Γ΄ Βασιλειών, κεφάλαιο 18
- 1
ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας πολλὰς καὶ ρῆμα Κυρίου ἐγένετο πρὸς ᾿Ηλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων· πορεύθητι καὶ ὄφθητι τῷ ᾿Αχαάβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.
Μετὰ ἀπὸ πολὺν καιρὸν συνέβη τοῦτο: Κατὰ τὸ τρίτον ἔτος τοῦ λιμοῦ κατέφθασε λόγος Κυρίου πρὸς τὸν Ἠλίαν καὶ εἶπεν εἰς τὸν Προφήτην: «Πήγαινε καὶ παρουσιάσου ἐμπρὸς εἰς τὸν Ἀχαάβ, ἐγὼ δὲ θὰ στείλω βροχὴν εἰς τὴν γῆν».
- 2
καὶ ἐπορεύθη ᾿Ηλιοὺ τοῦ ὀφθῆναι τῷ ᾿Αχαάβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
Ὁ Ἠλίας ἐπῆγε διὰ νὰ παρουσιασθῇ εἰς τὸν Ἀχαάβ. Ἡ δὲ πεῖνα εὑρίσκετο τότε εἰς μεγάλην ἕξαρσιν εἰς τὴν Σαμάρειαν.
- 3
καὶ ἐκάλεσεν ᾿Αχαὰβ τὸν ᾿Αβδιοὺ τὸν οἰκονόμον· (καὶ ᾿Αβδιοὺ ἦν φοβούμενος τὸν Κύριον σφόδρα,
Ἔτσι ὁ Ἀχαὰβ ἐκάλεσε τὸν Ἀβδιού, ὁ ὁποῖος ἦταν (ὁ ἀρχιμάγειρος ἢ) ὁ ἀρχηγὸς τοῦ βασιλικοῦ του οἴκου. (Ὁ δὲ Ἀβδιοὺ ἦταν ἄνθρωπος, ὁ ὁποῖος ἐσέβετο βαθύτατα καὶ ἐλάτρευε μὲ εἰλικρίνειαν τὸν Κύριον.
- 4
καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν ᾿Ιεζάβελ τοὺς προφήτας Κυρίου καὶ ἔλαβεν ᾿Αβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·)
Ὅταν δὲ ἡ Ἰεζάβελ ἐθανάτωνε τοὺς προφῆτες τοῦ Κυρίου, ὁ Ἀβδιοὺ ἐπῆρε ἑκατὸ προφῆτες καὶ τοὺς ἔκρυψεν ἀνὰ πενῆντα εἰς κάθε σπήλαιον καὶ τοὺς διέτρεφε μὲ ψωμὶ καὶ νερό).
- 5
καὶ εἶπεν ᾿Αχαὰβ πρὸς ᾿Αβδιού· δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν.
Καὶ ὁ Ἀχαὰβ εἶπε πρὸς τὸν Ἀβδιού: «Ἐμπρός· ἂς πάμε ἔξω καὶ ἂς περιοδεύσωμεν τὴν χώραν· ἂς πάμε εἰς τὶς πηγὲς τῶν νερῶν καὶ εἰς τοὺς χειμάρρους, μήπως εὕρωμεν χορτάρι διὰ νὰ δώσωμεν εἰς τὰ ἄλογα καὶ τοὺς ἡμιόνους, ὥστε νὰ γλυτώσωμεν τὰ ζῶα αὐτὰ ἀπὸ τὴν πεῖναν καὶ νὰ μὴ ἐξολοθρευθοῦν ἀπὸ τοὺς στάβλους.
- 6
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· ᾿Αχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ καὶ ᾿Αβδιοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος.
Ἔτσι ἐμοίρασαν τὴν χώραν μεταξύ των διὰ νὰ τὴν περάσουν (βαδίσουν) καὶ νὰ ἀναζητήσουν χορτάρι. Ὁ βασιλιᾶς Ἀχαὰβ ἐπροχώρησε πρὸς τὴν μίαν κατεύθυνσιν καὶ ὁ Ἀβδιοὺ ἐπροχώρησε πρὸς τὴν ἄλλην κατεύθυνσιν μόνος του.
- 7
καὶ ἦν ᾿Αβδιοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν ᾿Ηλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ ᾿Αβδιοὺ ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτός, κύριέ μου ᾿Ηλιού;
Ἄλλα νά! Καθὼς ὁ Ἀβδιοὺ ἐπροχωροῦσε εἰς τὸν δρόμον μόνος, ἦλθεν ἔξαφνα ὁ Ἠλίας πρὸς συνάντησίν του· ἦταν δὲ καὶ ὁ Ἠλίας μόνος. Ἀμέσως ὁ Ἀβδιοὺ ἔτρεξε καὶ ἔπεσε μπρούμυτα εἰς τὴν γῆν προσκυνῶν εὐλαβικὰ καὶ ταπεινὰ τὸν Ἠλίαν καὶ εἶπε: «Σὺ εἶσαι, κύριέ μου, ὁ ἴδιος ὁ προφήτης Ἠλίας;»
- 8
καὶ εἶπεν ᾿Ηλιοὺ αὐτῷ· ἐγώ. πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού.
Ὁ Ἠλίας τοῦ ἀπάντησε: «Ναί· ἐγὼ εἶμαι! Πήγαινε καὶ πὲς εἰς τὸν κύριον σου τὸν Ἀχαάβ· «νά, ἐδῶ εἶναι ὁ Ἠλίας».
- 9
καὶ εἶπεν ᾿Αβδιού· τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα ᾿Αχαὰβ τοῦ θανατῶσαί με;
Ὁ Ἀβδιοὺ ὅμως τοῦ εἶπε: «Τί ἁμαρτίαν ἔκαμα, ὥστε νὰ παραδώσῃς ἐμὲ τὸν δοῦλον σου εἰς τὰ χέρια τοῦ Ἀχαὰβ διὰ νὰ μὲ θανατώσῃ;
- 10
ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἰ εἶπον· οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε.
Ὁ Θεός σου εἶναι Θεὸς ζωντανὸς καὶ ἀκούει ὅσα σὲ βεβαιώνω· δὲν ὑπάρχει ἔθνος ἢ βασιλεία, εἰς τὰ ὁποῖα νὰ μὴ ἔστειλεν ὁ κύριός μου (ὁ βασιλιᾶς Ἀχαάβ) ἀνθρώπους ἰδικούς του διὰ νὰ ἐρευνήσουν καὶ νὰ σὲ ἀναζητήσουν. Ὅταν δὲ ὁ κυβερνήτης μιᾶς χώρας ἔλεγε «δὲν εὑρίσκεται ἐδῶ ὁ Ἠλίας», ὁ Ἀχαὰβ ἐπυρπολοῦσε τὸ βασίλειον ἐκεῖνο καὶ τὶς χῶρες του, διότι δὲν σὲ εὕρισκεν ἐκεῖ. Τόσον μένος ἔχει ἐναντίον σου.
- 11
καὶ νῦν σὺ λέγεις· πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού.
Καὶ τώρα σὺ μοῦ λέγεις· «πήγαινε καὶ ἀνάγγειλε εἰς τὸν κύριόν σου· να, ὁ Ἠλίας ἐδῶ εἶναι!»
- 12
καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ ᾿Αχαάβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστι φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ.
Διότι θὰ συμβῇ τοῦτο: Μόλις ἐγὼ ἀπομακρυνθῶ ἀπὸ σέ, διὰ νὰ μεταφέρω τὴν εἴδησιν αὐτὴν εἰς τὸν κύριόν μου, Πνεῦμα Κυρίου θὰ σὲ σηκώσῃ καὶ θὰ σὲ μεταφέρῃ μὲ τρόπον ὑπερφυσικὸν εἰς τόπον, τὸν ὁποῖον δὲν γνωρίζω. Ἔτσι, ὅταν θὰ φθάσω καὶ θὰ ἀναγγείλω τὴν εἴδησιν εἰς τὸν Ἀχαάβ, ἐκεῖνος δὲν θὰ ἠμπορέσῃ νὰ σὲ εὕρῃ, καὶ τότε θὰ μὲ φονεύσῃ. Ἀλλ’ ὅπως γνωρίζεις, ἐγώ, ὁ δοῦλος σου, σέβομαι βαθύτατα τὸν Κύριον καὶ τὸν λατρεύω μὲ εἰλικρίνειαν ἀπὸ τὰ νεανικά μου χρόνια· διὰ τοῦτο εἶμαι χρήσιμος εἰς τὴν κρίσιμον αὐτὴν ἐποχὴν διὰ τὴν θρησκείαν τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 13
ᾖ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν ᾿Ιεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι;
Ἢ μήπως δὲν ἐγνωστοποιήθη εἰς σέ, τὸν κύριόν μου, τὶ ἔκαμα, ὅταν ἡ Ἰεζάβελ ἐσκότωνε τοὺς προφῆτες τοῦ Κυρίου; Δὲν σοῦ εἶπαν ὅτι ἐπῆρα καὶ ἔκρυψα ἀπὸ τοὺς προφῆτες τοῦ Κυρίου ἑκατὸ ἄνδρες; Ὅτι τοὺς ἔκρυψα ἀνὰ πενῆντα εἰς κάθε σπήλαιον καὶ τοὺς ἔθρεψα ἐκεῖ μὲ ψωμὶ καὶ νερό;
- 14
καὶ νῦν σὺ λέγεις μοι· πορεύου, λέγε τῷ κυρίῳ σου· ἰδοὺ ᾿Ηλιού· καὶ ἀποκτενεῖ με;
Καὶ τώρα σὺ μοῦ λέγεις: «Πήγαινε, πὲς εἰς τὸν κύριόν σου τὸν Ἀχαάβ· νά, ἐδῶ εἶναι ὁ Ἠλίας». Νὰ τοῦ ἀναγγείλω τέτοιαν εἴδησιν καὶ νὰ μὲ φονεύσῃ;»
- 15
καὶ εἶπεν ᾿Ηλιού· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.
Ὁ Ἠλίας τοῦ ἀπάντησε: «Εἰς τὸ ὄνομα τοῦ ζωντανοῦ Κυρίου τῶν οὐρανίων καὶ ἐπιγείων δυνάμεων, τὸν ὁποῖον ἐγὼ ὑπηρετῶ, σὲ βεβαιώνω ὅτι σήμερα θὰ παρουσιασθῶ ὁπωσδήποτε ἐμπρὸς εἰς τὸν Ἀχαάβ».
- 16
καὶ ἐπορεύθη ᾿Αβδιοὺ εἰς συναντὴν τῷ ᾿Αχαὰβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν ᾿Αχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν ᾿Ηλιού.
Μετὰ τὴν ρητὴν αὐτὴν βεβαίωσιν τοῦ Ἠλία ὁ Ἀβδιοὺ ἐπῆγε διὰ νὰ συναντήσῃ τὸν Ἀχαὰβ καὶ τοῦ ἀνήγγειλε τὴν εἴδησιν διὰ τὴν ἐμφάνισιν τοῦ Προφήτου. Τότε ὁ Ἀχαὰβ ἔτρεξε καὶ ἐπῆγε διὰ να συναντήσῃ τὸν Ἠλίαν.
- 17
Καὶ ἐγένετο ὡς εἶδεν ᾿Αχαὰβ τὸν ᾿Ηλιού, καὶ εἶπεν ᾿Αχαὰβ πρὸς ᾿Ηλιού· εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν ᾿Ισραήλ;
Τότε συνέβη τοῦτο: Μόλις ὁ Ἀχαὰβ εἶδε τὸν Ἠλίαν, τοῦ εἶπε: «Σὺ δὲν εἶσαι ἐκεῖνος, ὁ ὁποῖος παραπλανᾷς, ἀναστατώνεις καὶ διαφθείρεις τὸν Ἰσραηλιτικὸν λαόν;»
- 18
καὶ εἶπεν ᾿Ηλιού· οὐ διαστρέφω τὸν ᾿Ισραήλ, ὅτι ἀλλ᾿ ἢ σὺ καὶ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν Κύριον Θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλίμ.
Ὁ Ἠλίας ἀπάντησε: «Δὲν παραπλανῶ, ἀναστατώνω καὶ δὲν διαφθείρω ἐγὼ τὸν Ἰσραηλιτικὸν λαόν, ἀλλὰ σύ, ὁ Ἀχαάβ, καὶ ἡ πατρική σου οἰκογένεια· διότι σεῖς ἐγκατελείψατε τὸν Κύριον, τὸν ἀληθινὸν Θεόν σας, καὶ ἀκολουθήσατε τὴν εἰδωλολατρικὴν θρησκείαν τὸν βδελυκτοῦ Βάαλ.
- 19
καὶ νῦν ἀπόστειλον, συνάθροισον πρός με πάντα ᾿Ισραὴλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίου ἐσθίοντας τράπεζαν ᾿Ιεζάβελ.
Δι' αὐτὸ στεῖλε τώρα ἀνθρώπους καὶ συγκέντρωσε ἐμπρός μου ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὸ Καρμήλιον ὄρος· συγκέντρωσε ἐπίσης καὶ τοὺς τετρακοσίους πενῆντα προφῆτες τῆς αἰσχύνης (τοῦ Βάαλ) καὶ τοὺς τετρακοσίους προφῆτες τῶν ἱερῶν εἰδωλολατρικῶν ἀλσῶν (τῆς Ἀστάρτης), οἱ ὁποῖοι τρώγουν ἀπὸ χορηγίαν, ποὺ τοὺς προσφέρει ἡ βασίλισσα Ἰεζάβελ».
- 20
καὶ ἀπέστειλεν ᾿Αχαὰβ εἰς πάντα ᾿Ισραὴλ καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
Καὶ ὁ Ἀχαὰβ ἔστειλεν ἀνθρώπους εἰς ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν καὶ συνεκέντρωσεν ὅλους τοὺς προφῆτες εἰς τὸ Καρμήλιον ὅρος.
- 21
καὶ προσήγαγεν ᾿Ηλιοὺ πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς ᾿Ηλιού· ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον.
Ὅταν συνεκεντρώθησαν ὅλοι, ὁ Ἠλίας τοὺς ἐπλησίασε καὶ τοὺς εἶπε: «Μέχρι πότε σεῖς θὰ κουτσαίνετε καὶ ἀπὸ τὰ δύο πόδια καὶ θὰ ἀμφιταλαντεύεσθε πότε πρὸς τὰ ἐδῶ καὶ πότε πρὸς τὰ ἐκεῖ καὶ θὰ μένετε ἀναποφάσιστοι; Ἐὰν ὁ Κύριος εἶναι ὁ πραγματικὸς καὶ ἀληθινὸς Θεός, ἀκολουθῆστε τον καὶ λατρεύσετέ τον· ἐὰν εἶναι πραγματικὸς ὁ Βάαλ, τότε ἀκολουθῆστε αὐτόν»! Ἀλλ’ ὁ Ἰσραηλιτικὸς λαὸς δὲν ἀπάντησε οὔτε λέξιν.
- 22
καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
Τότε ὁ Ἠλίας εἶπε πρὸς τὸν λαόν: «Ἐγώ, μόνος ἐγώ, ἔχω ἀπομείνει ἐντελῶς μόνος προφήτης τοῦ Κυρίου, ἐνῷ οἱ προφῆται τοῦ Βάαλ εἶναι τετρακόσιοι πενῆντα καὶ οἱ προφῆται τῶν ἱερῶν εἰδωλολατρικῶν ἀλσῶν (τῆς Ἀστάρτης) τετρακόσιοι.
- 23
δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ.
Ἂς μᾶς δώσουν λοιπὸν δύο βόδια. Καὶ αὐτοί (οἱ προφῆται τοῦ Βάαλ καὶ τῆς Ἀστάρτης) ἂς διαλέξουν διὰ τοὺς ἑαυτούς των τὸ ἕνα· καὶ ἂς τὸ σφάξουν καὶ ἂς τὸ κόψουν κομμάτια καὶ ἂς τὰ βάλουν ἐπάνω εἰς τὰ ξύλα τοῦ θυσιαστηρίου, ὅμως νὰ μὴ ἀνάψουν φωτιὰ εἰς τὰ ξύλα. Ἐγὼ δὲ θὰ ἑτοιμάσω πρὸς θυσίαν τὸ ἄλλο βόδι· καὶ δὲν θὰ ἀνάψω φωτιὰ εἰς τὸ θυσιαστήριον.
- 24
καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου, καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος Θεός. καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον· καλὸν τὸ ρῆμα, ὃ ἐλάλησας.
Καὶ σεῖς παρακαλέσατε δυνατὰ τοὺς θεούς σας, ἐγὼ δὲ θὰ παρακαλέσω τὸν Κύριον, τὸν Θεόν μου. Καὶ ὁ θεός, ὁ ὁποῖος θὰ ἀκούσῃ τὴν προσευχὴν καὶ θὰ στείλῃ φωτιά, αὐτὸς εἶναι ὁ πραγματικὸς καὶ ἀληθινὸς Θεός». Εἰς τὴν πρότασιν αὐτὴν τοῦ Ἠλία ἀπεκρίθη ὅλος ὁ λαὸς καὶ εἶπαν: «Καλὸς εἶναι ὁ λόγος ποὺ εἶπες. Ἐγκρίνομεν τὴν πρότασιν».
- 25
καὶ εἶπεν ᾿Ηλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης· ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε.
Τότε ὁ Ἠλίας εἶπε πρὸς τοὺς προφῆτες τῆς αἰσχύνης (τοῦ Βάαλ): «Διαλέξετε διὰ τοὺς ἑαυτούς σας τὸ ἕνα μοσχάρι καὶ ἐτοιμάστε το διὰ θυσίαν πρῶτοι, διότι σεῖς εἶσθε πολλοί· καὶ παρακαλέσατε τὸν θεόν σας, ἀλλὰ μὴ ἀνάψετε φωτιὰ εἰς τὰ ξύλα».
- 26
καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας καὶ εἶπον· ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν.
Ἐκεῖνοι ἐπῆραν τὸ μοσχάρι καὶ τὸ ἐτοίμασαν καὶ ἐπαρακαλοῦσαν τὸν Βάαλ ἀπὸ τὸ πρωῒ μέχρι τὸ μεσημέρι καὶ ἔλεγαν: «Ὦ Βάαλ· ἄκουσέ μας μὲ προσοχήν· ἄκουσε τὴν προσευχήν μας!» Ἀλλ’ οὔτε ἀπάντησις τοὺς ἐδόθη οὔτε καὶ ἡ προσευχή των ἔγινε ἀκουστή. Καθὼς ἔλεγαν αὐτὰ καὶ ἐπαρακαλοῦσαν νὰ τοὺς ἀκούσῃ ὁ Βάαλ, ἐγύριζαν γύρω ἀπὸ τὸ θυσιαστήριον, ποὺ εἶχαν κατασκευάσει.
- 27
καὶ ἐγένετο μεσημβρία καὶ ἐμυκτήρισεν αὐτοὺς ᾿Ηλιοὺ ὁ Θεσβίτης καὶ εἶπεν· ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
Ἔγινε δὲ μεσημέρι· καὶ ὁ Ἠλίας ὁ Θεσβίτης, διὰ νὰ δείξῃ τὴν πλήρη ἀδυναμίαν τῶν εἰδώλων τοῦ Βάαλ, τοὺς ἐχλεύασε καὶ εἶπε: «Παρακαλεῖτε τὸν Βάαλ μὲ δυνατώτερη φωνή, διότι εἶναι θεός! Κάποιαν φλυαρίαν ἢ ρεμβασμὸν θὰ ἒχῃ· ἴσως ἀνακουφίζεται ἀπὸ σωματικήν του ἀνάγκην· ἢ πιθανὸν καὶ νὰ κοιμᾶται! Φωνάξετε δυνατά, ὥστε νὰ ξυπνήσῃ καὶ νὰ ἀκούσῃ τὴν προσευχήν σας!»
- 28
καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾿ αὐτούς·
Ἔτσι οἱ προφῆται τοῦ Βάαλ προσηύχοντο μὲ ἰσχυρὰν φωνὴν καὶ κατὰ τὴν συνήθειάν των κατεκόπτοντο μὲ μαχαίρια καὶ νυστέρια (μικρὰ μαχαίρια, λόγχες), μέχρις ὅτου ἔτρεχεν αἷμα ἀπὸ τὸ σῶμα τους.
- 29
καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή. καὶ ἐλάλησεν ᾿Ηλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων· μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. καὶ μετέστησαν, καὶ ἀπῆλθον.
Καὶ συνέχιζαν νὰ προσεύχωνται δυνατὰ μὲ αὐτὸν τὸν ὀργιαστικὸν καὶ αἱματηρὸν τρόπον, μέχρις ὅτου ἦλθε τὸ δειλινόν· μέχρι τὴν ὥραν ποὺ προσεφέρετο ἡ ἀπογευματινὴ θυσία (περὶ τὶς τρεῖς τὸ ἀπόγευμα). Ἀλλὰ δὲν ἔπαιρναν καμμίαν ἀπάντησιν. Τότε ὁ Ἠλίας ὁ Θεσβίτης ἐμίλησε πρὸς τοὺς προφῆτες - ἱερεῖς τῆς εἰδωλολατρίας καὶ εἶπε: «Παραμερίστε τώρα· εἰς τὸ ἑξῆς θὰ ἑτοιμάσω καὶ θὰ προσφέρω ἐγὼ τὴν ἰδικήν μου θυσίαν τοῦ ὁλοκαυτώματος». Καὶ ἐκεῖνοι παρεμέρισαν καὶ ἔφυγαν.
- 30
καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· προσαγάγετε πρός με· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν.
Καὶ ὁ Ἠλίας εἶπε πρὸς τὸν Ἰσραηλιτικόν λαόν: «Ἐλᾶτε κοντά μου· πλησιάστε». Καὶ ὅλος ὁ λαὸς ἐπλησίασε καὶ συνεκεντρώθη κοντά του.
- 31
καὶ ἔλαβεν ᾿Ηλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ ᾿Ισραήλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν λέγων· ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου.
Ὁ Ἠλίας ἐπῆρε δώδεκα πέτρες, κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὅπως εἶχε μιλήσει παλαιὰ ὁ Κύριος πρὸς τὸν Ἰακὼβ καὶ τοῦ εἶπε: «Θὰ ὀνομάζεσαι πλέον Ἰσραήλ».
- 32
καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.
Καὶ ὁ Ἠλίας μὲ τὶς δώδεκα αὐτές πέτρες ἔκτισε θυσιαστήριον εἰς τὸ ὄνομα τοῦ Κυρίου· ἐπεσκεύασε τὸ ἐρειπωμένον θυσιαστήριον τοῦ Θεοῦ, ποὺ ὑπῆρχεν ἐκεῖ ἀπὸ παλαιά. Γύρω - γύρω ἀπὸ τὸ θυσιαστήριον ἔσκαψεν ἐπίσης τάφρον, ἡ ὁποία ἐχωροῦσε περίπου δεκατέσσερα (ἕως εἴκοσι) κιλὰ νεροῦ.
- 33
καὶ ἐστοίβασε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον καὶ εἶπε· λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως.
Κατόπιν ἐστοίβασε τὶς σχίζες τῶν ξύλων ἐπάνω εἰς τὸ θυσιαστήριον ποὺ ἔκτισε, καὶ ἐκομμάτιασε τὸ μοσχάρι, ποὺ θὰ προσέφερεν ὡς ὁλοκαύτωμα, καὶ τὸ ἔβαλε ἐπάνω εἰς τὰ κομμένα ξύλα. Ἀφοῦ ἐτακτοποίησεν ὅλα ἐπάνω εἰς τὸ θυσιαστήριον, εἶπε: «Πάρετε καὶ φέρετέ μου τέσσερις στάμνες γεμᾶτες νερὸ καὶ χύσετε τὸ νερὸ ἐπάνω εἰς τὸ κρέας, ποὺ θὰ προσφερθῇ ὡς ὁλοκαύτωμα, καὶ ἐπάνω εἰς τὶς σχίζες τῶν ξύλων». Καὶ ἐκεῖνοι ἔκαμαν, ὅπως ἀκριβῶς τοὺς διέταξεν ὁ Ἠλίας.
- 34
καὶ εἶπε· δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπε· τρισσώσατε· καὶ ἐτρίσσευσαν.
Ὁ Ἠλίας τότε τοὺς εἶπε: «Κάμετε τὸ ἴδιον διὰ δευτέραν φοράν». Ἐκεῖνοι τὸ ἔκαμαν διὰ δευτέραν φοράν. Καὶ τοὺς εἶπε πάλιν: «Κάμετέ το καὶ διὰ τρίτην φοράν». Ἐκεῖνοι τὸ ἐπανέλαβαν διὰ τρίτην φοράν!
- 35
καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.
Καὶ τὸ νερὸ ἐχύνετο καὶ ἔτρεχε γύρω - γύρω ἀπὸ τὸ θυσιαστήριον, ὥστε ἡ τάφρος ἐγέμισεν ἀπὸ νερόν!
- 36
καὶ ἀνεβόησεν ᾿Ηλιοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ισραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ᾿Ισραὴλ καὶ ἐγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
Τότε ὁ Ἠλίας προσηυχήθη μὲ φωνὴν δυνατὴν πρὸς τὸν οὐρανὸν καὶ εἶπε: «Κύριε, σὺ ὁ ὁποῖος εἶσαι ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰσραὴλ (τοῦ Ἰακώβ), ἄκουσε μὲ προσοχὴν σήμερα (αὐτὴν τὴν ὥραν) τὴν προσευχήν μου, Κύριε, καὶ ἀπάντησέ μου στέλλοντας φωτιά, ὥστε νὰ μάθῃ καὶ βεβαιωθῇ ὅλος αὐτὸς ὁ λαός, ὅτι σὺ εἶσαι ὁ Κύριος, ὁ ἀληθινὸς Θεὸς τοῦ Ἰσραήλ, καὶ ὅτι ἐγὼ εἶμαι δοῦλος ἰδικός σου καὶ ὅτι ἔκαμα ὅλα αὐτὰ τὰ ἔργα κατόπιν τῆς ἰδικῆς σου ἐντολῆς.
- 37
ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
Ἄκουσέ με μὲ προσοχήν, Κύριε· ἄκουσέ με μὲ προσοχὴν καὶ ἀπάντησέ μου στέλλοντας φωτιά, διὰ νὰ μάθῃ καὶ βεβαιωθῇ ὁ λαὸς αὐτός, ὅτι σὺ εἶσαι ὁ παντοδύναμος Κύριος καὶ ὁ ἀληθινὸς Θεός· ὅτι σὺ εἶσαι αὐτὸς ποὺ μετέστρεψες τὴν καρδιὰ τοῦ λαοῦ αὐτοῦ, ὥστε νὰ λατρεύῃ καὶ πάλιν Σέ»!
- 38
καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ.
Καὶ ἔπεσεν ἀμέσως φωτιά, τὴν ὁποίαν ἔστειλεν ὁ Κύριος ἀπὸ τὸν οὐρανόν, καὶ ἡ φωτιὰ κατέκαυσεν ἐντελῶς, ἔκαμε κάρβουνο καὶ στάχτη τὰ κομμάτια τοῦ ζώου, ποὺ προσεφέρετο ὡς ὁλοκαύτωμα, καὶ τὶς σχίζες τῶν ξύλων· τὸ νερό, ποὺ εὐρίσκετο εἰς τὴν τάφρον, τὸ ἐστέγνωσεν ἐντελῶς, καὶ ἀσβεστοποίησε τὶς πέτρες τοῦ θυσιαστηρίου· ἡ φωτιὰ ἔγλειψε καὶ ἐκαψάλισε καὶ αὐτὸ τὸ χῶμα!
- 39
καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ὁ Θεός.
Μετὰ τὸ καταπληκτικὸν αὐτὸ θαῦμα ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἔπεσε μπρούμυτα εἰς τὴν γῆν, προσκυνῶντας εὐλαβικὰ καὶ ταπεινά, καὶ μὲ μίαν φωνὴν εἶπαν: «Ἀληθινά! Ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, αὐτὸς εἶναι ὁ μόνος πραγματικὸς καὶ ἀληθινὸς Θεός!»
- 40
καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὸν λαόν· συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς ᾿Ηλιοὺ εἰς τὸν χειμάρρουν Κισσῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
Τότε ὁ Ἠλίας διέταξε τὸν λαὸν καὶ εἶπε: «Συλλάβετε τοὺς προφῆτες τοῦ Βάαλ· κανεὶς δὲν πρέπει νὰ γλυτώσῃ ἀπὸ αὐτούς». Οἱ Ἰσραηλῖται τοὺς συνέλαβαν ὅλους καὶ ὁ Ἠλίας τοὺς παρέλαβε καὶ τοὺς κατέβασε ἀπὸ τὸ Καρμήλιον ὅρος εἰς τὸν χείμαρρον Κισσῶν καὶ τοὺς ἔσφαξεν ἐκεῖ!
- 41
Καὶ εἶπεν ᾿Ηλιοὺ τῷ ᾿Αχαάβ· ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
Καὶ ὁ Ἠλίας εἶπεν εἰς τὸν Ἀχαάβ: «Ἀνέβα, φάγε καὶ πίε, διότι ἀκούεται βουητὸ πολλῆς βροχῆς, ποὺ ἔρχεται· βουητὸ ὅπως τὸ ποδοβολητό».
- 42
καὶ ἀνέβη ᾿Αχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν, καὶ ᾿Ηλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀνὰ μέσον τῶν γονάτων αὐτοῦ.
Ἐνῷ ὁ Ἀχαὰβ ἀνέβη εἰς κάποιο ὕψωμα διὰ νὰ φάγῃ καὶ νὰ πιῇ, ὁ Ἠλίας ἀνέβη εἰς τὴν κορυφὴν τοῦ ὄρους Κάρμηλον καὶ ἔσκυψε εἰς τὴν γῆν καὶ ἔβαλε τὸ πρόσωπόν του μεταξὺ τῶν γονάτων του.
- 43
καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν· οὐκ ἔστιν οὐθέν. καὶ εἶπεν ᾿Ηλιού· καὶ σὺ ἐπίστρεψον ἑπτάκις·
Καὶ ἀφοῦ προσηυχήθη ἔτσι θερμά, εἶπεν εἰς τὸν ὑπηρέτην του: «Ἀνέβα τώρα καὶ κύτταξε πρὸς τὰ δυτικά, πρὸς τὸ μέρος τῆς Μεσογείου θαλάσσης». Ὁ ὑπηρέτης ἀνέβη, ἐκύτταξε πρὸς τὰ δυτικὰ καὶ εἶπεν εἰς τὸν Ἠλίαν: «Δὲν ὑπάρχει τίποτε· δὲν βλέπω τίποτε». Ὁ Ἠλίας τοῦ ἀπάντησε: «Πήγαινε καὶ ἔλα ἑπτὰ φορές».
- 44
καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις. καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν· ἀνάβηθι καὶ εἶπον τῷ ᾿Αχαάβ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.
Καὶ ὁ ὑπηρέτης ἐπῆγε καὶ ἐπέστρεψεν ἑπτὰ φορὲς καὶ τὴν ἑβδόμην φορὰν συνέβη τοῦτο: Νά· ἐφάνη ἕνα μικρὸν σύννεφον, τὸ μέγεθος τοῦ ὁποίου ἦταν τόσον, ὅσον τὸ ἴχνος ποὺ ἀφήνει τὸ πέλμα ἑνὸς ἀνδρός, καὶ τὸ σύννεφον αὐτὸ ἐπρομηνοῦσε βροχήν. Καὶ ὁ Ἠλίας εἶπεν εἰς τὸν ὑπηρέτην του: «Ἀνέβα καὶ πὲς εἰς τὸν Ἀχαάβ· (ἐτοίμασε καὶ ζεῦξε τὸ ἅρμα σου καὶ κατέβα ἀπὸ τὸ ὄρος, διὰ νὰ μὴ σὲ προλάβῃ καὶ σὲ ἀνακόψῃ ἡ βροχή».
- 45
καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιε καὶ ἐπορεύετο ᾿Αχαὰβ ἕως ᾿Ιεζράελ.
Ἐν τῷ μεταξὺ συνέβη τοῦτο: Μέσα σὲ λίγο χρονικὸν διάστημα ὁ οὐρανὸς ἐσκοτείνιασε ἀπὸ μαῦρα πυκνὰ νέφη, ὁ ἄνεμος ἄρχισε νὰ φυσᾷ καὶ ἐξέσπασε πλούσια καὶ καταρρακτώδης βροχή. Καὶ ὁ Ἀχαὰβ ἔτρεχε μὲ τὸ ἅρμα του καὶ ἐπήγαινε κλαίγοντας πρὸς τὴν πόλιν Ἰεζράελ.
- 46
καὶ χεὶρ Κυρίου ἐπὶ τὸν ᾿Ηλιού, καὶ συνέσφιξε τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν ᾿Αχαὰβ ἕως ᾿Ιεζράελ.
Τὸ δὲ προστατευτικὸν καὶ παντοδύναμον χέρι τοῦ Κυρίου ἦταν μὲ τὸν Ἠλίαν. Καὶ αὐτὸς ἐζώσθη καλὰ καὶ ἔσφιξε τὸ φόρεμά του εἰς τὴν μέσην του διὰ νὰ τρέχῃ ἐλεύθερα· καὶ παρὰ τὸν κόπον καὶ τὴν ἠλικίαν του, ἐπροσπέρασε καὶ ἔτρεχεν ἐμπρὸς ἀπὸ τὸ ἅρμα τοῦ Ἀχαὰβ μέχρι τῆς εἰσόδου τῆς πόλεως Ἰεζράελ.
