Γ΄ Βασιλειών, κεφάλαιο 17
- 1
ΚΑΙ εἶπεν ᾿Ηλιοὺ ὁ προφήτης Θεσβίτης ὁ ἐκ Θεσβῶν τῆς Γαλαὰδ πρὸς ᾿Αχαάβ· ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ Θεὸς ᾿Ισραήλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, ὅτι εἰ μὴ διὰ στόματος λόγου μου.
Τότε ὁ προφήτης Ἠλίας ὁ Θεσβίτης, ποὺ κατήγετο ἀπὸ τὴν Θεσβί (ἢ Θέσβην) τῆς περιοχῆς Γαλαάδ, παρουσιάσθη εἰς τὸν βασιλιᾶ Ἀχαὰβ καὶ τοῦ εἶπεν: «Εἰς τὸ ὄνομα τοῦ Κυρίου, τοῦ ζωντανοῦ Θεοῦ τῶν δυνάμεων, τοῦ ἀληθινοῦ Θεοῦ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, τὸν ὁποῖον ὑπηρετῶ, σὲ διαβεβαιῶ ὅτι δὲν θὰ ὑπάρχῃ εἰς τὰ χρόνια αὐτὰ οὔτε δροσιά (ὑγρασία) οὔτε βροχή, παρὰ μόνον ὅταν θὰ τὸ εἴπω ἐγώ· μέχρις ὅτου ἐγὼ θὰ ὁρίσω τὸ τέλος τοῦ χρόνου τῆς ἀνομβρίας καὶ θὰ σοῦ τὸ ἀναγγείλω!»
- 2
καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς ᾿Ηλιού·
Καὶ τότε κατέφθασε λόγος Κυρίου πρὸς τὸν Ἠλίαν, ὁ ὁποῖος τοῦ εἶπε:
- 3
πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορρὰθ τοῦ ἐπὶ προσώπου τοῦ ᾿Ιορδάνου·
«Φύγε ἀπὸ ἐδῶ καὶ πήγαινε πρὸς ἀνατολὰς καὶ κρύψου κοντὰ εἰς τὸν ξεροπόταμον Χορράθ, ὁ ὁποῖος εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη·
- 4
καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ.
εὑρισκόμενος ἐκεῖ θὰ πίνῃς νερὸ ἀπὸ τὸν ξεροπόταμον, ἐγὼ δὲ θὰ διατάξω τὰ κοράκια νὰ σὲ διατρέφουν ἐκεῖ»,
- 5
καὶ ἐποίησεν ᾿Ηλιοὺ κατὰ τὸ ρῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορρὰθ ἐπὶ προσώπου τοῦ ᾿Ιορδάνου.
Ὁ Ἠλίας ἔκαμεν ὅπως ἀκριβῶς τοῦ εἶπεν ὁ Κύριος· ἐπῆγε καὶ ἔμεινε κοντὰ εἰς τὸν ξεροπόταμον Χορράθ, ὁ ὁποῖος εὑρίσκεται εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη.
- 6
καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ.
Καὶ τὰ κοράκια τοῦ ἔφερναν τὸ πρωΐ ψωμί, τὸ δὲ δειλινὸν κρέας· καὶ ἔπινε νερὸν ἀπὸ τὸν ξεροπόταμον Χορράθ.
- 7
καὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.
Συνέβη ὅμως ἔπειτα ἀπὸ ὀλίγον καιρὸν νὰ ξεραθῇ ὁ ξεροπόταμος Χορράθ, διότι δὲν ἔβρεξε καὶ ὑπῆρχε (συνεχίζετο ἡ) ἀνομβρία εἰς τὴν χώραν.
- 8
καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς ᾿Ηλιού·
Καὶ τότε κατέφθασε νέος λόγος Κυρίου πρὸς τὸν Ἠλίαν, ὁ ὁποῖος τοῦ εἶπε:
- 9
ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτὰ τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
«Σήκω καὶ πήγαινε εἰς τὴν πόλιν Σαρεπτὰ τῆς Σιδωνίας. Νά· ἔδωκα ἐντολὴν εἰς μίαν γυναῖκα χήραν, ποὺ κατοικεῖ ἐκεῖ, νὰ σὲ διατρέφῃ».
- 10
καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτὰ καὶ ἧλθεν εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπεν αὐτῇ· λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
Ὁ Ἠλίας ἐσηκώθη καὶ ἐπῆγεν εἰς Σαρεπτὰ καὶ ἔφθασεν εἰς τὴν πύλην τῆς πόλεως· καὶ νά, εὑρίσκετο ἐκεῖ μια γυναῖκα χήρα, ποὺ ἐμαζευε ξύλα. Τότε ὁ Ἠλίας τῆς ἐφώναξε καὶ τῆς εἶπε: «Φέρε μου, σὲ παρακαλῶ, λίγο νερὸ σὲ ἕνα δοχεῖο, διὰ νὰ πιῶ».
- 11
καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς ᾿Ηλιοὺ καὶ εἶπε· λήψῃ δή μοι ψωμὸν ἄρτου τοῦ ἐν τῇ χειρί σου.
Ἐνῷ ἐκείνη ἐπῆγε νὰ τοῦ φέρῃ τὸ νερό, ὁ Ἠλίας τῆς ἐφώναξε πάλιν: «Φέρε μου, σὲ παρακαλῶ, ἕνα κομμάτι ψωμί, ἀπὸ ἐκεῖνο ποὺ κρατεῖς εἰς τὸ χέρι σου».
- 12
καὶ εἶπεν ἡ γυνή· ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας ἀλλ᾿ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέξω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.
Καὶ ἡ γυναῖκα τοῦ εἶπεν: «Εἰς τὸ ὄνομα τοῦ Κυρίου, τοῦ ζωντανοῦ Θεοῦ σου, σὲ διαβεβαιῶ ὅτι δὲν ἔχω καθόλου ψωμί, παρὰ μόνον μιὰ χούφτα ἀλεῦρι εἰς τὸ σταμνί (μικρὸ πιθάρι) καὶ λίγο λάδι εἰς τὸ δοχεῖον μου τοῦ λαδιοῦ. Καὶ εἰς ἀπόδειξιν τούτου, νά· θὰ μαζεύσω δύο ξυλάκια καὶ ἔπειτα θὰ πάω εἰς τὸ σπίτι μου, ὥστε νὰ τὸ ζυμώσω καὶ νὰ ψήσω λαγάνα διὰ τὸν ἑαυτόν μου καὶ διὰ τὰ παιδιά μου. Καὶ ὅταν τὸ φάγωμεν, ἐπειδὴ αὐτὰ εἶναι τὰ τελευταῖα τρόφιμα ποὺ ἔχω, κατόπιν, ἀφοῦ δὲν θὰ ἔχωμεν τίποτε ἄλλο, θὰ ἀποθάνωμεν ἀπὸ τὴν πεῖναν»!
- 13
καὶ εἶπε πρὸς αὐτὴν ᾿Ηλιού· θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ρῆμά σου· ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρὸν καὶ ἐξοίσεις μοι ἐν πρώτοις, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾿ ἐσχάτῳ·
Ὁ Ἠλίας τῆς εἶπεν: «Ἔχε θάρρος· μὴ ἀπελπίζεσαι· πήγαινε εἰς τὸ σπίτι σου καὶ κάμε, ὅπως εἶπες. Ἀλλὰ ζύμωσε καὶ ψῆσε μου ἀπὸ τὰ ὑλικά, ποὺ ἔχεις, μιὰ μικρὴ λαγάνα καὶ φέρε την πρῶτα εἰς ἐμέ· διὰ τὸν ἑαυτόν σου δὲ καὶ διὰ τὰ παιδιά σου θὰ ἐτοιμάσῃς κατόπιν ἀπὸ ὅ,τι θὰ μείνῃ.
- 14
ὅτι τάδε λέγει Κύριος· ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
Διότι αὐτὰ λέγει ὁ Κύριος: «Τὸ ἀλεῦρι τοῦ σταμνιοῦ (μικροῦ πιθαριοῦ) δὲν θὰ ἐξαντληθῇ καὶ τὸ δοχεῖον τοῦ λαδιοῦ δὲν θὰ ὀλιγοστεύσῃ μέχρι τῆς ἡμέρας, κατὰ τὴν ὁποίαν ὁ Κύριος θὰ στείλῃ βροχὴν εἰς τὴν γῆν».
- 15
καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
Ἡ γυναῖκα ἐπῆγε καὶ ἔκαμεν, ὅπως ἀκριβῶς τῆς εἶπεν ὁ Προφήτης. Καὶ ἀπὸ τὴν θαυματουργικὴν ἐκείνην τροφὴν ἔτρωγεν αὐτὴ καὶ αὐτός (ὁ Ἠλίας) καὶ τὰ παιδιά της.
- 16
καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἠλαττονήθη κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ηλιού.
Τὸ σταμνὶ τοῦ ἀλευριοῦ δὲν ἐξηντλήθη, οὔτε καὶ τὸ δοχεῖον τοῦ λαδιοῦ ὠλιγόστευσε, σύμφωνα μὲ τὸν λόγον, ποὺ εἶπεν ὁ Κύριος διὰ τοῦ προφήτου Ἠλία.
- 17
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.
Ὀλίγον καιρὸν μετὰ τὰ γεγονότα αὐτὰ συνέβη τοῦτο: Ἀρρώστησε ὁ υἱὸς τῆς χήρας γυναίκας, τῆς νοικοκυρᾶς τοῦ σπιτιοῦ. Ἡ ἀρρώστια του ἦταν τόσον πολὺ σοβαρή, ὥστε ἐχειροτέρευε συνεχῶς, μέχρις ὅτου ἔπαυσε νὰ ἀναπνέῃ καὶ τελικῶς ἀπέθανε.
- 18
καὶ εἶπε πρὸς ᾿Ηλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου;
Καὶ ἡ χήρα εἶπεν εἰς τὸν Ἠλίαν: «Ποία σχέσις ὑπάρχει μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ τὶ ζητεῖς ἀπὸ ἐμέ, ἄνθρωπε τοῦ Θεοῦ; Ἦλθες καὶ μένεις εἰς τὸ σπίτι μου διὰ νὰ ὑπενθυμίσῃς εἰς τὸν Θεὸν τὶς ἁμαρτίες μου καὶ νὰ μὲ τιμωρήσῃ δι’ αὐτὰς μὲ τὸν θάνατον τοῦ υἱοῦ μου;»
- 19
καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς τὴν γυναῖκα· δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης.
Ὁ Ἠλίας ἀπάντησε εἰς τὴν γυναῖκα: «Δῶσε μου τὸν υἱόν σου. Καὶ ὁ Ἠλίας ἐπῆρε τὸ παιδὶ ἀπὸ τὴν ἀγκαλιὰ τῆς μητέρας τοῧ καὶ τὸ ἀνέβασε εἰς τὸ ἀνώγειον δωμάτιον, εἰς τὸ ὁποῖον ἔμενεν ὁ ἴδιος, καὶ τὸ ἑξάπλωσε εἰς τὸ κρεββάτι του.
- 20
καὶ ἀνεβόησεν ᾿Ηλιού, καὶ εἶπεν· οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾿ ἧς ἐγὼ κατοικῶ μετ᾿ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
Καὶ ὁ Ἠλίας προσηυχήθη θερμὰ μὲ φωνὴν ἰσχυρὰν εἰς τὸν Θεὸν καὶ εἶπεν: «Ἀλλοίμονον, Κύριε, ἐγὼ εἶμαι αὐτόπτης μάρτυς τῆς δυστυχίας τῆς χήρας, ἡ ὁποία μὲ φιλοξενεῖ (ἢ κατ' ἄλλην ἑρμηνείαν: Σὺ εἶσαι μάρτυς τῆς προθυμίας καὶ τῆς καλωσύνης, μὲ τὴν ὁποίαν μὲ φιλοξενεῖ ἡ χήρα)! Σὺ λοιπὸν ἔφθασες νὰ τὴν πληγώσῃς τόσον πολύ, ὥστε νὰ θανατώσῃς τὸν υἱόν της!»
- 21
καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν Κύριον καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
Καὶ προκειμένου νὰ μεταδώσῃ ζωὴν εἰς τὸν νεκρόν, ἐνεφύσησεν εἰς τὸ μικρὸ παιδὶ τρεῖς φορὲς καὶ παρεκάλεσε θερμὰ τὸν Κύριον καὶ εἶπε: «Κύριε, Θεέ μου, ἂς ἐπιστρέψῃ, σὲ παρακαλῶ, ἡ ψυχὴ τοῦ μικροῦ τούτου παιδιοῦ καὶ πάλιν εἰς αὐτό».
- 22
καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησε τὸ παιδάριον.
Καὶ εὐθὺς ἀμέσως ἔγινε ἔτσι! Τὸ νεκρὸ παιδὶ ἐξαναζωντάνευσε καὶ ἐφώναξε!
- 23
καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ᾿Ηλιού· βλέπε, ζῇ ὁ υἱός σου.
Καὶ ὁ Προφήτης τὸ ἐκατέβασε ἀπὸ τὸ ἀνώγειον δωμάτων εἰς τὸ σπίτι καὶ τὸ παρέδωκεν εἰς τὴν μητέρα του. Καὶ ὁ Ἠλίας εἶπε: «Κύτταξε, ζῇ ὁ υἱός σου»!
- 24
καὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ηλιού· ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος Θεοῦ καὶ ρῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.
Καὶ ἡ γυναῖκα εἶπεν εἰς τὸν Ἠλίαν: «Νά· τώρα ἐβεβαιώθηκα πλέον ἀπολύτως, ὅτι σὺ εἶσαι ἄνθρωπος τοῦ Θεοῦ καὶ ὅτι ὁ λόγος τοῦ Κυρίου, ποὺ ὑπάρχει εἰς τὸ στόμα σου, εἶναι πάντοτε καὶ ἀπολύτως ἀληθινός».
