Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΕΣΘΗΡ

Εσθήρ, κεφάλαιο 6

14 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (10)
  1. 1

    Ο δὲ Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην, καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ.

    Ο Κύριος δὲ ἀπεμάκρυνε τὸν ὕπνον ἀπὸ τὸν βασιλέα κατὰ τὴν νύκτα ἐκείνην. Καὶ εἶπεν ὁ βασιλεὺς εἰς τὸν ὑπηρετοῦντα αὐτὸν αὐλικὸν νὰ φέρῃ ἐντὸς τοῦ δωματίου τὰ ἐγγράφως κατακεχωρισμένα ἀπομνημονεύματα τῶν συμβάντων κατὰ τὰς ἡμέρας του, διὰ νὰ ἀναγινώσκη ταῦτα εἰς αὐτόν.

  2. 2

    εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλε τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας ᾿Αρταξέρξῃ.

    Εὗρε δὲ τὴν γραπτὴν ἔκθεσιν, ἥτις ἐγράφη περὶ τοῦ Μαρδοχαίου, ὅτι δηλαδὴ ἐγνωστοποίησεν οὗτος εἰς τὸν βασιλέα διὰ τοὺς δύο εὐνούχους τοῦ βασιλέως, ὅταν ἐφύλασσαν οὗτοι τὰ ἀνάκτορα καὶ ἐζήτησαν νὰ ἐπιβάλουν τὰς χεῖρας κατὰ τοῦ Ἀρταξέρξου καὶ νὰ φονεύσουν αὐτόν.

  3. 3

    εἶπε δὲ ὁ βασιλεύς· τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· οὐκ ἐποίησας αὐτῷ οὐδέν.

    Εἶπε δὲ ὁ βασιλεύς: »Ποίαν τιμὴν ἢ ποίαν ἀμοιβὴν ἐκάμαμεν εἰς τὸν Μαρδοχαῖον;» Καὶ εἶπαν οἱ αὐλικοὶ οἱ ὑπηρετοῦντες τὸν βασιλέα: «Δὲν ἔκαμες εἰς αὐτὸν τίποτε».

  4. 4

    ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ ᾿Αμὰν ἐν τῇ αὐλῇ. εἶπε δὲ ὁ βασιλεύς· τίς ἐν τῇ αὐλῇ; ὁ δὲ ᾿Αμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε.

    Καθ’ ὃν δὲ χρόνον ἐζήτει πληροφορίας ὁ βασιλεὺς διὰ τὴν εὔνοιαν τὴν ἐπιδειχθεῖσαν εἰς τὸν Μαρδοχαῖον, ἰδοὺ ἦλθεν ὁ Ἀμὰν εἰς τὴν αὐλήν. Εἶπε δὲ ὁ βασιλεύς: «Ποῖος εἶναι εἰς τὴν αὐλήν;» Ὁ Ἀμὰν δὲ εἰσῆλθεν ἐκεῖ διὰ νὰ εἴπῃ εἰς τὸν βασιλέα νὰ κρεμάσῃ τὸν Μαρδοχαῖον εἰς τὸ ξύλον, τὸ ὁποῖον εἶχεν ἑτοιμάσει.

  5. 5

    καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ἰδοὺ ᾿Αμὰν ἕστηκεν ἐν τῇ αὐλῇ. καὶ εἶπεν ὁ βασιλεύς· καλέσατε αὐτόν.

    Καὶ εἶπαν οἰ αὐλικοὶ οἱ ὑπηρετοῦντες τὸν βασιλέα: «Ἰδοὺ ὁ Ἀμὰν στέκεται εἰς τὴν αὐλήν». Καὶ εἶπεν ὁ βασιλεύς: «Καλέσατέ τον νὰ εἰσέλθῃ ἐδῶ».

  6. 6

    εἶπε δὲ ὁ βασιλεὺς τῷ ᾿Αμάν· τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ ᾿Αμάν· τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ;

    Εἶπε δὲ ὁ βασιλεὺς εἰς τὸν Ἀμάν: «Τί νὰ κάμω εἰς τὸν ἄνθρωπον, τὸν ὁποῖον ἐγὼ θέλω νὰ δοξάσω;» Εἶπε δὲ μέσα του καὶ καθ' ἑαυτὸν ὁ Ἀμάν: «Ποῖον ἄλλον θέλει νὰ δοξάσῃ ὁ βασιλεὺς παρὰ ἐμέ;»

  7. 7

    εἶπε δὲ πρὸς τὸν βασιλέα· ἄνθρωπον, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι,

    Εἶπε δὲ πρὸς τὸν βασιλέα ὁ Ἀμάν: «Διὰ τὸν ἄνθρωπον, τὸν ὁποῖον ὁ βασιλεὺς θέλει νὰ δοξάσῃ,

  8. 8

    ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην, ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπιβαίνει,

    ἂς φέρουν οἱ ὑπηρέται τοῦ βασιλέως στολὴν ἐκ λεπτοῦ λιναριοῦ, τὴν ὁποίαν ὁ βασιλεὺς φορεῖ, καὶ ἵππον, ἐπὶ τοῦ ὁποίου ὁ βασιλεὺς ἱππεύει,

  9. 9

    καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς δοξάζει.

    καὶ ἂς δώσῃ εἰς ἕνα ἀπὸ τοὺς φίλους τοῦ βασιλέως τοὺς ἐνδόξους καὶ ἂς στολίσῃ αὐτὸς τὸν ἄνθρωπον, τὸν ὁποῖον ὁ βασιλεὺς ἀγαπᾷ, καὶ ἂς ἀναβιβάσῃ ὁ ἀξιωματοῦχος αὐτὸς τοῦτον ἐπὶ τοῦ ἵππου καὶ ἂς κηρύσσῃ διασχίζων τὴν πλατεῖαν τῆς πόλεως καὶ λέγων: «Ἔτσι θὰ γίνεται εἰς κάθε ἄνθρωπον, τὸν ὁποῖον ὁ βασιλεὺς δοξάζει».

  10. 10

    εἶπε δὲ ὁ βασιλεὺς τῷ ᾿Αμάν· καλῶς ἐλάλησας. οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ ᾿Ιουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος, ὧν ἐλάλησας.

    Εἶπε δὲ ὁ βασιλεὺς εἰς τὸν Ἀμάν: «Καλῶς ὡμίλησες. Ἔτσι ἀκριβῶς κάμε εἰς τὸν Μαρδοχαῖον τὸν Ἰουδαῖον, ποὺ ὑπηρετεῖ εἰς τὴν αὐλήν, καὶ ἂς μὴ παραπέσῃ ἀπὸ σὲ λόγος ἐξ ἐκείνων, τοὺς ὁποίους ἐλάλησας, ἀλλὰ νὰ ἐκτελεσθοῦν ὅλα ἐπακριβῶς».

  11. 11

    ἔλαβε δὲ ᾿Αμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσε λέγων· οὕτως ἔσται παντὶ ἀνθρώπῳ, ὃν ὁ βασιλεὺς θέλει δοξάσαι.

    Ἔλαβε δὲ ὁ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισε τὸν Μαρδοχαῖον καὶ ἀνέβασεν αὐτὸν ἐπὶ τοῦ ἵππου καὶ ἐπέρασε διὰ μέσου τῆς πλατείας τῆς πόλεως καὶ ἐφώναζε δυνατὰ λέγων: «Ἔτσι θὰ γίνῃ εἰς πάντα ἄνθρωπον, τὸν ὁποῖον ὁ βασιλεὺς θέλει νὰ δοξάσῃ».

  12. 12

    ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν. ᾿Αμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς.

    Ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν. Ὁ Ἀμὰν δὲ ἦλθε κρυφὰ εἰς τὸ σπίτι του γεμᾶτος λύπην καὶ μὲ σκεπασμένην τὴν κεφαλήν.

  13. 13

    καὶ διηγήσατο ᾿Αμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις, καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή· εἰ ἐκ γένους ᾿Ιουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετ᾿ αὐτοῦ.

    Καὶ διηγήθη ὁ Ἀμὰν ὅσα τοῦ εἶχον συμβῇ εἰς τὴν σύζυγόν του Ζωσάραν καὶ εἰς τοὺς φίλους του, καὶ εἶπαν πρὸς αὐτόν οἱ φίλοι καὶ ἡ σύζυγός του: «Ἐὰν ὁ Μαρδοχαῖος εἶναι ἀπὸ τὸ γένος τῶν Ἰουδαίων, ἔχεις ἀρχίσει νὰ ταπεινοῦσαι ἐνώπιον του· θὰ πέσῃς λοιπὸν πολὺ καὶ δὲν θὰ ἠμπορέσῃς νὰ ἀντισταθῇς καὶ νὰ ἀμυνθῇς κατ’ αὐτοῦ, διότι εἶναι μαζί του Θεὸς ζωντανὸς καὶ ὄχι νεκρὸς σὰν τὰ εἴδωλα».

  14. 14

    ἔτι αὐτῶν λαλούντων, παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν ᾿Αμὰν ἐπὶ τὸν πότον, ὃν ἡτοίμασεν ᾿Εσθήρ.

    Ἐνῷ δὲ αὐτοὶ ἀκόμη ὡμίλουν, ἔρχονται οἱ εὐνοῦχοι τοῦ βασιλέως μετὰ σπουδῆς προσκαλοῦντες τὸν Ἀμὰν εἰς τὸν πότον, τὸν ὁποῖον ἡτοίμασεν ἡ Ἐσθήρ.