόνους.
- 22
υἱοὶ Σήμ· ᾿Ελὰμ καὶ ᾿Ασσοὺρ καὶ ᾿Αρφαξὰδ καὶ Λοὺδ καὶ ᾿Αρὰμ καὶ Καϊνᾶν.
Οἱ υἱοὶ καὶ οἱ ἀπόγονοι τοῦ Σὴμ εἶναι: Ὁ Ἐλάμ (οἱ Ἐλαμῖται, κάτοικοι τοῦ Ἰράν με πρωτεύουσαν τὰ Σοῦσα), ὁ Ἀσσούρ (οἱ Ἀσσύριοι, κάτοικοι τῆς Ἀσσυρίας), ὁ Ἀρφαξαδ (ὅσοι κατοικοῦν ἀνατολικῶς τοῦ Τίγρητος ποταμοῦ), ὁ Λούδ (πιθανῶς οἱ Λύδιοι τῆς Λυδίας, εἰς τὰ δυτικὰ τῆς Μ. Ἀσίας· κατ' ἄλλους ὅσοι ἑκατοίκησαν μεταξὺ Τίγρητος καὶ Εὐφράτου), ὁ Ἀράμ (οἱ Ἀραμαῖοι τῆς Συρίας) καὶ ὁ Καϊνᾶν.
- 23
καὶ υἱοὶ ᾿Αράμ· Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ.
Οἱ δὲ υἱοὶ τοῦ Ἀράμ (ἀπόγονοί του εἶναι οἱ κάτοικοι τῆς Ἀρμενίας, ἄνω Μεσοποταμίας καὶ Συρίας) ἦσαν: Ὁ Οὔζ (Β.Α. τῆς Παλαιστίνης, οἱ κάτοικοι τῆς Χούζ, πατρίδος τοῦ Ἰώβ), ὁ Οὔλ (κοντὰ εἰς τὸ ὅρος Μάσιον), ὁ Γατέρ (ὅσοι εἶχαν κατοικήσει μεταξὺ Βασὰν καὶ ὄρους ἐρμών), καὶ ὁ Μοσόχ (οἱ κάτοικοι τῆς περιοχῆς τοῦ ὅρους Μάσιον, οἱ ὁποῖοι ἀναφέρονται ἀπὸ τὸν Πτολεμαῖον καὶ τὸν Στράβωνα, εἰς τὰ βόρεια τῆς Νισίβεως).
- 24
καὶ ᾿Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν ῞Εβερ.
Καὶ ὁ Ἀρφαξάδ (κάτοικοι εἰς τὴν μεγάλην πεδιάδα ἀνατολικῶς τοῦ Τίγρητος, νοτίως τῆς Μεσοποταμίας, ἡ ὁποῖα περιλαμβάνει καὶ τὴν Ἐδέμ) ἀπέκτησεν υἱὸν τὸν Καϊνᾶν, ὁ Καϊνᾶν ἀπέκτησεν υἱὸν τὸν Σαλά, ὁ δὲ Σαλὰ ἀπέκτησεν υἱὸν τὸν Ἕβερ, τὸν γενάρχην τῶν Ἑβραίων.
- 25
καὶ τῷ ῞Εβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιεκτάν.
Καὶ ὁ Ἕβερ ἀπέκτησε δύο υἱούς· τὸ ὄνομα τοῦ ἑνὸς ἦταν Φαλέγ (ποὺ σημαίνει χωρισμός), διότι εἰς τὶς ἡμέρες του ἐχωρίσθησαν καὶ διεσκορπίσθησαν οἱ ἄνθρωποι εἰς ὅλην τὴν γῆν· τὸ ὄνομα τοῦ ἀδελφοῦ τοῦ Φαλὲγ ἦταν Ἰεκτάν.
- 26
᾿Ιεκτὰν δὲ ἐγέννησε τὸν ᾿Ελμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ ᾿Ιαρὰχ καὶ ῾Οδορρὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ
Οἱ υἱοὶ καὶ οἱ ἀπόγονοι τοῦ Ἰεκτᾶν εἶναι: Ὁ Ἐλμωδάδ (λαὸς τῆς νοτίου Ἀραβίας), ὁ Σαλέθ, ὁ Σαρμώθ (λαὸς ἀνατολικῶς τοῦ Ἄδεν, οἱ Χατραμωνῖται τοῦ Πλινίου καὶ Στράβωνος), ὁ Ἰαράχ, ὁ Ὁδορρά, ὁ Αἰβήλ, ὁ Δεκλά,
- 27
καὶ Εὐὰλ καὶ ᾿Αβιμαὲλ καὶ Σαβὰ
ὁ Εὐάλ, ὁ Ἀβιμαέλ, ὁ Σαβά,
- 28
καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ ᾿Ιωβάβ.
ὁ Οὐφείρ (σημαίνει χώραν τοῦ χρυσοῦ, ἀλλὰ ποία εἶναι ἀκριβῶς μᾶς εἶναι ἄγνωστον), ὁ Εὐειλὰ καὶ ὁ Ἰωβάβ (πιθανὸν φυλὴ τῆς νοτίου Ἀραβίας).
- 29
πάντες οὗτοι υἱοὶ ᾿Ιεκτάν.
Ὅλοι αὐτοὶ εἶναι οἱ υἱοὶ καὶ οἱ ἀπόγονοι τοῦ Ἰεκτᾶν.
- 30
καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν.
Αὐτοὶ ἑκατοίκησαν εἰς τὴν περιοχήν, ἡ ὁποία ἐκτείνεται ἀπὸ τὴν Μασσῆ μέχρι τὴν Σαφηρά, εἰς τὸ ὄρος, ποὺ εὑρίσκεται πρὸς τὰ ἀνατολικά.
- 31
οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Αὐτοὶ εἶναι oἱ υἱοὶ καὶ oἱ ἀπόγονοι τοῦ Σήμ, ἀπὸ τοὺς ὁποίους προῆλθαν oἱ διάφορες φυλές· αὐτοὶ ἐμιλοῦσαν διάφορες διαλέκτους καὶ ἐχωρίσθησαν εἰς διάφορες χῶρες καὶ ἔθνη.
- 32
Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
Αὐτὲς εἶναι οἱ φυλές, ἀπόγονοι τῶν τριῶν υἱῶν τοῦ Νῶε κατὰ τὶς διάφορες γενεαλογίες καὶ τὰ διάφορα ἔθνη. Οἱ ἀπόγονοι των διεσκορπίσθησαν μετὰ τὸν κατακλυσμὸν εἰς τὶς εἰδωλολατρικὲς νήσους καὶ χῶρες τῆς γῆς.
