Έξοδος, κεφάλαιο 10
- 1
ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν λέγων· εἴσελθε πρὸς Φαραώ· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ᾿ αὐτούς·
Ωμίλησε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν καὶ εἶπε: «Πήγαινε εἰς τὰ ἀνάκτορα, διὰ νὰ συναντήσῃς τὸν Φαραώ. Διότι ἑγὼ ἐπέτρεψα νὰ σκληρυνθῇ καὶ ἡ ἰδική του καρδιὰ καὶ τῶν αὐλικῶν του οὕτως, ὥστε νὰ γίνουν ἐν συνεχείᾳ εἰς τὴν χώραν των τὸ ἕνα κατόπιν τοῦ ἄλλου αὐτὰ τὰ θαύματα, ποὺ φανερώνουν τὴν δύναμιν τῆς παρουσίας μου.
- 2
ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος.
Διὰ νὰ διηγῆσθε σεῖς καὶ νὰ ἀκούουν τὰ παιδιά σας καὶ τὰ παιδιὰ τῶν παιδιῶν σας ὅσα ἐπροξένησα εἰς τοὺς Αἰγυπτίους, σὰν νὰ ἦσαν παιχνίδι εἰς τὰ χέρια μου, καθὼς καὶ ὅλα τὰ μεγάλα θαύματα, ποὺ ἔκανα εἰς αὐτοὺς καὶ ἔτσι νὰ μάθετε καλὰ ὅτι ἐγὼ καὶ μόνον εἶμαι ὁ Κύριος».
- 3
εἰσῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἐναντίον Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι.
Τότε ὁ Μωϋσῆς συνοδευόμενος ἀπὸ τὸν Ἀαρὼν ἐμβῆκεν εἰς τὰ ἀνάκτορα καὶ ἀφοῦ ἐστάθησαν ἐνώπιον τοῦ Φαραὼ τοῦ εἶπαν: «Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τῶν Ἑβραίων: Ἕως πότε θὰ ἀρνῆσαι νὰ μὲ σεβασθῇς καὶ νὰ ὑπολογίσῃς τοὺς λόγους μου; Ἄφησε τὸν λαόν μου τοὺς Ἰσραηλίτας νὰ φύγουν, διὰ νὰ μοῦ προσφέρουν τὴν λατρείαν των.
- 4
ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου,
Διότι ἐὰν καὶ τώρα δὲν θελήσῃς νὰ ἀφήσῃς ἐλεύθερον τὸν λαόν μου, σοῦ προλέγω ὅτι τὴν ἰδίαν ὥραν αὔριον θὰ ρίξω ἐπάνω εἰς ὅλην τὴν ἐπικράτειάν σου πολλὴν ἀκρίδα.
- 5
καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς·
Θὰ εἶναι τόσον πολλή, ὥστε θὰ σκεπάσῃ τὴν ἐπιφάνειαν τῆς γῆς καὶ δὲν θὰ ἠμπορῇ κανεὶς νὰ ἰδῇ τὸ ἔδαφος. Θὰ καταφάγουν δὲ ὀτιδήποτε ἀπέμεινεν εἰς σᾶς μετὰ τὴν καταστροφήν, ποὺ ἐπέφερε τὸ χαλάζι. Θὰ καταφάγουν ὅλα τὰ δένδρα, ποὺ φυτρώνουν εἰς τὴν χώραν σας.
- 6
καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου, οὐδ᾿ οἱ πρόπαπποι αὐτῶν, ἀφ᾿ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραώ.
Θὰ γεμίσουν δὲ ἀπὸ τὴν ἀκρίδα τὰ ἀνάκτορά σου καὶ τὰ σπίτια τῶν αὐλικῶν σου, καθὼς καὶ ὅλα τὰ σπίτια τῶν Αἰγυπτίων εἰς ὅλην τὴν χώραν, πρᾶγμα ποὺ δεν εἶδαν νὰ συμβαίνῃ ποτὲ οἱ πατέρες σου, ἀλλ’ οὔτε καὶ οἱ προπάπποι των, ἀπὸ τὴν ἡμέραν ποὺ ἦλθαν εἰς τὴν γῆν αὐτήν, μέχρι σήμερον». Καὶ ἀφοῦ εἶπεν αὐτὰ ὁ Μωϋσῆς ἐστράφη καὶ ἀνεχώρησεν ἀπὸ τὰ ἀνάκτορα τοῦ Φαραώ.
- 7
καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν· ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι τῷ Θεῷ αὐτῶν· ἢ εἰδέναι βούλῃ ὅτι ἀπόλωλεν Αἴγυπτος;
Τότε οἰ αὐλικοὶ τοῦ Φαραὼ τοῦ εἶπαν: «Ἕως πότε θὰ συνεχίζεται αὐτὸ τὸ βάσανον; Ἀφησε ἐπὶ τέλους ἐλευθέρους τοὺς ἀνθρώπους νὰ ὑπάγουν, διὰ νὰ λατρεύσουν τὸν Θεόν των! Ἢ μήπως θέλεις νὰ πληροφορηθῇς ὅτι κατεστράφη ἐντελῶς ἡ Αἴγυπτος;»
- 8
καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ ᾿Ααρὼν πρὸς Φαραώ, καὶ εἶπεν αὐτοῖς· πορεύεσθε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;
Μετὰ τὴν ἐπέμβασιν αὐτὴν τῶν αὐλικῶν, ἔφεραν πίσω εἰς τὸν Φαραὼ καὶ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ ἐκεῖνος τοὺς εἶπεν: «Ἐμπρὸς λοιπόν! Πηγαίνετε καὶ λατρεύσατε τὸν Κύριον καὶ Θεόν σας! Ποῖοι ὅμως καὶ ποῖοι συγκεκριμένους εἶναι αὐτοί, ποὺ θὰ ὑπάγουν;»
- 9
καὶ λέγει Μωυσῆς· σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίου τοῦ Θεοῦ ἡμῶν.
«Θὰ φύγωμεν ὅλοι», τοῦ ἀπαντᾷ ὁ Μωϋσῆς, «μαζὶ μὲ τοὺς νέους καὶ τοὺς γέροντας, τοὺς υἱοὺς καὶ τὰς θυγατέρας, τὰ πρόβατα καὶ τὰ βόδια μας. Διότι δι’ ἠμᾶς αὐτὸ εἶναι ἑορτὴ Κυρίου τοῦ Θεοῦ μας».
- 10
καὶ εἶπε πρὸς αὐτούς· ἔστω οὕτω, Κύριος μεθ᾿ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόσκειται ὑμῖν.
Τοὺς εἶπε τότε εἰρωνικῶς ὁ Φαραώ: «Ἂς γίνῃ ἔτσι, ὁ Κύριος μαζί σας! Ἐπειδὴ σᾶς δίδω τὴν ἄδειαν νὰ φύγετε, νομίζετε ὅτι ἠμπορεῖτε νὰ πάρετε καὶ τὰ παιδιὰ καὶ ὅσας ἀποσκευὰς ἔχετε εἰς τὰ σπίτια σας; Βλέπετε ὅτι ἔχετε πονηρὸν σκοπὸν μέσα σας;
- 11
μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρευσάτωσαν τῷ Θεῷ· τοῦτο γὰρ αὐτοὶ ἐκζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραώ.
Ὄχι ἔτσι! Νὰ φύγουν μόνον οἱ ἄνδρες καὶ νὰ λατρεύσουν τὸν Θεόν. Αὐτὸ ἄλλως τε ζητεῖτε σεῖς οἱ ἴδιοι». Κατόπιν τῆς ἀποφάσεως αὐτῆς τοῦ Φαραὼ ἐξεδίωξαν ἀπὸ ἐμπρός του ὡς ἐνοχλητικοὺς τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών.
- 12
εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα.
Εἶπε τότε ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Ἄπλωσε τὸ χέρι σου ἐπάνω ἀπὸ τὴν Αἴγυπτον καὶ μὲ τὴν δύναμίν μου θὰ ἔλθη εἰς ὅλην τὴν χώραν ἀκρίδα. Αὐτὴ θὰ καταφάγῃ ὅλην τὴν βλάστησιν τῆς χώρας καὶ ὅλους τοὺς καρποὺς τῶν δένδρων, ποὺ ἄφησε τὸ χαλάζι».
- 13
καὶ ἐπῇρε Μωυσῆς τὴν ράβδον εἰς τὸν οὐρανόν, καὶ Κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν, ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωΐ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβε τὴν ἀκρίδα
Ὕψωσε τότε ὁ Μωϋσῆς τὸ ραβδί του πρὸς τὸν οὐρανὸν καὶ ἀμέσως ὁ Κύριος ἐσήκωσε νότιον ἄνεμον εἰς τὴν Αἴγυπτον ὅλην ἐκείνην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα. Ἦλθε τὸ πρωῒ καὶ ὁ νότιος ἄνεμος ἐπῆρε μαζί του καὶ τὴν ἀκρίδα,
- 14
καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονε τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.
καὶ τὴν ἔφερεν ἐπάνω ἀπὸ ὅλην τὴν Αἴγυπτον καὶ ἔπεσε πολλὴ καὶ πυκνὴ ἀπ’ ἄκρου ἕως ἄκρου ὅλης τῆς χώρας. Ἦτο δὲ τόσον πολλὴ ἡ ἀκρίδα, ὥστε οὐδέποτε προηγουμένως ἐπαρουσιάσθη τέτοια ἀκρίδα, ἀλλ’ οὔτε καὶ θὰ γίνῃ κάτι παρόμοιόν ποτὲ εἰς τὸ μέλλον.
- 15
καὶ ἐκάλυψε τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγε πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου, ἐν πάσῃ γῇ Αἰγύπτου.
Καὶ ἐσκέπασεν ἡ ἀκρίδα τὴν ἐπιφάνειαν τοῦ ἐδάφους καὶ κατεστράφη ἡ χώρα. Κατέφαγεν ὅλα τὰ χόρτα τῆς γῆς καὶ ὅλους τοὺς καρποὺς τῶν δένδρων, ποὺ ἀπέμειναν μετὰ ἀπὸ τὸ χαλάζι. Δὲν ἔμεινε κανένα χλωρὸ κλαδὶ εἰς τὰ δένδρα, οὔτε χορτάρι εἰς τὰ λειβάδια εἰς ὅλην τὴν χώραν τῆς Αἰγύπτου.
- 16
κατέσπευδε δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἡμάρτηκα ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·
Ἡ καταστροφὴ ἠνάγκασε τὸν Φαραὼ νὰ καλέσῃ ἐπειγόντως τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ νὰ τοὺς εἰπῃ ταπεινωμένος: «Ἀναγνωρίζω καὶ ὁμολογῶ ὅτι ἁμάρτησα καὶ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σας καὶ εἰς σᾶς.
- 17
προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον.
Σᾶς παρακαλῶ λοιπὸν νὰ συγχωρήσετε καὶ αὐτὴν τὴν φορὰν τὴν ἁμαρτίαν μου. Προσευχηθῆτε πρὸς Κύριον τὸν Θεόν σας καὶ ἂς ἀπομακρύνῃ ἀπὸ ἐμὲ αὐτὸ τὸ θανατικό».
- 18
ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν.
Ἐπιεικὴς ὁ Μωϋσῆς ἐβγῆκεν ἀμέσως ἀπὸ τὰ ἀνάκτορα τοῦ Φαραὼ καὶ προσευχήθη πρὸς τὸν Θεόν.
- 19
καὶ μετέβαλε Κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβε τὸν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου.
Καὶ ὁ Κύριος ἔφερεν ἀμέσως ἄλλον ἄνεμον δυνατὸν ἀπὸ τὴν Μεσόγειον θάλασσαν καὶ αὐτὸς ἐσήκωσε τὰς ἀκρίδας καὶ τὰς ἔρριξεν εἰς τὴν Ἐρυθρὰν θάλασσαν. Καὶ δὲν ἀπέμεινεν οὔτε μία ἀκρίδα εἰς ὅλην τὴν Αἴγυπτον.
- 20
καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς ᾿Ισραήλ.
Ὁ Κύριος ὅμως ἐπέτρεψε νὰ σκληρυνθῇ καὶ πάλιν ἡ καρδιὰ τοῦ Φαραὼ καὶ ἔτσι δὲν ἔδωσε τὴν ἄδειαν εἰς τοὺς Ἰσραηλίτας διὰ νὰ φύγουν.
- 21
Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆς Αἰγύπτου, ψηλαφητὸν σκότος.
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Ἀπλωσε τὸ χέρι σου πρὸς τὸν οὐρανὸν καὶ ἂς γίνῃ σκοτάδι εἰς τὴν χώραν τῆς Αἰγύπτου, σκοτάδι πυκνό, ψηλαφητό».
- 22
ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος, θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας,
Ἐτέντωσε λοιπὸν ὁ Μωϋσῆς τὸ χέρι πρὸς τὸν οὐρανὸν καὶ ἔγινε σκοτάδι σὰν πυκνὴ ὁμίχλη, καταχνιὰ καὶ θύελλα εἰς ὅλην τὴν Αἴγυπτον ἐπὶ τρεῖς συνεχεῖς ἡμέρας.
- 23
καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς ᾿Ισραὴλ φῶς ἦν ἐν πᾶσιν, οἷς κατεγίνοντο.
Ἐπειδὴ δὲ τὸ σκοτάδι ἦτο πυκνότατον, δὲν ἠμποροῦσε νὰ ἰδῃ κανεὶς οὔτε τὸν ἀδελφόν του, ποὺ ἦτο δίπλα του, ἐπὶ τρεῖς ἡμέρας. Τὰς τρεῖς αὐτὰς ἡμέρας ἐπίσης δὲν ἐσηκώθη κανεὶς ἀπὸ τὸ κρεββάτι του. Εἰς ὅλους ὅμως τοὺς Ἰσραηλίτας, παντοῦ ὅπου κατεγίνοντο μὲ τὰ ἔργα των, ὑπῆρχε φῶς.
- 24
καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· βαδίζετε, λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολείπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ᾿ ὑμῶν,
Τότε ὁ Φαραὼ ἐκάλεσε τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ εἶπε: «Πηγαίνετε. Ἔχετε τὴν ἄδειαν νὰ φύγετε, διὰ νὰ προσφέρετε τὴν λατρείαν σας εἰς τὸν Κύριον, τὸν Θεόν σας. Νὰ ἀφήσετε ὅμως ἐδῶ τὰ πρόβατα καὶ τὰ βόδια. Ἠμπορεῖτε νὰ πάρετε καὶ τὰ παιδιὰ μὲ τὰς ἀποσκευάς σας».
- 25
καὶ εἶπε Μωυσῆς· ἀλλὰ καὶ σὺ δώσει ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν·
Καὶ ὁ Μωϋσῆς τοῦ εἶπε: «Χρειάζεται καὶ σὺ ὁ ἴδιος νὰ μᾶς δώσῃς ζῶα, διὰ νὰ ἔχωμεν ἀρκετὰ διὰ τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, ποὺ θὰ προσφέρωμεν εἰς τὸν Κύριον καὶ Θεόν μας!
- 26
καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ᾿ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ᾿ αὐτῶν γὰρ ληψόμεθα λατρεῦσαι Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ.
Θὰ πάρωμεν μαζί μας ὅλα τὰ ζῶα μας καὶ δὲν θὰ ἀφήσωμεν οὔτε νύχι ἀπὸ αὐτά. Διότι ἀπὸ αὐτὰ θὰ διαλέξωμεν, διὰ νὰ προσφέρωμεν θυσίας εἰς τὸν Κύριον, τὸν Θεόν μας. Ἕως ὅτου ὅμως φθάσωμεν ἐκεῖ εἰς τὸν τόπον τῆς λατρείας, δὲν γνωρίζομεν ποία ζῶα θὰ ζητήσῃ ὁ Κύριος, ὁ Θεὸς μας, νὰ τοῦ προσφέρωμεν θυσίαν. Χρειάζονται λοιπὸν ὅλα».
- 27
ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς.
Ἐπέτρεψε δὲ ὁ Κύριος καὶ ἐσκληρύνθη καὶ πάλιν ἡ καρδιὰ τοῦ Φαραὼ καὶ δὲν ἠθέλησε νὰ ἀφήσῃ τοὺς Ἰσραηλίτας νὰ φύγουν.
- 28
καὶ λέγει Φαραώ· ἄπελθε ἀπ᾿ ἐμοῦ· πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ᾿ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ.
Εἶπε μάλιστα ὠργισμένος ὁ Φαραὼ πρὸς τὸν Μωϋσῆν: «Φύγε ἀπὸ ἐμπρός μου! Πρόσεχε, μὴ ἐπιχειρήσῃς νὰ ἀντικρύσης ἄλλην φορὰν τὸ πρόσωπόν μου! Θὰ ἀποθάνῃς τὴν ἰδίαν ἡμέραν ποὺ θὰ ἐμφανισθῇς ἐμπρός μου».
- 29
λέγει δὲ Μωυσῆς· εἴρηκας· οὐκ ἔτι ὀφθήσομαί σοι εἰς πρόσωπον.
Καὶ ὁ Μωϋσῆς τοῦ ἀπαντᾷ: «Ὅπως τὸ εἶπες θὰ γίνῃ. Δὲν πρόκειται νὰ ἐμφανισθῶ ἄλλην φορὰν ἐμπρός σου».
