Γένεσις, κεφάλαιο 12
- 1
ΚΑΙ εἶπε Κύριος τῷ ῞Αβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·
Καὶ ὁ Κύριος εἶπεν εἰς τὸν Ἅβραμ: «Βγές, φύγε καὶ ἀπομακρύνσου ἀπὸ τὴν πατρίδα σου καὶ ἀπὸ τοὺς συγγενεῖς σου καὶ ἀπὸ τὸ πατρικόν σου σπίτι· ἄφησε ὅλα τὰ ἀκίνητα ὑποστατικά σου καὶ πήγαινε εἰς χώραν, τὴν ὁποίαν δὲν γνωρίζεις καὶ τὴν ὁποίαν δὲν σοῦ λέγω· ταξίδευσε εἰς τόπον, τὸν ὁποῖον θὰ σοῦ δείξω.
- 2
καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος·
Καὶ ἐγὼ θὰ σὲ ἀναδείξω γενάρχην μεγάλου ἔθνους καὶ θὰ σὲ εὐλογήσω πλουσίως μὲ ὑλικὰ καὶ πνευματικὰ ἀγαθά, καὶ θὰ δοξάσω τὸ ὄνομά σου καὶ θὰ εἶσαι πλούσιος, τιμημένος καὶ δοξασμένος μεταξὺ τῶν ἀνθρώπων· θὰ σὲ ἀξιώσω τόσης εὐλογίας, ὥστε αὐτὴ θὰ διαρκῇ αἰωνίως.
- 3
καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
Θὰ εὐλογήσω δὲ καὶ ἐκείνους, οἱ ὁποῖοι θὰ σὲ σέβωνται καὶ θὰ σὲ τιμοῦν καὶ θὰ καταράσθω ἐκείνους, οἱ ὁποῖοι θὰ σὲ κακολογοῦν, θὰ σὲ ὑβρίζουν καὶ θὰ σὲ πολεμοῦν. Ἡ μεγαλύτερη δὲ εὐλογία, ποὺ σοῦ δίδω, εἶναι ὅτι διὰ σοῦ, δι’ ἑνὸς τῶν ἀπογόνων σου, θὰ εὐλογηθοῦν ὄχι μόνον ἕνα ἔθνος, τὸ Ἰουδαϊκόν, ἀλλὰ ὅλα τὰ ἔθνη τῆς γῆς».
- 4
καὶ ἐπορεύθη ῞Αβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. ῞Αβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαρράν.
Ὁ Ἅβραμ ἐπίστευσεν ἀπολύτως εἰς τὰ ὅσα ἄκουσεν ἀπὸ τὸν Θεὸν καὶ χωρὶς κανένα δισταγμὸν ἀνεχώρησε καὶ ἐπροχώρησε μὲ σταθερὰν ἀπόφασιν ὅπως τοῦ εἶπεν ὁ Κυριος· μαζί του δὲ ἐπῆγε καὶ ὁ Λώτ, ὁ ὀρφανὸς ἀνεψιὸς καὶ προστατευόμενός του. Ὁ δὲ Ἄβραμ ἦταν ἑβδομῆντα πέντε ἐτῶν, ὅταν ἐβγῆκε καὶ ἀνεχώρησεν ἀπὸ τὴν Χαρράν.
- 5
καὶ ἔλαβεν ῞Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν.
Ὁ Ἄβραμ παρέλαβε μαζί του καὶ τὴν γυναῖκα του Σάραν καὶ τὸν Λώτ, τὸν υἱὸν τοῦ ἀδελφοῦ τοῦ Ἀρράν, καὶ ὅλην τὴν κινητὴν περιουσίαν των καὶ τὰ ποίμνια, ποὺ εἶχαν ἐν τῷ μεταξὺ ἀποκτήσει, καὶ ὅλους τοὺς δούλους καὶ τὶς δοῦλες ποὺ ἀπέκτησαν (κατὰ τὸ δίκαιον τῆς ἐποχῆς ἐκείνης) εἰς Χαρράν, καὶ ἐπροχώρησε (ἀπὸ τὴν πόλιν Χαρρὰν) διὰ νὰ μεταβῇ εἰς τὴν χώραν Χαναάν.
- 6
καὶ διώδευσεν ῞Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
Ὅταν ὁ Ἅβραμ ἔφθασεν εἰς τὴν χώραν Χαναάν, τὴν διέσχισε κατὰ μῆκος (ἀπὸ βορρᾶν πρὸς νότον) μέχρι τοῦ τόπου τῆς Συχέμ, κοντὰ εἰς τὴν τοποθεσίαν, ποὺ ὀνομάζεται «ὑψηλὴ βελανιδιά». Τότε εἰς τὴν χώραν αὐτὴν κατοικοῦσαν οἰ Χαναναῖοι.
- 7
καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ ῞Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Εἰς τὸν τόπον ἐκεῖνον ἐφανερώθη ὁ Θεὸς εἰς τὸν Ἅβραμ (ἐφανερώθη ὅπως ὁ ἄπειρος Θεὸς γνωρίζει μόνον καὶ ὅσον καὶ ὅπως ἠμποροῦσε νὰ τὸν ἴδη ὁ Ἄβραμ) καὶ τοῦ εἶπεν· «ὄχι εἰς σέ, ἀλλ' εἰς τοὺς ἀπογόνους σου θὰ δώσω τὴν χώραν αὐτήν, τὴν ὁποίαν σοῦ δεικνύω». Καὶ ὁ Ἅβραμ, ἀναπαυμένος καὶ ἰκανοποιημένος ἀπὸ τὴν θείαν ὑπόσχεσιν, καὶ ἐπειδὴ ἐκεῖ ἐφανερώθη εἰς αὐτὸν ὁ Θεός, ἔκτισε πρὸς τιμὴν τοῦ Κυρίου θυσιαστήριον· μὲ τὴν πρᾶξιν αὐτὴν εὐχαρίστησε τὸν Θεὸν καὶ ταυτοχρόνους ἀφιέρωσεν εἰς Αὐτὸν τὴν χώραν τῆς Χαναάν.
- 8
καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ ᾿Αγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου.
Κατόπιν ἔφυγεν ἀπὸ ἐκεῖ ὁ Ἅβραμ καὶ ἐπῆγε εἰς ἕνα βουνόν, ποὺ εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τῆς πόλεως Βαιθήλ· εἰς τὸν τόπον αὐτὸν ἔστησε τὴν σκηνήν του. Ἔτσι εἶχε τὴν πόλιν Βαιθὴλ εἰς τὰ δυτικά, ὅπου εἶναι ἡ Μεσόγειος θάλασσα, καὶ εἰς τὰ ἀνατολικὰ τὴν πόλιν Ἀγγαί. Ἐκεῖ ὁ Ἅβραμ ἔκτισε θυσιαστήριον εἰς τὸν Κύριον καὶ τὸ ἀφιέρωσεν εἰς τὸν Θεόν.
- 9
καὶ ἀπῇρεν ῞Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
Ἀνεχώρησεν ὅμως καὶ ἀπὸ ἐκεῖ ὁ Ἅβραμ καὶ ἀφοῦ κατηυθύνθη πρὸς τὰ νότια τῆς Χαναάν, ἐγκατεστάθη εἰς τὴν ἔρημον Νεγκέβ.
- 10
Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη ῞Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
Ἔγινε δὲ πεῖνα εἰς τὴν χώραν τῆς Χαναὰν καὶ ὁ Ἅβραμ κατέβηκε εἰς τὴν Αἴγυπτον διὰ νὰ κατοικήσῃ ἐκεῖ προοωρινῶς, διότι ἡ πεῖνα ἦταν μεγάλη εἰς τὴν Χαναάν.
- 11
ἐγένετο δέ, ἡνίκα ἤγγισεν ῞Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν ῞Αβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ·
Ὅταν ὁ Ἅβραμ ἔφθασεν εἰς τὰ σύνορα τῆς Αἰγύπτου, εἶπεν εἰς τὴν γυναῖκα του Σάραν: «Γνωρίζω ὅτι εἶσαι γυναῖκα μὲ ὡραῖον πρόσωπον, εὔμορφη·
- 12
ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.
θὰ συμβῇ λοιπὸν τοῦτο· ὅταν θὰ σὲ ἴδουν οἱ Αἰγύπτιοι μαζί μου, θὰ εἴπουν· «αὐτὴ εἶναι σύζυγός του», καὶ τότε ἐμένα μὲν θὰ φονεύσουν, ἐσένα δὲ θὰ περιποιηθοῦν.
- 13
εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
Διὰ τοῦτο νὰ τοὺς εἴπῃς, ὅτι «εἶμαι ἀδελφή του», ὥστε πρὸς χάριν ἰδικήν σου νὰ τύχω καλῆς ὑποδοχῆς καὶ μεταχειρίσεως ἐκ μέρους των καὶ πρὸς χάριν σου νὰ μὴ φονευθῶ ἀπὸ αὐτούς».
- 14
ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν ῞Αβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα,
Αὐτὸ ἔγινε πράγματι· ὅταν ὁ Ἅβραμ ἔφθασεν εἰς τὴν Αἴγυπτον, εἶδαν οἱ Αἰγύπτιοι τὴν γυναῖκα του ὅτι ἦταν πολὺ εὔμορφη.
- 15
καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ·
Καὶ εἶδαν τὴν Σάραν οἱ ἀξιωματοῦχοι τῆς αὐλῆς τοῦ Φαραὼ τῆς Αἰγύπτου καὶ τὴν ἐπῄνεσαν εἰς τὸν Φαραὼ καὶ τὴν ὡδήγησαν εἰς τὰ ἀνάκτορα καὶ τὴν παρέδωκαν εἰς τὸν Φαραώ.
- 16
καὶ τῷ ῞Αβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.
Χάριν δὲ τῆς Σάρας ἐπεριποιήθησαν τὸν Ἅβραμ καὶ τοῦ ἔδωκαν πρόβατα καὶ μοσχάρια καὶ ὄνους καὶ δούλους καὶ δοῦλες καὶ ἡμιόνους καὶ καμήλους.
- 17
καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς ῞Αβραμ.
Ὁ Θεὸς ὅμως ἐτιμώρησε τὸν Φαραὼ μὲ σκληρὰ καὶ πικρὰ καὶ πολλὰ βάσανα, καὶ ὅλους τοὺς ἄρχοντες καὶ αὐλικούς του, διὰ τὶς πονηρὲς διαθέσεις του πρὸς τὴν Σάραν, τὴν γυναῖκα τοῦ Ἅβραμ.
- 18
καλέσας δὲ Φαραὼ τὸν ῞Αβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν;
Ὁ Φαραὼ (ὁ ὁποῖος ἀπὸ τὶς τιμωρίες ποὺ ἐδέχθη ἀντελήφθη ὅτι αὐτὲς προέρχονται ἀπὸ τὸν Θεόν, διότι ἡ Σάρα ἦταν γυναῖκα τοῦ Ἅβραμ) ἐκάλεσε τὸν Ἅβραμ καὶ τοῦ εἶπε: «Διατὶ μοῦ τὸ ἔκαμες αὐτό; Διατὶ δὲν μοῦ εἶπες ὅτι εἶναι σύζυγός σου;
- 19
ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε.
Διατὶ μοῦ εἶπες «εἶναι ἀδελφή μου», ἐγὼ δὲ μὲ τὴν ἰδέαν αὐτὴν τὴν ἔλαβα ὡς σύζυγόν μου; Ἀλλὰ νά την τώρα· ἡ σύζυγός σου εὑρίσκεται ἐμπρός σου· πάρε την πίσω καὶ φύγε γρήγορα ἀπὸ τὴν Αἴγυπτον».
- 20
καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ ῞Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ.
Καὶ ὁ Φαραὼ διέταξε μερικοὺς ἀπὸ τοὺς ἀνθρώπους καὶ τοὺς στρατιῶτες του νὰ συνοδεύσουν καὶ προπέμπουν τιμητικῶς ἔξω ἀπὸ τὴν Αἴγυπτον τὸν Ἅβραμ καὶ τὴν γυναῖκα του καὶ νὰ τοὺς κατευοδώσουν μαζὶ μὲ ὅλα, ὅσα εἶχαν αὐτοὶ μαζί τους καὶ μὲ ὅσα δῶρα τοὺς ἔδωκεν ὁ Φαραώ.
