Γ΄ Βασιλειών, κεφάλαιο 15
- 1
ΚΑΙ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, βασιλεύει ᾿Αβιοὺ υἱὸς Ροβοὰμ ἐπὶ ᾿Ιούδαν.
Κατὰ τὸ δέκατον ὄγδοον ἔτος τῆς βασιλείας τοῦ Ἱεροβοὰμ (βασιλιᾶ τοῦ Ἰσραήλ), υἱοῦ τοῦ Ναβάτ, ἀνακηρύσσεται βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα ὁ Ἀβίου, ὁ υἱὸς τοῦ Ροβοάμ.
- 2
καὶ τρία ἔτη ἐβασίλευσεν ἐπὶ ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχά, θυγάτηρ ᾿Αβεσσαλώμ,
Ὁ Ἀβιοὺ ἐβασίλευσεν ἐπὶ τρία ἔτη μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Μααχά, αὐτὴ δὲ ἦταν ἐγγονὴ τοῦ Ἀβεσσαλώμ.
- 3
καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ, αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ.
Ὁ Ἀβίου ἀκολούθησε καὶ ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν τοῦ πατέρα του, τὴν ὁποίαν (ὁ πατέρας του) εἶχε παρουσιάσει πρὶν ἀπὸ αὐτόν. Ἡ καρδιὰ τοῦ Ἀβιοὺ δὲν ἦταν ἄμεμπτη καὶ φοβουμένη εἰς ὅλα τὸν Θεόν, ὅπως ἦταν ἡ καρδιὰ τοῦ προπάτορός του Δαβίδ.
- 4
ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετ᾿ αὐτὸν καὶ στήσῃ τὴν ῾Ιερουσαλήμ,
Παρ’ ὅλα ὅμως αὐτὰ ὁ Κύριος, χάριν τοῦ Δαβίδ, ἔδωκεν εἰς τὸν Ἀβιοὺ ἀπόγονον, διὰ νὰ ἐδραιώσῃ τὴν βασιλικήν του διαδοχὴν καὶ νὰ ἰσχυροποιήσῃ καὶ ἀσφαλίσῃ τὴν Ἱερουσαλὴμ ὡς πρωτεύουσαν τοῦ βασιλείου του.
- 5
ὡς ἐποίησε Δαυὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων, ὧν ἐνετείλατο αὐτῷ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
Τοῦτο τὸ ἔκαμεν ὁ Κύριος, διότι ὁ Δαβὶδ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου καὶ καθ' ὅλην τὴν διάρκειαν τῆς ζωῆς του δὲν παρεξέκλινεν ἀπὸ ὅλα, ὅσα τοῦ εἶχε παραγγείλει ὁ Θεός.
- 7
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αβιοὺ τὰ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; καὶ πόλεμος ἦν ἀνὰ μέσον ᾿Αβιοὺ καὶ ἀνὰ μέσον ῾Ιεροβοάμ.
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἀβιοὺ καὶ ὅλα, ὅσα ἄλλα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»; Ὑπῆρχε δέ (ἢ ὀρθότερον, συνεχίζετο δὲ ὁ) πόλεμος μεταξὺ τοῦ Ἀβιοὺ καὶ τοῦ Ἱεροβοάμ.
- 8
καὶ ἐκοιμήθη ᾿Αβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ ῾Ιεροβοὰμ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ βασιλεύει ᾿Ασὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Καὶ ὁ Ἀβιοὺ ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του κατὰ τὸ εἰκοστὸν τέταρτον ἔτος τῆς βασιλείας τοῦ Ἱεροβοάμ, καὶ ἐτάφη μὲ τοὺς προπάτορές του εἰς τὴν πόλιν τοῦ Δαβίδ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἀσά, ὁ υἱός του.
- 9
᾿Εν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ ῾Ιεροβοὰμ βασιλέως ᾿Ισραὴλ βασιλεύει ᾿Ασὰ ἐπὶ ᾿Ιούδαν
Κατὰ τὸ εἰκοστὸν τέταρτον ἔτος τῆς βασιλείας τοῦ Ἱεροβοάμ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ, ἀνακηρύσσεται βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα ὁ Ἀσά.
- 10
καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Ανὰ θυγάτηρ ᾿Αβεσσαλώμ.
Ὁ Ἀσὰ ἐβασίλευσε μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ σαράντα ἕνα χρόνια. Ἡ μητέρα (μᾶλλον ἢ μάμμη) του ὠνομάζετο Ἀνὰ καὶ ἦταν ἀπόγονος τοῦ Ἀβεσσαλώμ.
- 11
καὶ ἐποίησεν ᾿Ασὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
Ὁ Ἀσὰ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου, ὅπως ἔζησε καὶ ὁ Δαβίδ, ὁ προπάτοράς του.
- 12
καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.
Κατήργησε καὶ ἀπηγόρευσε τὶς εἰδωλολατρικὲς καὶ ὀργιαστικὲς τελετὲς ἀπὸ ὅλην τὴν χώραν του καὶ ἀπεμάκρυνε (ἀπήλλαξε τὴν χώραν ἀπό) τὰ εἴδωλα, ποὺ κατεσκεύασαν, καὶ τὶς εἰδωλολατρικὲς συνήθειες, ποὺ εἶχαν ἐπιβάλει οἱ προκάτοχοί του.
- 13
καὶ τὴν ᾿Ανὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς, καὶ ἐξέκοψεν ᾿Ασὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάρρῳ Κέδρων.
Ἐπὶ πλέον ἀπὸ τὴν Ἀνά, τὴν μητέρα (μᾶλλον μάμμην) του, ἀφήρεσε κάθε ἐξουσίαν καὶ τὴν καθήρεσεν ἀπὸ βασιλομήτορα, διότι εἶχε κατασκευάσει καὶ στήσει εἰς τὸ ἄλσος βδελυκτὸν εἴδωλον τῆς θεὰς Ἀστάρτης. Ὁ Ἀσὰ κατέστρεψε τὰ σπήλαια, εἰς τὰ ὁποῖα ἡ Ἀνὰ εἶχε κρυμμένα καὶ στημένα τὰ εἴδωλά της, ἔκαυσε δὲ ὅλα τὰ εἴδωλα εἰς τὸν χείμαρρον τῶν Κέδρων.
- 14
τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία ᾿Ασὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.
Δὲν κατέστρεψεν ὅμως ὁ Ἀσὰ τὰ εἰδωλολατρικὰ ἱερά, ποὺ ἦσαν εἰς τὰ ὑψώματα τῆς χώρας του. Παρ’ ὅλον τοῦτο ἡ καρδιὰ τοῦ Ἀσὰ ἦταν ἄμεμπτη καὶ φοβουμένη εἰς ὅλα τὸν Κύριον, καθ' ὅλην τὴν διάρκειαν τῆς ζωῆς του.
- 15
καὶ εἰσήνεγκε τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου, ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη.
Καὶ ἔφερε πάλιν τοὺς κίονες, ποὺ εἶχεν ἀφιερώσει ὁ πατέρας του, καθὼς ἐπίσης καὶ τοὺς ἰδικούς του καὶ τοὺς ἔβαλεν εἰς τὸν Ναὸν τοῦ Κυρίου· τοὺς κίονες τοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ τὰ ἱερὰ σκεύη, ποὺ εἶχαν ἀφαιρεθῇ ἀπὸ τὸν Ναόν.
- 16
καὶ πόλεμος ἦν ἀνὰ μέσον ᾿Ασὰ καὶ ἀνὰ μέσον Βαασὰ βασιλέως ᾿Ισραὴλ πάσας τὰς ἡμέρας αὐτῶν.
Ὑπῆρχε δὲ πόλεμος μεταξὺ τοῦ Ἀσὰ καὶ τοῦ Βαασά, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ, ὅλες τὶς ἡμέρες τῆς βασιλείας των.
- 17
καὶ ἀνέβη Βαασὰ βασιλεὺς ᾿Ισραὴλ ἐπὶ ᾿Ιούδαν καὶ ᾠκοδόμησε τὴν Ραμὰ τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ ᾿Ασὰ βασιλεῖ ᾿Ιούδα.
Καὶ ὁ Βαασά, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραήλ, ἐξεστρέτευσεν ἐναντίον τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ὠχύρωσε τὴν πόλιν Ραμά, ὥστε νὰ μὴ ἠμπορῇ κανεὶς νὰ πηγαίνῃ εἰς τὴν χώραν τοῦ Ἀσά, τοῦ βασιλιᾶ του Ἰούδα, ἀλλ’ οὔτε καὶ κανεὶς νὰ ἔρχεται ἀπὸ ἐκεῖ.
- 18
καὶ ἔλαβεν ᾿Ασὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς ᾿Ασὰ πρὸς υἱὸν ῎Αδερ υἱὸν Ταβερεμμὰν υἱοῦ ᾿Αζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων·
Τότε ὁ Ἀσὰ ἐπῆρε ὅλον τὸ ἀσῆμι καὶ τὸ χρυσάφι, ποὺ εἶχεν ἀπομείνει εἰς τὸ θησαυροφυλάκιον τοῦ Ναοῦ τοῦ Θεοῦ καὶ εἰς τὸ θησαυροφυλάκιον τοῦ βασιλικοῦ παλατιοῦ, καὶ τὰ παρέδωκεν εἰς τὰ χέρια τῶν δούλων του· καὶ ὁ βασιλιᾶς Ἀσὰ ἔστειλε τοὺς θησαυροὺς αὐτοὺς πρὸς τὸν υἱὸν Ἄδερ, τὸν υἱὸν τοῦ Ταβερεμμὰν καὶ ἔγγονον τοῦ Ἀζίν, βασιλιᾶ τῆς Συρίας, ὁ ὁποῖος ἑκατοικοῦσε εἰς τὴν Δαμασκόν· τοὺς ἔστειλε καὶ τοῦ ἐμήνυσε:
- 19
διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον, δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα ᾿Ισραήλ, καὶ ἀναβήσεται ἀπ᾿ ἐμοῦ.
«Ἂς κάμωμεν συνθήκην συμμαχίας μεταξὺ ἐμοῦ καὶ σοῦ, ὅπως ὑπῆρχε συμμαχία μεταξὺ τοῦ πατέρα μου καὶ τοῦ πατέρα σου. Νά· σοῦ ἔχω στείλει ὡς δῶρα ἀσῆμι καὶ χρυσάφι. Ἐμπρός, διάλυσε τώρα τὴν συνθήκην συμμαχίας, ποὺ ἔχεις μὲ τὸν Βαασά, τὸν βασιλιᾶ του Ἰσραήλ, ὥστε νὰ ἀναγκασθῇ νὰ ἀποσύρῃ τὸν στρατόν του ἀπὸ ἐμέ».
- 20
καὶ ἤκουσεν υἱὸς ῎Αδερ τοῦ βασιλέως ᾿Ασὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ ᾿Ισραὴλ καὶ ἐπάταξαν τὴν ᾿Αΐν, τὴν Δὰν καὶ τὴν ᾿Αβελμαὰ καὶ πᾶσαν τὴν Χεννερὲθ ἕως πάσης τῆς γῆς Νεφθαλί.
Ὁ υἱὸς Ἄδερ ἐδέχθη τὴν πρότασιν τοῦ βασιλιᾶ Ἀσὰ καὶ ἔστειλε τοὺς ἀρχηγοὺς τοῦ στρατοῦ του ἐναντίον τῶν πόλεων τοῦ βασιλείου τοῦ Ἰσραήλ. Καὶ αὐτοὶ ἐπετέθησαν καὶ κατέλαβαν τὴν Ἀΐν, τὴν Δὰν καὶ τὴν Ἀβελμαὰ καὶ ὅλην τὴν περιοχὴν τῆς Γεννησαρὲτ μέχρι καὶ ὁλοκλήρου τῆς χώρας, ποὺ ἀνῆκεν εἰς τὴν φυλὴν Νεφθαλί.
- 21
καὶ ἐγένετο ὡς ἤκουσε Βαασά, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ραμὰ καὶ ἀνέστρεψεν εἰς Θερσά.
Τότε συνέβη τοῦτο: Μόλις ὁ βασιλιᾶς Βαασὰ ἄκουσε τὰ ὅσα συνέβησαν, ἐσταμάτησε νὰ ὀχυρώνῃ τὴν Ραμὰ καὶ ἐπέστρεψεν εἰς τὴν πόλιν Θερσά.
- 22
καὶ ὁ βασιλεὺς ᾿Ασὰ παρήγγειλε παντὶ ᾿Ιούδα εἰς Αἰνακίμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ραμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς ᾿Ασὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν.
Κατόπιν ὁ βασιλιᾶς Ἀσὰ διεκήρυξεν εἰς ὅλους τοὺς ἄνδρας τοῦ βασιλείου τοῦ Ἰούδα εἰς Αἰνακίμ, νὰ πάρουν καὶ νὰ μεταφέρουν τὶς πέτρες τῆς Ραμὰ καὶ τὴν ξυλείαν της, τὰ ὑλικὰ μὲ τὰ ὁποῖα ὁ Βαασὰ τὴν ὠχύρωσέ· μὲ τὰ ὑλικὰ αὐτὰ ὁ βασιλιᾶς Ἀσὰ ὠχύρωσε κάθε ὕψωμα τῆς φυλῆς Βενιαμὶν καὶ τὴν σκοπιάν.
- 23
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ασὰ καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησε, καὶ τὰς πόλεις, ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ.
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἀσὰ καὶ ὅλα τὰ σπουδαῖα ἐπιτεύγματα, ποὺ κατόρθωσε, καὶ οἱ πόλεις, τὶς ὁποῖες ἔκτισε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»; Ὅμως εἰς τὰ χρόνια τῶν γηρατειῶν του ὑπέφερεν ἀπὸ πόνους εἰς τὰ πόδια του.
- 24
καὶ ἐκοιμήθη ᾿Ασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ πατρὸς αὐτοῦ, καὶ βασιλεύει ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Καὶ ὁ Ἀσὰ ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη μὲ τοὺς προπάτορές του εἰς τὴν πόλιν τοῦ Δαβίδ, τοῦ προπάτορός του. Ἐβασίλευα δὲ ὡς διάδοχός του ὁ Ἰωσαφάτ, ὁ υἱός του.
- 25
Καὶ Ναδὰβ υἱὸς ῾Ιεροβοὰμ βασιλεύει ἐπὶ ᾿Ισραήλ ἐν ἔτει δευτέρῳ τοῦ ᾿Ασὰ βασιλέως ᾿Ιούδα καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ ἔτη δύο.
Ὁ Ναδάβ, ὁ υἱὸς τοῦ Ἱεροβοάμ, ἄρχισε νὰ βασιλεύῃ εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ Ἀσά, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα. Ἐβασίλευσε δὲ ὁ Ναδὰβ εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ ἐπὶ δύο χρόνια.
- 26
καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν ᾿Ισραὴλ.
Παρεσύρθη δὲ εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· καὶ ἀκολούθησε τὸ παράδειγμα τοῦ πατέρα του καὶ ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν του καὶ τὶς ἁμαρτίες, μὲ τὶς ὁποῖες παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν.
- 27
καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς ᾿Αχιὰ ἐπὶ τὸν οἶκον Βελαὰν καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων, καὶ Ναδὰβ καὶ πᾶς ᾿Ισραὴλ περιεκάθητο ἐπὶ Γαβαθών.
Καὶ ὁ Βαασά, ὁ υἱὸς τοῦ Ἀχιά, τὸν περιεκύκλωσεν εἰς τὸν εἰδωλολατρικὸν ναὸν τοῦ Βελαὰν καὶ τὸν ἔκλεισε γύρω - γύρω μὲ ὀχύρωμα (κατὰ τὸ Ἑβραϊκόν: Τὸν ἐφόνευσεν) εἰς τὴν πόλιν Γαβαθὼν τῶν Φιλισταίων· διότι ὁ Ναδὰβ καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐπολιορκοῦσαν τότε τὴν Γαβαθών.
- 28
καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ ᾿Ασὰ υἱοῦ ᾿Αβιοὺ βασιλέως ᾿Ιούδα καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
Ὁ Βαασὰ ἐσκότωσε τὸν Ναδὰβ κατὰ τὸ τρίτον ἔτος τῆς βασιλείας τοῦ Ἀσά, υἱοῦ τοῦ Ἀβιού, βασιλιᾶ τοῦ Ἰούδα, καὶ ἐβασίλευσεν ὡς διάδοχός του εἰς τὸ βασίλειον τοῦ Ἰσραήλ.
- 29
καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον ῾Ιεροβοὰμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ ῾Ιεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ᾿Αχιὰ τοῦ Σηλωνίτου
Τότε συνέβη τοῦτο: Μόλις ἔγινε βασιλιᾶς ὁ Βαασά, ἐσκότωσεν ἀμέσως ὅλα τὰ μέλη τῆς οἰκογενείας τοῦ Ἱεροβοάμ. Καὶ δὲν ἀφῆκε κανένα ζωντανὸν ἀπόγονον τοῦ Ἱεροβοάμ, μέχρις ὅτου τοὺς ἐξωλόθρευσεν ὅλους, σύμφωνα μὲ τὸν λόγον τοῦ Κυρίου, τὸν ὁποῖον εἶπε διὰ τοῦ δούλου τοῦ προφήτου Ἀχιά, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Σηλώ.
- 30
περὶ τῶν ἁμαρτιῶν ῾Ιεροβοάμ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ, ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ ᾿Ισραήλ.
Τοῦτο ἔγινε διὰ τὴν ἀποστασίαν καὶ τὶς ἁμαρτίες τοῦ Ἱεροβοάμ, διότι παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ διότι μὲ τὴν εἰδωλολατρίαν του ἐξώργισε τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ.
- 31
καὶ τὰ λοιπὰ τῶν λόγων Ναδὰβ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ναδὰβ καὶ ὅλα, ὅσα ἄλλα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 33
Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ ᾿Ασὰ βασιλέως ᾿Ιούδα βασιλεύει Βαασὰ υἱὸς ᾿Αχιὰ ἐπὶ ᾿Ισραὴλ ἐν Θερσὰ εἴκοσι καὶ τέσσαρα ἔτη.
Καὶ κατὰ τὸ τρίτον ἔτος τῆς βασιλείας τοῦ Ἀσά, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ἄρχισε νὰ βασιλεύῃ ὁ Βαασά, ὁ υἱὸς τοῦ Ἀχιά, εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ μὲ ἕδραν τὴν πόλιν Θερσά· ἡ βασιλεία τοῦ διήρκεσεν εἴκοσι τέσσερα χρόνια.
- 34
καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτε τὸν ᾿Ισραήλ.
Παρεσύρθη δὲ καὶ αὐτὸς εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· καὶ ἀκολούθησε τὸ παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, καὶ ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν ἐκείνου καὶ τὶς ἁμαρτίες, μὲ τὶς ὁποῖες παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν.
