Έξοδος, κεφάλαιο 9
- 1
ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν·
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Πήγαινε εἰς τὸν Φαραὼ καὶ νὰ τοῦ εἰπῇς: Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τῶν Ἑβραίων: Ἄφησε ἐλεύθερον τὸν λαόν μου, τοὺς Ἰσραηλίτας, διὰ να μοῦ προσφέρουν θυσίας.
- 2
εἰ μὲν οὖν μή βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλὰ ἔτι ἐγκρατεῖς αὐτοῦ,
Διότι, ἐὰν δὲν συγκατατεθῇς νὰ ἀφήσῃς τὸν λαόν μου νὰ φύγῃ καὶ ἐπιμένῃς ἀκόμη νὰ τὸν κρατῇς καὶ νὰ τὸν ἐμποδίζῃς,
- 3
ἰδοὺ χεὶρ Κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶ καὶ προβάτοις, θάνατος μέγας σφόδρα.
σοῦ προλέγω ὅτι τὸ χέρι τοῦ δικαίου Κυρίου θὰ πέσῃ ἐπάνω εἰς τὰ ζῶ σου, ποὺ εἶναι εἰς τὰς πεδιάδας καὶ εἰς τὰ ἄλογα καὶ εἰς τὰ ὑποζύγια (ὄνους) καὶ εἰς τὰς καμήλας καὶ εἰς τὰ βόδια καὶ εἰς τὰ πρόβατα. Θὰ πέσῃ πολὺ μεγάλο θανατικό.
- 4
καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραήλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ ᾿Ισραὴλ υἱῶν ρητόν.
Ἑγὼ ὅμως ὁ Κύριος θὰ κάνω κάτι ἐκπληκτικὸν πρὸς δόξαν τοῦ λαοῦ μου κατὰ τὰς ἡμέρας ἐκείνας. Θὰ κάνω διάκρισιν μεταξὺ τῶν ζώων τῶν Αἰγυπτίων καὶ τῶν ζώων τῶν Ἰσραηλιτῶν. Κανένα ζῶον,ποὺ ἀνήκει εἰς τοὺς Ἰσραηλίτας, δὲν θὰ θανατωθῇ.
- 5
καὶ ἔδωκεν ὁ Θεὸς ὅρον λέγων· ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ρῆμα τοῦτο ἐπὶ τῆς γῆς.
Καθώρισε δὲ ὁ Θεὸς καὶ τὸν χρόνον τοῦ θαύματος. Εἶπεν ὅτι θὰ πραγματοποιήσῃ αὐτὸν τὸν λόγον Του εἰς τὴν χώραν ὁ Κύριος κατὰ τὴν αὐριανὴν ἡμέραν».
- 6
καὶ ἐποίησε Κύριος τὸ ρῆμα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησε πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραὴλ οὐκ ἐτελεύτησεν οὐδέν.
Καὶ πράγματι τὴν ἑπομένην ἡμέραν ἐπραγματοποίησεν ὁ Κύριος αὐτὸ ποὺ εἶπε καὶ ἐψόφησαν ὅλα τὰ ζῶα τῶν Αἰγυπτίων. Ἀπὸ τὰ ζῶα ὅμως τῶν Ἰσραηλιτῶν δεν ἐψόφησε κανένα.
- 7
ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραὴλ οὐδέν, ἐβαρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν.
Ὅταν λοιπὸν ὁ Φαραὼ ἔμαθεν ὅτι δὲν ἐψόφησεν οὔτε ἕνα ἀπὸ ὅλα τὰ ζῷα τῶν Ἰσραηλιτῶν, ἀντὶ νὰ ἐπηρεασθῇ ἀπὸ τὸ θαῦμα, ἐσκλήρυνε περισσότερον τὴν καρδιάν του καὶ δὲν ἄφησε ἐλεύθερον τὸν λαὸν τῶν Ἑβραίων.
- 8
Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ,
Εἶπε τότε ὁ Κύριος πρὸς τὸν Μωϋσὴν καὶ τὸν Ἀαρών: «Πάρετε στάκτην ἀπὸ καμίνι καὶ γεμίσετε μὲ αὐτὴν τὰ χέρια σας. Ἔπειτα ὁ Μωϋσῆς νὰ σκορπίσῃ τὴν στάκτην πρὸς τὸν οὐρανὸν ἐμπρὸς εἰς τὸν Φαραὼ καὶ ἐμπρὸς εἰς τοὺς αὐλικούς του.
- 9
καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τούς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
Καὶ θὰ γίνῃ μὲ τὴν δύναμίν μου ἐκείνη ἡ στάκτη σκόνη λεπτὴ εἰς ὅλην τὴν Αἴγυπτον. Ἀπὸ δὲ τὴν σκόνην αὐτὴν θὰ προκληθοῦν καὶ εἰς τοὺς ἀνθρώπους καὶ εἰς τὰ ζῶα εἰς ὅλην τὴν χώραν τῆς Αἰγύπτου πληγαί, φουσκαλίδες ποὺ θὰ κάμνουν νὰ καίῃ ὅλον τὸ σῶμα καὶ τῶν ἀνθρώπων καὶ τῶν ζῶων εἰς κάθε γωνίαν τῆς Αἰγύπτου».
- 10
καὶ ἔλαβε τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραώ, καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι.
Ἐπῆρε λοιπὸν ὁ Μωϋσῆς τὴν στάκτην ἀπὸ τὸ καμίνι καὶ ἐμπρὸς εἰς τὰ μάτια τοῦ Φαραὼ τὴν ἐτίναξε πρὸς τὸν οὐρανόν. Ἀμέσως ἐβγῆκαν εἰς τὸ σῶμα καὶ τῶν ἀνθρώπων καὶ τῶν ζώων πληγαί, φουσκαλίδες ποὺ ἔκαιαν σὰν φωτιά.
- 11
καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτῳ.
Ἐξ αἰτίας δὲ τῶν πληγῶν οἱ μάγοι δὲν ἠμποροῦσαν νὰ σταθοῦν ἐμπρὸς εἰς τὸν Μωϋσῆν. Διότι τὰ ἕλκη ἐσκέπασαν τὸ σῶμα τῶν μάγων, ὅπως καὶ ὅλην τὴν Αἴγυπτον.
- 12
ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξε Κύριος.
Ἐγκατέλειψε δὲ ὁ Θεὸς τὸν Φαραὼ καὶ ἄφησε νὰ σκληρυνθῇ ἡ καρδιά του καὶ δὲν ἄκουσε καὶ πάλιν τὸ αἴτημα τῶν Ἰσραηλιτῶν, ὅπως τὸ εἶχεν εἰπεῖ ὁ Κύριος.
- 13
Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι·
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Νὰ σηκωθῇς ἐνωρὶς αὔριον τὸ πρωῒ καὶ νὰ παρουσιασθῇς ἐνώπιον τοΰ Φαραὼ καὶ νὰ τοῦ εἰπῇς: Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τῶν Ἑβραίων: Ἄφησε ἐλεύθερον τὸν λαόν μου, τοὺς Ἰσραηλίτας, διὰ νὰ μὲ λατρεύσουν.
- 14
ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ·
Διότι σοῦ λεγω πλέον ὅτι κατὰ τὸν καιρὸν αὐτὸν θὰ ἐξαπολύσω ὅλας τὰς τιμωρίας μου εἰς τὴν καρδιάν σου καὶ εἰς τὴν καρδιὰν τῶν αὐλικῶν σου καὶ τοῦ λαοῦ σου, διὰ νὰ καταλάβῃς ὅτι δεν ὑπάρχει κανεὶς ἄλλος εἰς ὅλην τὴν γῆν ὅμοιος μὲ ἐμέ.
- 15
νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς·
Διότι τώρα ἦλθεν ὁ καιρός, ποὺ θὰ ἀπλώσω τὸ παντοδύναμον χέρι μου καὶ θὰ σὲ κτυπήσω. Θὰ θανατώσω δὲ τὸν λαόν σου καὶ θὰ ἑξαφανισθῇς τελείως ἀπὸ τὸ πρόσωπον τῆς γῆς.
- 16
καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
Δι' αὐτὸ δὲ ἀκριβῶς διετηρήθης μέχρι τώρα εἰς τὴν ζωήν. Διὰ νὰ φανερώσω μὲ τὴν τιμωρίαν σου τὴν δύναμίν μου καὶ νὰ ἀκουσθῇ τὸ ὄνομά μου εἰς ὅλην τὴν γῆν.
- 17
ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς;
Ἐπιμένεις λοιπὸν ἀκόμη καὶ ἐμποδίζεις τὸν λαόν μου καὶ δὲν ἀφήνεις ἐλευθέρους τοὺς Ἰσραηλίτας;
- 18
ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης.
Νά! Τὴν ἰδίαν ὥραν αὔριον θὰ βρέξω πολὺ καὶ πυκνὸ χαλάζι τόσον, ὅσον δὲν ἔπεσε ποτὲ ἄλλοτε εἰς τὴν Αἴγυπτον, ἀφ’ ὅτου ἐδημιουργήθη, μέχρι σήμερον.
- 19
νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη, ὅσα ἐὰν εὑρεθῇ ἐν τοῖς πεδίοις καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ᾿ αὐτὰ ἡ χάλαζα, τελευτήσει.
Ἐμπρὸς λοιπόν, μὴ ἀργοπορῇς! Φρόντισε τώρα ἐπειγόντως νὰ μαζεύσῃς τὰ ζῶα σου καὶ ὅσα ἔχεις εἰς τὰς πεδιάδας. Διότι θὰ θανατωθοῦν ὅλοι οἱ ἄνθρωποι καὶ τὰ ζῶα, ποὺ θὰ εὐρεθοῦν ἔξω εἰς τὰς πεδιάδας καὶ δὲν θὰ ἐμβοῦν εἰς κάποιο σπίτι καὶ θὰ πέσῃ ἐπάνω των τὸ χαλάζι».
- 20
ὁ φοβούμενος τὸ ρῆμα Κυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους·
Τότε καθένας ἀπὸ τοὺς αὐλικοὺς τοῦ Φαραώ, ποὺ ὑπελόγιζε καὶ ἐφοβεῖτο τὸν λόγον τοῦ Κυρίου, ἐμάζευσε τὰ ζῶα του εἰς τοὺς στάβλους.
- 21
ὃς δὲ μὴ προσέσχε τῇ διανοίᾳ εἰς τὸ ρῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς πεδίοις.
Ἀντιθέτως καθένας, ποὺ δεν ἐπῆρεν εἰς τὰ σοβαρὰ αὐτὸ ποὺ εἶπεν ὁ Κύριος, ἄφησεν ἐκτεθειμένα τὰ ζῶα του εἰς τὰς πεδιάδας.
- 22
εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς.
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Ἄπλωσε τὸ χέρι σου πρὸς τὸν οὐρανὸν καὶ θὰ πέσῃ χαλάζι εἰς ὅλην τὴν χώραν τῆς Αἰγύπτου καὶ εἰς τοὺς ἀνθρώπους καὶ εἰς τὰ ζῶα καὶ εἰς ὅλα τὰ φυτὰ τῆς γῆς».
- 23
ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ Κύριος ἔδωκε φωνὰς καὶ χάλαζαν, καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς, καὶ ἔβρεξε Κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου.
Ἄπλωσε πράγματι ὁ Μωϋσῆς τὸ χέρι του πρὸς τὸν οὐρανὸν καὶ ἀμέσως ὁ Κύριος ἑξαπέλυσε βροντὰς καὶ χαλάζι, ἡ δὲ φωτιὰ τῶν κεραυνῶν διέτρεχεν ὅλην τὴν χώραν. Ὁ Κύριος ἔβρεξε χαλάζι εἰς ὅλην τὴν Αἴγυπτον.
- 24
ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας γεγένηται ἐπ᾿ αὐτῆς ἔθνος.
Ἐπεφτε δὲ χαλάζι καὶ φωτιὰ ποὺ τὸ ἐφλόγιζε. Καὶ τὸ χαλάζι ἦτο τόσον πολὺ καὶ δυνατό, ὅσον δεν ἔπεσε ποτὲ ἄλλοτε εἰς τὴν Αἴγυπτον, ἀπὸ τὴν ἡμέραν ποὺ ἐγκατεστάθη εἰς τὴν χώραν αὐτὴν λαός.
- 25
ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα·
Τὸ χαλάζι ἐκτύπησεν εἰς ὅλην τὴν Αἴγυπτον τὰ πάντα, ἀνθρώπους καὶ ζῶα. Ὅλα τὰ χόρτα εἰς τὰς πεδιάδας τὰ ἐκτύπησε καὶ τὰ ἔλειωσε τὸ χαλάζι. Ἔσπασε δὲ καὶ ὅλα τὰ δένδρα, ποὺ ἦσαν εἰς τὸ ὕπαιθρον.
- 26
πλὴν ἐν γῇ Γεσέμ, οὗ ἦσαν οἱ υἱοὶ ᾿Ισραήλ, οὐκ ἐγένετο ἡ χάλαζα.
Μόνον εἰς τὴν περιοχὴν Γεσέμ, ὅπου διέμεναν οἱ Ἰσραηλῖται, δὲν ἔπεσε χαλάζι.
- 27
ἀποστείλας δὲ Φαραώ ἐκάλεσε Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπεν αὐτοῖς· ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς.
Τότε ὁ Φαραὼ ἀπέστειλεν ἀνθρώπους του καὶ ἐκάλεσε τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ τοὺς εἶπεν: «Αὐτὴν τὴν φορὰν ἀναγνωρίζω ὅτι ἔχω ἁμαρτήσει. Ὁ Κύριος εἶναι δίκαιος, ἐνῷ ἐγὼ καὶ ὁ λαός μου εἴμεθα ἀσεβεῖς καὶ ἔνοχοι.
- 28
εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν.
Προσευχηθῆτε λοιπὸν ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον καὶ παρακαλέσατε νὰ σταματήσουν αἱ βρονταὶ τοῦ Θεοῦ, τὸ χαλάζι καὶ ἡ φωτιά. Καὶ σᾶς ὑπόσχομαι ὅτι θὰ σᾶς ἀφήσω νὰ φύγετε καὶ δεν πρόκειται να μείνετε περισσότερον».
- 29
εἶπε δὲ αὐτῷ Μωυσῆς· ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς τὸν Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι, ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ.
Ὁ δὲ Μωϋσῆς φωτισμένος ἀπὸ τὸν Θεὸν εἶπε: «Μόλις θὰ βγῶ ἀπὸ τὴν πόλιν, θὰ ἀπλώσω τὰ χέριά μου πρὸς τὸν Κύριον εἰς στάσιν προσευχῆς καὶ ἀμέσως θὰ παύσουν αἱ βρονταὶ καὶ θὰ σταματήσῃ πλέον τὸ χαλάζι καὶ ἡ βροχή, διὰ νὰ καταλάβῃς ὅτι ἡ γῆ ὅλη εἶναι κτῆμα τοῦ Κυρίου.
- 30
καὶ σὺ καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν Κύριον.
Γνωρίζω ὅμως πολὺ καλὰ ὅτι καὶ σὺ ὁ ἴδιος καὶ οἱ αὐλικοί σου δεν ἔχετε ἀκόμη φοβηθῇ τὸν Κύριον».
- 31
τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον.
Ἀπὸ τὸ χαλάζι κατεστράφη τὸ λινάρι καὶ τὸ κριθάρι. Διότι ἦτο ἐποχὴ ποὺ τὸ κριθάρι εἶχεν ἤδη ἀναπτυχθῆ, τὸ δὲ λινάρι εἶχε δέσει καρπόν.
- 32
ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγησαν, ὄψιμα γὰρ ἦν.
Τὸ κοινὸ σιτάρι ὅμως, καθὼς καὶ τὸ ἄσπρο σιτάρι, ποὺ λέγεται ὀλύρα, δὲν κατεστράφησαν, διότι ἦσαν ὄψιμα καὶ δεν εἶχαν ἀναπτυχθῆ.
- 33
ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξέτεινε τὰς χεῖρας πρὸς Κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν.
Ἔφυγε δὲ ὁ Μωϋσῆς ἀπὸ τὸν Φαραὼ καὶ ἐβγῆκεν ἔξω ἀπὸ τὴν πόλιν καὶ ὕψωσε τὰ χέρια του πρὸς τὸν Κύριον καὶ προσευχήθη. Ἀμέσως ἔπαυσαν αἱ βρονταὶ καὶ τὸ χαλάζι καὶ οὔτε σταγόνα βροχῆς δὲν ἔπεσε πλέον εἰς τὴν γῆν.
- 34
ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ.
Ὁ Φαραὼ ὅμως, ἀμετανόητος καθὼς ἦτο, ὅταν εἶδεν ὅτι ἔπαυσαν ἡ βροχή, τὸ χαλάζι καὶ αἱ βρονταί, ἡμάρτησε καὶ πάλιν καὶ ἐσκλήρυνε τὴν καρδιάν του, ἐπηρέασε δὲ καὶ τοὺς αὐλικούς του.
- 35
καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς ᾿Ισραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωυσῇ.
Καὶ ἐσκληρύνθη ἡ καρδιὰ τοῦ Φαραὼ καὶ δὲν ἄφησε τοὺς Ἰσραηλίτας νὰ φύγουν, ὅπως τὸ εἶχεν εἰπεῖ ὁ Κύριος εἰς τὸν Μωϋσῆν.
