Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΕΞΟΔΟΣ

Έξοδος, κεφάλαιο 8

28 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (40)
  1. 1

    ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρὼν τῷ ἀδελφῷ σου· ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους·

    Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Δῶσε αὐτὴν τὴν ἐντολὴν εἰς τὸν ἀδελφόν σου τὸν Ἀαρών: Ἄπλωσε μὲ τὸ χέρι σου τὸ ραβδί σου πρὸς τοὺς ποταμοὺς καὶ τὰ κανάλια καὶ τὰ στάσιμα νερὰ καὶ βγάλε ἐπάνω ἀπὸ ἐκεῖ βατράχους εἰς τὴν χώραν».

  2. 2

    καὶ ἐξέτεινεν ᾿Ααρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγε τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου.

    Ἐτέντωσε λοιπὸν ὁ Ἀαρὼν τὸ χέρι του εἰς τὰ νερὰ τῆς Αἰγύπτου καὶ ἔβγαλεν ἐπάνω εἰς τὴν γῆν τοὺς βατράχους. Οἱ βάτραχοι ἐβγῆκαν καὶ ἐσκέπασαν τὴν χώραν τῆς Αἰγύπτου.

  3. 3

    ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου.

    Τὸ ἴδιον ὅμως ἔκαμαν καὶ οἱ μάγοι τῶν Αἰγυπτίων μὲ τὰς μαγικάς των δυνάμεις. Ἀνέβασαν καὶ αὐτοὶ βατράχους εἰς τὴν χώραν τῆς Αἰγύπτου.

  4. 4

    καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπεν· εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτούς, καὶ θύσωσι τῷ Κυρίῳ.

    Τότε ὁ Φαραὼ ἠναγκάσθη καὶ ἐκάλεσε τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ τοὺς εἶπε: «Προοευχηθῆτε δι’ ἐμὲ εἰς τὸν Κύριον καὶ ἂς ἀπομακρύνῃ ἀπὸ ἐμὲ καὶ τὸν λαόν μου τοὺς βατράχους. Σᾶς ὑπόσχομαι δὲ νὰ ἀφήσω ἐλευθέρους τοὺς Ἰσραηλίτας νὰ φύγουν καὶ νὰ προσφέρουν θυσίας εἰς τὸν Κύριον».

  5. 5

    εἶπε δὲ Μωυσῆς πρὸς Φαραώ· τάξαι πρός με πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.

    Καὶ ὁ Μωυσῆς, διὰ νὰ φανῇ ἡ δύναμις τοῦ Θεοῦ, τοῦ εἶπεν: «Ὅρισέ μου σὺ ὁ ἴδιος, πότε ἀκριβῶς νὰ προσευχηθῶ διὰ σὲ καὶ τοὺς αὐλικούς σου καὶ τὸν λαόν σου, ὥστε νὰ ἑξαφανίσῃ ὁ Θεὸς τοὺς βατράχους ἀπὸ σὲ καὶ ἀπὸ τὸν λαόν σου καὶ ἀπὸ τὰ σπίτια σας. Δὲν θὰ μείνουν ἀλλοῦ παρὰ μόνον εἰς τὸν ποταμὸν Νεῖλον».

  6. 6

    ὁ δὲ εἶπεν· εἰς αὔριον. εἶπεν οὖν· ὡς εἴρηκας, ἵνα εἰδῇς ὅτι οὐκ ἔστι ἄλλος πλὴν Κυρίου·

    Ὁ Φαραὼ ἀπήντησεν ἀμέσως: «Αὔριον». Τοῦ εἶπε λοιπὸν ὁ Μωυσῆς: «Θὰ γίνῃ, ὅπως εἶπες, διὰ νὰ μάθῃς ὅτι δὲν ὑπάρχει κανεὶς ἄλλος Θεὸς ἐκτὸς ἀπὸ τὸν Κύριον ἡμῶν.

  7. 7

    καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν καὶ ἀπὸ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.

    Καὶ θὰ ἀπομακρυνθοῦν οἱ βάτραχοι ἀπὸ σὲ καὶ ἀπὸ τὰ σπίτια καὶ τὰς ἐπαύλεις σας καὶ ἀπὸ τοὺς αὐλικούς σου καὶ ἀπὸ τὸν λαόν σου. Θὰ μείνουν μόνον εἰς τὸ ποτάμι».

  8. 8

    ἐξῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ.

    Ἐβγῆκε δὲ ὁ Μωυσῆς μὲ τὸν Ἀαρὼν ἀπὸ τὰ ἀνάκτορα τοῦ Φαραὼ καὶ τὴν ὡρισμένην ὤραν ὁ Μωϋσῆς παρεκάλεσε θερμῶς τὸν Κύριον διὰ τὴν ἀπομάκρυνσιν τῶν βατράχων, ὅπως συνεφώνησε μὲ τὸν Φαραώ.

  9. 9

    ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν·

    Ὁ δὲ Κύριος ἔκαμε πράγματι, ὅπως ἀκριβῶς τὸν παρεκάλεσεν ὁ Μωϋσῆς. Οἱ βάτραχοι ἐψόφησαν καὶ ἐξηφανίσθησαν ἀπὸ τὰ σπίτια καὶ τὰς ἐπαύλεις καὶ ἀπὸ τὰ χωράφια.

  10. 10

    καὶ συνήγαγον αὐτοὺς θημωνίας θημωνίας, καὶ ὤζεσεν ἡ γῆ.

    Τοὺς ἐμάζευσαν δὲ σωροὺς - σωροὺς καὶ ἀπὸ τὴν δυσωδίαν των ἐβρώμησεν ἡ χώρα.

  11. 11

    ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος.

    Ὅταν εἶδεν ὅμως ὁ Φαραὼ ὅτι ἀνεκουφίσθη ἡ χώρα ἀπὸ τοὺς βατράχους, ἐσκληρύνθη ἡ καρδιά του καὶ δὲν ἄκουσε τὸ αἴτημά των, ὅπως ἀκριβῶς τὸ εἶπεν ὁ Κύριος.

  12. 12

    Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρών, ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.

    Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Δῶσε τώρα εἰς τὸν Ἀαρὼν αὐτὴν τὴν ἐντολήν: Ἄπλωσε μὲ τὸ χέρι σου τὸ ραβδίσου καὶ κτύπησε τὸ χῶμα τῆς γῆς. Θὰ παρουσιασθοῦν ἀμέσως σκνῖπες καὶ εἰς τοὺς ἀνθρώπους καὶ εἰς τὰ κτήνη καὶ εἰς ὅλην τὴν χώραν τῆς Αἰγύπτου».

  13. 13

    ἐξέτεινεν οὖν ᾿Ααρὼν τῇ χειρὶ τὴν ράβδον καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες.

    Ἄπλωσε λοιπὸν ὁ Ἀαρὼν μὲ τὸ χέρι του τὸ ραβδὶ καὶ ἐκτύπησε τὸ χῶμα τῆς γῆς. Ἀμέσως παρουσιάσθησαν σκνῖπες εἰς τοὺς ἀνθρώπους καὶ εἰς τὰ ζῶα καὶ ἐσκέπασαν οἱ σκνῖπες ὅλον τὸ χῶμα τῆς Αἰγύπτου.

  14. 14

    ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν.

    Ἐπεχείρησαν δὲ καὶ οἱ μάγοι μὲ τὰς μαγείας των νὰ κάνουν τὸ ἴδιον καὶ νὰ βγάλουν σκνῖπες ἀπὸ τὸ χῶμα, ἀλλὰ δὲν ἠμπόρεσαν. Οἱ σκνῖπες ἐν τῷ μεταξὺ ἔπεσαν ἐπάνω εἰς τοὺς ἀνθρώπους καὶ τὰ τετράποδα.

  15. 15

    εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραώ· δάκτυλος Θεοῦ ἐστι τοῦτο. καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος.

    Τότε λοιπόν οἱ μάγοι εἶπαν εἰς τὸν Φαραώ: «Τὸ θαῦμα αὐτὸ εἶναι δάκτυλος Θεοῦ». Ἐν τούτοις ἡ καρδιὰ τοῦ Φαραὼ ἐσκληρύνθη περισσότερον καὶ δὲν ἄκουσε τὸ αἴτημα τῶν Ἰσραηλιτῶν, ὅπως ἀκριβῶς τὸ εἶπεν ὁ Κύριος.

  16. 16

    Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ·

    Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Νὰ ἐξυπνήσῃς ἐνωρὶς αὔριον τὸ πρωὶ καὶ να σταθῇς ἐμπρὸς εἰς τὸν Φαραώ, καθὼς αὐτὸς θὰ βγαίνῃ, διὰ νὰ ὑπάγῃ εἰς τὸ ποτάμι καὶ νὰ τοῦ εἰπῇς: Αὐτὰ λέγει ὁ Κύριος: Ἄφησε τὸν λαόν μου νὰ φύγῃ, διὰ νὰ μὲ λατρεύσουν εἰς τὴν ἔρημον.

  17. 17

    ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν, ἐφ᾿ ἧς εἰσιν ἐπ᾿ αὐτῆς.

    Σὲ προειδοποιῷ δὲ ὅτι, ἐὰν δὲν θελήσῃς νὰ ἀφήσῃς τὸν λαόν μου νὰ φύγῃ, θὰ στείλω ἀμέσως ἐναντίον σου καὶ ἐναντίον τῶν αὐλικῶν σου καὶ ἐναντίον τοῦ λαοῦ σου καὶ εἰς τὰ σπίτια σᾶς σκυλόμυγαν. Θὰ γεμίσουν δὲ ἀπὸ αὐτὴν τὴν σκυλόμυγαν τὰ σπίτια τῶν Αἰγυπτίων καὶ ὅλη ἡ γῆ, εἰς τὴν ὁποίαν αὐτοὶ κατοικοῦν.

  18. 18

    καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ᾿ ἧς ὁ λαός μου ἔπεστιν ἐπ᾿ αὐτῆς, ἐφ᾿ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς πάσης τῆς γῆς.

    Διὰ τὴν περιοχὴν Γεσὲμ ὅμως, εἰς τὴν ὁποίαν διαμένει ὁ λαός μου, κατὰ τὴν ἡμέραν ἐκείνην θὰ κάμω κάτι ἐκπληκτικὸν καὶ θὰ δοξασθῇ: Δὲν θὰ εὑρεθῇ ἐκεῖ καμμία σκυλόμυγα, διὰ νὰ καταλάβῃς ὅτι ἐγὼ καὶ μόνον εἶμαι ὁ Κύριος, ὁ Θεὸς ὅλης τῆς γῆς.

  19. 19

    καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς.

    Μὲ τὸν τρόπον αὐτὸν θὰ διαχωρίσω τὸν ἰδικόν μου λαὸν ἀπὸ τὸν λαὸν τὸν ἰδικόν σου. Θὰ γίνῃ δὲ τὸ μεγάλο αὐτὸ θαῦμα εἰς τὴν χώραν αὔριον».

  20. 20

    ἐποίησε δὲ Κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης.

    Ἔτσι πράγματι ἔκαμεν ὁ Κύριος καὶ ἦλθαν ἀμέσως πλῆθος σκυλόμυγες καὶ ἐγέμισαν τὰ ἀνάκτορα τοῦ Φαραὼ καὶ τὰ σπίτια τῶν αὐλικῶν του καὶ ὅλην τὴν χώραν τῆς Αἰγύπτου καὶ κατεστράφη ἡ χώρα ἀπὸ τὴν σκυλόμυγαν.

  21. 21

    ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ.

    Τότε ὁ Φαραὼ ἐκάλεσε τὸν Μωυσὴν καὶ τὸν Ἀαρὼν καὶ εἶπε: «Πηγαίνετε να προσφέρετε θυσίαν εἰς τὸν Θεόν σας. Θὰ μείνετε ὅμως μέσα εἰς τὴν χώραν. Δὲν θὰ βγῆτε εἰς τὴν ἔρημον».

  22. 22

    καὶ εἶπε Μωυσῆς· οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα.

    «Δὲν ἠμποροῦν νὰ γίνουν αὐτὰ ποὺ λέγεις», εἶπεν ἀμέσως ὁ Μωυσῆς. «Διότι ἡμεῖς θὰ θυσιάσωμεν εἰς Κύριον, τὸν Θεόν μας, ὡρισμένα ζῶα, ποὺ τὰ τιμοῶν ὡς ἱερὰ οἱ Αἰγύπτιοι καὶ ὁ θάνατός των θὰ θεωρηθῇ ἀπὸ αὐτοὺς πρᾶξις βδελυρὰ καὶ ἀποκρουστική. Ἐὰν λοιπὸν κάνωμεν ἐμπρὸς εἰς τὰ μάτια τῶν Αἰγυπτίων θυσίας, ποὺ ἀποστρέφονται ἐκεῖνοι, θὰ μᾶς λιθοβολήσουν.

  23. 23

    ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπε Κύριος ἡμῖν.

    Πρέπει νὰ κάνωμεν πορείαν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον καὶ νὰ προσφέρωμεν ἐκεῖ θυσίας εἰς τὸν Θεόν μας, ὅπως μᾶς ἔδωσεν ἐντολὴν ὁ Κύριος».

  24. 24

    καὶ εἶπε Φαραώ· ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ᾿ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον.

    Ὁ Φαραὼ ἠναγκάσθη καὶ εἶπε: «Μάλιστα, δέχομαι νὰ φύγετε καὶ νὰ προσφέρετε θυσίας εἰς τὸν Θεόν σας εἰς τὴν ἔρημον. Ὅμως προσέξετε νὰ μὴ ἀπομακρυνθῆτε. Προσευχηθῆτε λοιπὸν δι' ἐμὲ πρὸς τὸν Κύριον».

  25. 25

    εἶπε δὲ Μωυσῆς· ῞Οδεἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν Θεόν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι, Φαραώ, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ.

    Εἶπε δὲ ὁ Μωϋσῆς: «Ἰδοὺ μόλις θὰ φύγω ἀπὸ ἐμπρός σου θὰ προσευχηθῶ πρὸς τὸν Θεόν, καὶ αὔριον θὰ φύγῃ ἡ σκυλόμυγα καὶ ἀπὸ τοὺς αὐλικούς σου καὶ ἀπὸ τὸν λαόν σου. Μὴ ἐπιχειρήσῃς ὅμως, Φαραώ, καὶ πάλιν νὰ μᾶς ἐξαπατήσῃς καὶ νὰ μὴ ἀφήσῃς ἐλεύθερον τὸν λαὸν νὰ θυσιάση εἰς τὸν Κύριον!»

  26. 26

    ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν·

    Ἐβγῆκε δὲ ὁ Μωϋσῆς ἀπὸ τὰ ἀνάκτορα τοῦ Φαραὼ καὶ προσηυχήθη πρὸς τὸν Θεόν.

  27. 27

    ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεμία.

    Καὶ ὁ Κύριος ἔκαμεν ὅ,τι ἐζήτησεν ὁ Μωϋσῆς. Ἀπεμάκρυνε τὴν σκυλόμυγαν ἀπὸ τὸν Φαραὼ καὶ ἀπὸ τοὺς αὐλικούς του καὶ ἀπὸ τὸν λαόν του καὶ δὲν ἔμεινεν οὔτε μία.

  28. 28

    καὶ ἐβάρυνε Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν.

    Ὁ Φαραὼ ὅμως καὶ αὐτὴν ἐπίσης τὴν φορὰν ἐσκλήρυνε τὴν καρδίαν του καὶ δὲν ἠθέλησε νὰ ἀφήσῃ τοὺς Ἰσραηλίτας νὰ φύγουν.