Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΕΣΘΗΡ

Εσθήρ, κεφάλαιο 7

10 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (10)
  1. 1

    ΕΙΣΗΛΘΕ δὲ ὁ βασιλεὺς καὶ ᾿Αμὰν συμπιεῖν τῇ βασιλίσσῃ.

    Εἰσῆλθε δὲ ὁ βασιλεὺς καὶ ὁ Ἀμὰν διὰ νὰ συμπίουν μετὰ τῆς βασιλίσσης.

  2. 2

    εἶπε δὲ ὁ βασιλεὺς ᾿Εσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ· τί ἐστιν, ᾿Εσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξιωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.

    Εἶπε δὲ ὁ βασιλεὺς εἰς τὴν Ἐσθὴρ τὴν δευτέραν ἡμέραν κατὰ τὴν διαρκειαν τῆς πόσεως τὸν οἴνου: «Τί συμβαίνει, βασίλισσα Ἐσθήρ, καὶ ποῖον εἶναι αὐτὸ ποὺ ζητεῖς καὶ ποῖον αὐτὸ ποὺ ἔχεις τὴν ἀξίωσιν νὰ γίνῃ; Εἰπέ το καὶ θὰ σοῦ γίνῃ, καὶ ἐὰν ἀκόμη μοῦ ζητήσῃς ἕως τὸ ἥμισυ τῆς βασιλείας μου».

  3. 3

    καὶ ἀποκριθεῖσα εἶπεν· εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου καὶ ὁ λαός μου τῷ ἀξιώματί μου·

    Καὶ ἀποκριθεῖσα ἡ Ἐσθὴρ εἶπεν: «Ἐὰν εὑρῆκα χάριν ἐνώπιον τοῦ βασιλέως καὶ κρίνωμαι ὑπ’ αὐτοῦ ἄξια τῆς εὐνοίας του, ἂς χαρισθῇ ἡ κινδυνεύουσα ζωή μου εἰς τὸ αἴτημά μου καὶ ἂς δοθῇ ὁ λαός μου, ἀπὸ τὸν ὁποῖον κατάγομαι, εἰς τὴν μὲ πολλὴν ἱκεσίαν ὑποβαλλομένην ἀξίωσίν μου.

  4. 4

    ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως.

    Ζητῶ δὲ νὰ μοῦ χαρισθῇ ἡ ζωή μου καὶ ὁ λαός μου, διότι ἐπωλήθημεν ἐγὼ καὶ ὁ λαός μου διὰ νὰ καταστραφῶμεν καὶ διαρπαγοῦν αἱ περιουσίαι μας καὶ καταντήσωμεν εἰς πλήρη ἑξαφανισμὸν καὶ δουλείαν, ἠμεῖς καὶ τὰ τέκνα μας ἑξανδραποδιζόμενα εἰς δούλους καὶ εἰς δούλας. Καὶ παρήκουσα ἐπιζητήσασα νὰ καταγγείλω εἰς τὸν βασιλέα τὴν ἀδικίαν διότι ὁ διαβόλους, ποὺ εἰσηγήθη εἰς αὐτὸν τὸ ὀλέθριον αὐτὸ σχέδιον, δὲν εἶναι ἄξιος νὰ παραμένῃ εἰς τὴν αὐλὴν τοῦ βασιλέως καὶ νὰ ἀπολαύῃ τῆς ἐμπιστοσύνης αὐτοῦ».

  5. 5

    εἶπε δὲ ὁ βασιλεύς· τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο;

    Εἶπε δὲ ὁ βασιλεύς: «Ποῖος εἶναι αὐτός, ὁ ὁποῖος ἐτόλμησε νὰ κάμῃ τὸ πρᾶγμα αὐτό;»

  6. 6

    εἶπε δὲ ᾿Εσθήρ· ἄνθρωπος ἐχθρὸς ᾿Αμάν, ὁ πονηρὸς οὗτος. ᾿Αμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.

    Εἶπε δὲ ἡ Ἐσθήρ: «Ὁ ἄνθρωπος ὁ ἐχθρευόμενος ἠμᾶς εἶναι ὁ Ἀμάν, αὐτὸς ὁ πονηρὸς καὶ κακός». Ὁ Ἀμὰν δὲ κατελήφθη ἀπὸ ταραχὴν μεγάλην ἐνώπιον τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.

  7. 7

    ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ ᾿Αμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.

    Ὁ δὲ βασιλεὺς ἐσηκώθη ἀπότομα ἀπὸ τὸ συμπόσιον καὶ μετέβη εἰς τὸν κῆπον ὁ δὲ Ἀμὰν παρεκάλει ἰκετευτικῶς τὴν βασίλισσαν, διότι ἔβλεπε τὸν ἑαυτόν του νὰ εἶναι εἰς πολὺ κακὴν καὶ ἐπικίνδυνον θέσιν.

  8. 8

    ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, ᾿Αμάν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν. εἶπε δὲ ὁ βασιλεύς· ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; ᾿Αμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.

    Ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἀπὸ τὸν κῆπον, ὁ Ἀμὰν δὲ εἶχε πέσει ἐπάνω εἰς τὴν κλίνην, ὅπου ἀνεπαύετο ἡ βασίλισσα, παρακαλῶν ἐπιμόνως αὐτήν. Εἶπε δὲ ὁ βασιλεύς: «Ὥστε καὶ τὴν γυναῖκα μου ἀποπειρᾶσαι νὰ βιάσῃς μέσα εἰς τὸ σπίτι μου;» Ὁ Ἀμὰν δέ, ὅταν ἤκουσε ταῦτα, ἐσυγχύσθη καὶ ταραχὴ μεγάλη ἐξεδηλώθη εἰς τὸ πρόσωπόν του.

  9. 9

    εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα· ἰδοὺ καὶ ξύλον ἡτοίμασεν ᾿Αμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς ᾿Αμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπε δὲ ὁ βασιλεύς· σταυρωθήτω ἐπ᾿ αὐτοῦ.

    Εἶπε δὲ ὁ Βουγαθάν, εἰς ἀπὸ τοὺς εὐνούχους, πρὸς τὸν βασιλέα: «Ἰδοὺ ὅτι καὶ ξύλον ἀκόμη ἡτοίμασεν ὁ Ἀμὰν διὰ τὸν Μαρδοχαῖον, ὁ ὁποῖος ἐλάλησε περὶ τῆς συνωμοσίας κατὰ τῆς ζωῆς τοῦ βασιλέως καὶ ἐματαίωσεν αὐτήν. Καὶ ἔχει στήθῆ ὄρθιον εἰς τὸ σπίτι τοῦ Ἀμὰν ξύλον πεντήκοντα πήχεων». Εἶπε δὲ ὁ βασιλεύς: «Ἂς σταυρωθῇ ὁ Ἀμὰν ἐπ’ αὐτοῦ».

  10. 10

    καὶ ἐκρεμάσθη ᾿Αμὰν ἐπὶ τοῦ ξύλου, ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.

    Καὶ ἐκρεμάσθη ὁ Ἀμὰν ἐπὶ τοῦ ξύλου, τὸ ὁποῖον ἡτοιμάσθη διὰ τὸν Μαρδοχαῖον. Καὶ τότε ὁ βασιλεὺς κατεπραΰνθη ἀπὸ τὸν θυμόν.