Γ΄ Βασιλειών, κεφάλαιο 16
- 1
ΚΑΙ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ πρὸς Βαασά·
Τότε κατέφθασε λόγος Κυρίου διὰ τοῦ προφήτου Ἰού, υἱοῦ τοῦ Ἀνανί, πρὸς τὸν Βαασά, ὁ ὁποῖος ἔλεγεν:
- 2
ἀνθ᾿ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραὴλ καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ ῾Ιεροβοὰμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν ᾿Ισραήλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν,
«Ἀντὶ τῶν εὐεργεσιῶν ποὺ σοῦ ἔκαμα, ὥστε νὰ σὲ ἀνυψώσω ἀπὸ τὴν χαμηλὴν κοινωνικὴν σου θέσιν καὶ νὰ σὲ ἀναδείξω βασιλιᾶ τοῦ λαοῦ μου τοῦ Ἰσραηλιτικοῦ, σὺ ἀκολούθησες τὸ παράδειγμα τοῦ Ἱεροβοὰμ καὶ ἐμιμήθης τὴν εἰδωλολατρικὴν πολιτείαν του καὶ τὶς ἁμαρτίες του, μὲ τὶς ὁποῖες παρέσυρες τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν, ὥστε νὰ μὲ παροργίσουν μὲ τὴν εἰδωλολατρικὴν διαγωγήν των·
- 3
ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ·
διὰ τοῦτο, νά· ἐγὼ θὰ ἀναδείξω ὡς διάδοχόν (σοῦ) τοῦ Βαασὰ ἀπόγονον τῆς οἰκογενείας του (σου), καὶ θὰ παραδώσω εἰς πλήρη καταστροφὴν τὴν οἰκογένειάν σου, ὅπως παρέδωκα εἰς καταστροφὴν τὴν οἰκογένειαν τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ.
- 4
τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Ὅποιος ἀποθνήσκει ἀπὸ τὴν οἰκογένειαν τοῦ Βαασὰ μέσα εἰς τὴν πόλιν, (δὲν θὰ τὸν ἐνταφιάζῃ κανείς, ἀλλὰ) θὰ τὸν καταφάγουν τὰ σκυλιά· καὶ ὅποιος ἀποθνήσκει ἔξω εἰς τὰ χωράφια, θὰ τὸν καταφάγουν τὰ ὄρνια».
- 5
καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Βαασὰ καὶ ὅλα, ὅσα ἔκαμε, καὶ τὰ κατορθώματά του, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 6
καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Θερσά, καὶ βασιλεύει ᾿Ηλὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως ᾿Ασά.
Καὶ ὁ Βαασὰ ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη εἰς τὴν πόλιν Θερσά. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἠλά, ὁ υἱός του, κατὰ τὸ εἰκοστὸν ἔτος τῆς βασιλείας τοῦ Ἀσά.
- 7
καὶ ἐν χειρὶ ᾿Ιοὺ υἱοῦ ᾿Ανανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον ῾Ιεροβοάμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.
Καὶ διὰ στόματος τοῦ προφήτου Ἰού, υἱοῦ τοῦ Ἀνανί, ἐμίλησε ὁ Κύριος ἐναντίον τοῦ Βαασὰ καὶ ἐναντίον τῆς οἰκογενείας του δι' ὅλες τὶς ἀσέβειες, ποὺ ἔκαμεν ἐμπρὸς εἰς τὸν Κύριον, ὥστε νὰ τὸν ἐξοργίσῃ μὲ τὰ ἔργα ποὺ ἔκαμε, διότι ἔτσι ἐμιμήθη τὸ παράδειγμα τῆς οἰκογενείας τοῦ Ἱεροβοάμ· καὶ διότι ὁ Βαασὰ ἐξωλόθρευσε τὴν οἰκογένειαν τοῦ Ἱεροβοάμ.
- 8
Καὶ ᾿Ηλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ δύο ἔτη ἐν Θερσά.
Ὁ Ἠλά, ὁ υἱὸς τοῦ Βαασά, διετέλεσε βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ μὲ πρωτεύουσαν τὴν Θερσὰ ἐπὶ δύο χρόνια.
- 9
καὶ συνέστρεψεν ἐπ᾿ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσὰ πίνων μεθύων ἐν τῷ οἴκῳ ῾Ωσὰ τοῦ οἰκονόμου ἐν Θερσά.
Καὶ συνωμότησεν ἐναντίον του ὁ Ζαμβρί, ὁ ἀρχηγὸς τῆς μισῆς δυνάμεως τοῦ ἱππικοῦ του. Ὁ δὲ Ἠλὰ εὑρίσκετο εἰς τὴν Θερσά, ὅπου ἔπινε καὶ ἦταν μεθυσμένος, εἰς τὸ σπίτι τοῦ Ὡσά, τοῦ προϊσταμένου οἰκονόμου (ἢ πιθανῶς ἀρχιμαγείρου) τοῦ παλατιοῦ του εἰς Θερσά.
- 10
καὶ εἰσῆλθε Ζαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
Καὶ ὁ Ζαμβρὶ ἐμπῆκε εἰς τὸ σπίτι τοῦ Ὡσά, ἐκτύπησε τὸν βασιλιᾶ Ἠλὰ καὶ τὸν ἐσκότωσε καὶ εἰς τὴν θέσιν ἐκείνου ἀνεκήρυξε βασιλιᾶ τὸν ἑαυτόν του.
- 11
καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ
Τότε συνέβη τοῦτο: Μόλις ὁ Ζαμβρὶ ἔγινε βασιλιᾶς καὶ διεδέχθη εἰς τὸν βασιλικὸν θρόνον τὸν Ἠλά, ἔσφαξε καὶ ἐξωλόθρευσεν ὅλην τὴν οἰκογένειαν τοῦ Βαασά,
- 12
κατὰ τὸ ρῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασά, πρὸς ᾿Ιοὺ τὸν προφήτην
σύμφωνα μὲ τὸν λόγον, ποὺ εἶπεν ὁ Κύριος ἐναντίον τῆς οἰκογενείας τοῦ Βαασά, διὰ τοῦ προφήτου Ἰού.
- 13
περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ ᾿Ηλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι Κύριον τὸν Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
Ἡ τιμωρία αὐτὴ ἔγινε ἕνεκα ὅλων τῶν (πολλῶν) ἁμαρτιῶν τοῦ Βαασὰ καὶ τοῦ υἱοῦ του Ἠλά, τὶς ὁποῖες ἔκαμαν καὶ διὰ τῶν ὁποίων παρέσυραν τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν, ὥστε νὰ παροργίσῃ Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ μὲ τὴν εἰδωλολατρικὴν διαγωγήν του.
- 14
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ηλά, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἠλά, τὰ ὁποῖα αὐτὸς ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 15
Καὶ Ζαμβρὶ ἐβασίλευεν ἐν Θερσὰ ἡμέρας ἑπτά. καὶ ἡ παρεμβολὴ ᾿Ισραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων,
Καὶ ὁ Ζαμβρὶ ἐβασίλευσέ μὲ ἔδραν τὴν Θερσὰ ἐπὶ ἑπτὰ (μόνον) ἡμέρες. Ὁ στρατὸς τῶν Ἰσραηλιτῶν ἦταν στρατοπεδευμένος ἀπέναντι τῆς πόλεως Γαβαθών, ποὺ ἀνῆκεν εἰς τοὺς Φιλισταίους.
- 16
καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων· συνεστράφη Ζαμβρὶ καὶ ἔπαισε τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν ᾿Ισραὴλ τὸν ᾿Αμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.
Ἐπληροφορήθη δὲ ὁ στρατός, ποὺ ἦταν στρατοπεδευμένος ἐκεῖ, τὴν εἴδησιν ποὺ ἔλεγεν: «Ὁ Ζαμβρὶ συνωμότησε καὶ ἐθανάτωσε τὸν βασιλιᾶ». Ὁ στρατὸς ἀνεκήρυξε κατὰ τὴν ἡμέραν ἐκείνην εἰς τὸ στρατόπεδον ὡς βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραὴλ τὸν Ἀμβρί, τὸν ἀρχιστράτηγον.
- 17
καὶ ἀνέβη ᾿Αμβρὶ καὶ πᾶς ᾿Ισραὴλ μετ᾿ αὐτοῦ ἐκ Γαβαθὼν καὶ περιεκάθισαν ἐπὶ Θερσά.
Καὶ ὁ Ἀμβρὶ ἀνέβη ἀπὸ τὴν Γαβαθών, μαζί του δὲ ἀνέβη καὶ ὅλος ὁ Ἰσραηλιτικὸς στρατὸς καὶ ἐπολιόρκησαν τὴν Θερσά.
- 18
καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾿ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως καὶ ἀπέθανεν
Τότε συνέβη τοῦτο: Μόλις ὁ Ζαμβρὶ εἶδεν ὅτι ἡ πόλις Θερσὰ κατελήφθη, κατέφυγεν εἰς ὠχυρωμένον ἐσωτερικὸν καταφύγιον (πύργον) τοῦ βασιλικοῦ ἀνακτόρου καὶ ἔβαλε φωτιὰ εἰς αὐτὸ καὶ ἀπέθανεν, ἀφοῦ ἐκάη καὶ ὁ ἴδιος μέσα εἰς τὶς φλόγες τῆς πυρκαϊᾶς.
- 19
ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ.
Ὁ φρικτὸς αὐτὸς θάνατος τοῦ Ζαμβρὶ ἦταν ἀποτέλεσμα τῶν ἁμαρτιῶν του, τὶς ὁποῖες ἔκαμε, μὲ τὸ νὰ παρασυρθῇ εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ νὰ κάμῃ ἐκεῖνο ποὺ εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ, νὰ καταντήσῃ εἰς τὴν εἰδωλολατρίαν καὶ ἔτσι νὰ ἀκολουθήσῃ τὸ παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, καὶ νὰ μιμηθῇ τὴν ἁμαρτωλὴν πολιτείαν ἐκείνου καὶ τὶς ἁμαρτίες του, καὶ πρὸ παντὸς ὅτι παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν.
- 20
καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ζαμβρὶ καὶ τὶς συνωμοσίες ποὺ ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βίβλων τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 21
Τότε μερίζεται ὁ λαὸς ᾿Ισραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω ᾿Αμβρί.
Ἕνεκα τῶν γεγονότων αὐτῶν ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰσραὴλ ἐχωρίσθη εἰς δύο παρατάξεις. Ὁ μισός λαὸς ἀκολούθησε τὸν Θαμνί, τὸν υἱὸν τοῦ Γωνάθ, διὰ νὰ ἀνακηρύξῃ αὐτὸν ὣς βασιλιᾶ· ὁ ἄλλος μισός λαὸς ἀκολούθησε τὸν Ἀμβρί.
- 22
ὁ λαὸς ὁ ὢν ὀπίσω ᾿Αμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ, καὶ ἀπέθανε Θαμνὶ καὶ ᾿Ιωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν ᾿Αμβρὶ μετὰ Θαμνί.
Τελικῶς ἡ μερίδα τοῦ λαοῦ, ποὺ ἀκολούθησε τὸν Ἀμβρί, ὑπερίσχυσε τῆς ἄλλης μερίδος, ποὺ ἀκολούθησε τὸν Θαμνί, τὸν υἱὸν τοῦ Γωνάθ· τὸν καιρὸν ἐκεῖνον ὁ Θαμνὶ ἀπέθανε (πιθανὸν ἐφονεύθη ἢ ἐδολοφονήθη), καθὼς καὶ ὁ ἀδελφός του Ἰωράμ· καὶ μετὰ τὸν Θαμνὶ ἔγινε βασιλιᾶς τοῦ Ἰσραὴλ ὁ Ἀμβρί.
- 23
ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως ᾿Ασὰ βασιλεύει ᾿Αμβρὶ ἐπὶ ᾿Ισραὴλ δώδεκα ἔτη. ἐν Θερσὰ βασιλεύει ἓξ ἔτη·
Ἔτσι κατὰ τὸ τριακοστὸν πρῶτον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ Ἀσὰ ἀνεκηρύχθη βασιλιᾶς τοῦ Ἰσραὴλ ὁ Ἀμβρί· ἐβασίλευσε δὲ δώδεκα χρόνια. Κατὰ τὰ πρῶτα ἕξι χρόνια ἐβασίλευσε μὲ ἔδραν τὴν Θερσά.
- 24
καὶ ἐκτήσατο ᾿Αμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησε τὸ ὄρος καὶ ἐπεκάλεσε τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών.
Κατόπιν ὁ Ἀμβρὶ ἀγορασε τὸ ὅρος τῆς Σαμαρείας ἀπὸ τὸν Σεμήρ, τὸν ἰδιοκτήτην τοῦ ὄρους, ἀντὶ τῆς τιμῆς δύο ἀργυρῶν ταλάντων καί, ἀφοῦ ὠχύρωσε τὸ ὅρος, ἔκτισεν ἐπάνω εἰς αὐτὸ πόλιν. Ὠνόμασε δὲ τὴν πόλιν, ποὺ ἔκτισεν, ἀπὸ τὸ ὄνομα τοῦ Σεμήρ, τοῦ ἰδιοκτήτου τοῦ ὄρους, Σαμάρειαν.
- 25
καὶ ἐποίησεν ᾿Αμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ·
Ἀλλ’ ὁ Ἀμβρὶ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν. Ὁ Ἀμβρὶ ἐξεπέρασε εἰς τὴν ἀσέβειαν καὶ τὴν εἰδωλολατρίαν ὅλους τοὺς πρὶν ἀπὸ αὐτὸν βασιλεῖς.
- 26
καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν ᾿Ισραὴλ τοῦ παροργίσαι τὸν Κύριον Θεὸν ᾿Ισραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
Ἀκολούθησε δὲ εἰς ὅλα τὸ παράδειγμα τοῦ Ἱεροβοάμ, τοῦ υἱοῦ τοῦ Ναβάτ, καὶ ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν ἐκείνου καὶ τὶς ἁμαρτίες, μὲ τὶς ὁποῖες παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν, ὥστε νὰ παροργίσῃ τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, μὲ τὴν λατρείαν τῶν εἰδώλων.
- 27
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμβρὶ καὶ πάντα, ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ζαμβρὶ καὶ ὅλα, ὅσα ἔκαμε, καὶ ὅλα τὰ κατορθώματά του, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 28
καὶ ἐκοιμήθη ᾿Αμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει ᾿Αχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.28αΚαὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ ᾿Αμβρὶ βασιλεύει ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβὰ θυγάτηρ Σελί.28βκαὶ ἐπορεύθη ἐν τῇ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων.28γκαὶ ἃ συνέθετο ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραὴλ καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ιούδα;28δκαὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐξῇρεν ἀπὸ τῆς γῆς.28εκαὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ Νασίβ.28ζκαὶ ὁ βασιλεὺς ᾿Ιωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ.28ητότε εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηῖ· καὶ οὐκ ἐβούλετο ᾿Ιωσαφάτ.28θκαὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Καὶ ὁ Ἀμβρὶ ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη εἰς τὴν Σαμάρειαν. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἀχαάβ, ὁ υἱός του.28αΚαὶ κατὰ τὸ ἑνδέκατον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ Ἀμβρὶ ἐβασίλευσεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα ὁ Ἰωσαφάτ, ὁ υἱὸς τοῦ Ἀσά· ὅταν ὁ Ἰωσαφὰτ ἔγινε βασιλιᾶς, ἦταν τριάντα πέντε ἐτῶν· ἐβασίλευσε δὲ εἴκοσι πέντε χρόνια μὲ ἕδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Γαζουβά· αὐτὴ δὲ ἦταν κόρη τοῦ Σελί.28βὉ Ἰωσαφὰτ ἀκολούθησε τὸ θεοφιλὲς παράδειγμα τοῦ Ἀσά, τοῦ πατέρα του· δὲν παρεξέκλινεν ἀπὸ τὴν θεοσεβῆ πορείαν τοῦ πατέρα του, ἀλλ’ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου. Δὲν κατέστρεψαν ὅμως τὰ εἰδωλολατρικὰ ἱερά, ποὺ ἦσαν εἰς τὰ ὑψώματα τῆς χώρας, καὶ ἔτσι ὁ λαὸς συνέχιζε νὰ προσφέρῃ ἐκεῖ θυσίες καὶ θυμιάματα εἰς τὰ εἴδωλα.28γΤὴν δὲ συνθήκην εἰρήνης, ποὺ ἔκαμεν ὁ Ἰωσαφὰτ μὲ τὸν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ, καὶ ὅλα τὰ κατορθώματα, τὰ ὁποῖα ἐπέτυχε, καὶ οἱ πόλεμοι ποὺ διεξήγαγε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;28δὉ Ἰωσαφὰτ ὅλες τὶς ἱερόδουλες γυναῖκες, ποὺ εἶχαν ἀπομείνει καὶ οἱ ὁποῖες εἶχαν προστεθῇ κατὰ τὶς ἡμέρες τῆς βασιλείας τοῦ πατέρα τοῦ Ἀσά, τὶς ἔδιωξε ἀπὸ τὴν χώραν.28εΤότε δὲν ὑπῆρχε βασιλιᾶς εἰς τὴν Συρίαν· ὑπῆρχε μόνον διοικητής, τὸν ὁποῖον ὥριζεν ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα.28ζΚαὶ ὁ βασιλιᾶς Ἰωσαφὰτ κατεσκεύασε πλοῖον μεγάλον εἰς Θαρσίς, ὥστε νὰ πλεύσῃ εἰς τὴν χώραν Σωφίρ, εἰς τὴν ὁποίαν ὑπῆρχε χρυσάφι. Τὸ πλοῖον ὅμως αὐτὸ δὲν ἔπλευσε πρὸς τὴν Σωφίρ, διότι κατεστράφη εἰς τὴν Γασιὼν Γαβέρ.28ηΤότε ὁ βασιλιᾶς Ὀχοζίας τοῦ βασιλείου τοῦ Ἰσραὴλ εἶπεν εἰς τὸν Ἰωσαφάτ: «Δῶσε μου τὴν ἄδειαν νὰ στείλω τοὺς ἄνδρες σου καὶ τοὺς ἰδικούς μου ἄνδρες διὰ νὰ ἐπανδρώσουν ὡς ναυτικοὶ τὰ πλοῖα σου». Ὁ Ἰωσαφὰτ ὅμως δὲν ἠθέλησεν.28θἈπέθανε δὲ ὁ Ἰωσαφὰτ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη μὲ τοὺς προπάτορές του εἰς τὴν πόλιν τοῦ Δαβίδ. Ἐβασίλευαε δὲ ὡς διάδοχός του ὁ Ἰωράμ, ὁ υἱός του.
- 29
᾿Εν ἔτει δευτέρῳ τοῦ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα βασιλεύει ᾿Αχαὰβ υἱὸς ᾿Αμβρί· ἐβασίλευσεν ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη.
Κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ Ἰωσαφάτ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ἀνεκηρύχθη βασιλιᾶς εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ ὁ Ἀχαάβ, ὁ υἱὸς τοῦ Ἀμβρί. Ὁ Ἀχαὰβ ἐβασίλευσεν εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ μὲ ἔδραν τὴν Σαμάρειαν ἐπὶ εἴκοσι δύο χρόνια.
- 30
καὶ ἐποίησεν ᾿Αχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ.
Καὶ ὁ βασιλιᾶς Ἀχαὰβ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Ὁ Ἀχαὰβ ἐξεπέρασε εἰς τὴν ἀσέβειαν καὶ τὴν εἰδωλολατρίαν ὅλους τοὺς πρὶν ἀπὸ αὐτὸν βασιλεῖς.
- 31
καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, καὶ ἔλαβε γυναῖκα τὴν ᾿Ιεζάβελ θυγατέρα ᾿Ιεθεβαὰλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ καὶ προσεκύνησεν αὐτῷ,
Καὶ ὡς ἐὰν δὲν τοῦ ἦταν ἀρκετὸν νὰ μιμηθῇ τὴν ἁμαρτωλὴν πολιτείαν τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, ἐπροχώρησε ἀκόμη περισσότερον! Ἐνυμφεύθη ὡς σύζυγον τὴν Ἰεζάβελ, θυγατέρα τοῦ Ἰεθεβαάλ, βασιλιᾶ τῶν Σιδωνίων, καὶ ἀκόμη ἐπῆγε καὶ ἐλάτρευσε τὸν Βάαλ, τὸν κύριον θεὸν τῶν Φοινίκων, καὶ τὸν προσεκύνησε.
- 32
καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ,
Καὶ ἔστησε (ὕψωσε) θυσιαστήριον τοῦ Βάαλ εἰς τὸν εἰδωλολατρικὸν ναόν, ὅπου ἦσαν τὰ συχαμερὰ ἀγάλματα τοῦ Βάαλ· τὸν ναὸν αὐτὸν τὸν ἔκτισεν εἰς τὴν Σαμάρειαν, τὴν πρωτεύουσαν τοῦ βασιλείου του.
- 33
καὶ ἐποίησεν ᾿Αχαὰβ ἄλσος, καὶ προσέθεκεν ᾿Αχαὰβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ ᾿Ισραὴλ καὶ τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολοθρευθῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς ᾿Ισραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.
Ὁ Ἀχαὰβ κατεσκεύασεν ἐπίσης ἄγαλμα εἰς τὴν Ἀστάρτην, τὸ ὁποῖον ἔστησεν εἰς ἱερὸν εἰδωλολατρικὸν δάσος. Ὁ Ἀχαὰβ ἐπρόσθεσε (ἔκαμε) καὶ ἄλλες εἰδωλολατρικὲς πράξεις, μὲ τὶς ὁποῖες ἐξώργισε τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, ὥστε ἕνεκα ὅλων τούτων νὰ καταδικάσῃ τὸν ἑαυτόν του εἰς τιμωρίαν καὶ ἐξολόθρευσιν ἀπὸ τὸν Κύριον! Ὁ Ἀχαὰβ ἐξεπέρασε εἰς τὴν ἀσέβειαν καὶ τὴν εἰδωλολατρίαν ὅλους τοὺς βασιλεῖς τοῦ βασιλείου τοῦ Ἰσραήλ, οἱ ὁποῖοι ἐβασίλευσαν πρὶν ἀπὸ αὐτόν.
- 34
καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν ᾿Αχιὴλ ὁ Βαιθηλίτης τὴν ῾Ιεριχώ· ἐν τῷ ᾿Αβιρὼν προτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ ᾿Ιησοῦ υἱοῦ Ναυῆ.
Κατὰ τὴν περίοδον τῆς βασιλείας τοῦ Ἀχαὰβ ὁ Ἀχιὴλ ἀπὸ τὴν Βαιθὴλ ἀνοικοδόμησε καὶ ὠχύρωσε τὴν κατεστραμμένην ἕως τότε Ἱεριχώ. Τὴν ἐθεμελίωσε δὲ μὲ τὸν θάνατον τοῦ Ἀβιρών, τοῦ πρωτοτόκου υἱοῦ του, καὶ ὠλοκλήρωσε τὴν ὀχύρωσίν της, ἀφοῦ ἔθεσε καὶ τὶς πύλες εἰς τὰ τείχη της, μὲ τὸν θάνατον τοῦ Σεγούβ, τοῦ νεωτέρου υἱοῦ του. Αὐτὰ ἔγιναν σύμφωνα μὲ τὸν λόγον τοῦ Κυρίου, τὸν ὁποῖον προεῖπε διὰ στόματος τοῦ Ἰησοῦ, τοῦ υἱοῦ τοῦ Ναυῆ· (διότι ὁ Ἰησοῦς τοῦ Ναυῆ εἶχε καταρασθῆ μὲ ὅρκον ὅποιον θὰ ὠχύρωνε τὴν πόλιν!»
