Εσθήρ, κεφάλαιο 5
- 1
Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς. 1α καὶ γενηθεῖσα ἐπιφανής, ἐπικαλεσαμένη τῶν πάντων ἐπόπτην Θεὸν καὶ σωτῆρα, παρέλαβε τὰς δύο ἅβρας· καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη, ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς, 1β καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου. 1γ καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνδεδύκει, ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα. 1δ καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψε, καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλε τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης. 1ε καὶ μετέβαλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραΰτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ, μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ· 1ζ τί ἐστιν ᾿Εσθήρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει, οὐ μὴ ἀποθάνῃς ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστι· πρόσελθε.
Καὶ ἐγένετο κατὰ τὴν τρίτην ἡμέραν, ὅταν ἔπαυσε νὰ προσεύχηται, ἐξεδύθη τὰ ἐνδύματα τὰ ταπεινὰ τῆς μετανοίας καὶ τοῦ πένθους καὶ περιεβλήθη τὴν μεγαλοπρεπῆ καὶ ἔνδοξον περιβολήν της. 1α Καὶ ἀφοῦ ἔγινε περίβλεπτος καὶ ἐπιβλητική, ἐπικαλεσθεῖσα τὸν ἐπιβλέποντα τὰ πάντα καὶ τοὺς πάντας Θεὸν καὶ σωτῆρα, παρέλαβε τὰς δύο θεραπαινίδας της. Καὶ εἰς μὲν τὴν μίαν ἐστηρίζετο σὰν λεπτοκαμωμένη καὶ ἐξησθενισμένη, ἡ ἄλλη δὲ ἠκολούθει ὑποβαστάζουσα καὶ ἐλαφρώνουσα τὴν ἐνδυμασίαν της. 1β Καὶ αὕτη μὲ χρῶμα ἐρυθρὸν εἰς τὸν ὕψιστον βαθμὸν τοῦ κάλλους της, καὶ τὸ πρόσωπόν της ἱλαρὸν καὶ γλυκύ, πάρα πολὺ ἐλκυστικὸν καὶ ἀξιαγάπητον, ἡ καρδία της ὅμως πολὺ στενοχωρημένη ἕνεκα τοῦ φόβου. 1γ Καὶ ἀφοῦ ἐπέρασεν ὅλας τὰς θύρας, εὑρέθη ἐνώπιον τοῦ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ βασιλικοῦ του θρόνου καὶ εἶχεν ἐνδυθῆ ὅλην τὴν στολὴν τῆς ἐπισήμου ἐμφανίσεώς του, στολισμένος ὅλος μὲ χρυσὸν καὶ μὲ λίθους πολυτελεῖς καὶ ἦτο πάρα πολὺ φοβερός. 1δ Καὶ σηκώσας τὸ πρόσωπόν του, ἀπαστράπτον ἀπὸ τὰ λαμπρὰ κοσμήματα, μὲ θυμὸν εἰς μεγάλον βαθμὸν ἔρριψεν ἐν βλέμμα καὶ ἡ βασίλισσα ἔπεσε κάτω καὶ μετέβαλε τὸ χρῶμα της λόγῳ λιποθυμίας καὶ παραλελυμένη ἔσκυψεν ἐπὶ τῆς κεφαλῆς τῆς θεραπαινίδος, ἡ ὁποία προεπορεύετο. 1ε Καὶ μετέβαλεν ὁ Θεὸς τὴν διάθεσιν καὶ τὰ συναισθήματα τοῦ βασιλέως εἰς πραότητα, καὶ καταληφθεὶς οὗτος ὑπὸ ἀγωνιώδους ἀνησυχίας ἐπήδησεν ἐπάνω ἀπὸ τὸν θρόνον του καὶ τὴν ἐπῆρεν εἰς τὰς ἀγκάλας του, μέχρις ὅτου αὕτη ἀποκατεστάθη καὶ συνῆλθε, καὶ τὴν παρηγόρει μὲ λόγους εἰρηνικοὺς καὶ εἶπε πρὸς αὐτήν: 1ζ «Τὶ συμβαίνει, Ἐσθήρ; Ἐγὼ εἶμαι ἀδελφός σου· λάβε θάρρος· δὲν θὰ θανατωθῇς. Διότι τὸ πρόσταγμά μας, τὸ ὁποῖον ἐπὶ ποινὴ θανάτου ἀπαγορεύει νὰ παρουσιάζεταί τις ἀπρόσκλητος εἰς τὸν βασιλέα, εἶναι διὰ τὸ πολὺ πλῆθος· πλησίασε ἄφοβα».
- 2
καὶ ἄρας τὴν χρυσῆν ράβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπε· λάλησόν μοι. 2α καὶ εἶπεν αὐτῷ· εἶδόν σε, κύριε, ὡς ἄγγελον Θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου, ὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν. 2β ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως αὐτῆς καὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν.
Καὶ ἀφοῦ ἐσήκωσε τὴν χρυσῆν ράβδον του, ἔθεσεν αὐτὴν ἐπὶ τοῦ τραχήλου της καὶ τὴν ἠσπάσθη καὶ εἶπε: «Μίλησέ μου καὶ εἶπέ μου, τὶ θέλεις;» 2α Καὶ εἶπεν εἰς αὐτόν: «Σὲ εἶδον, κύριε, σὰν ἄγγελον θεοῦ καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ τὸν φόβον τῆς μεγαλοπρεποῦς καὶ ἐνδόξου παραστάσεως καὶ ἐμφανίσεώς σου· διότι εἶσαι θαυμαστός, κύριε, καὶ τὸ πρόσωπόν σου εἶναι γεμᾶτον ἀπὸ χάρες». 2β Καθ’ ὃν ὅμως χρόνον ἔλεγεν αὕτη ταῦτα, ἔπεσεν ἕνεκα νέας λιποθυμίας της καὶ ὁ βασιλεὺς ἐταράσσετο καὶ ὅλη ἡ ὑπηρεσία τοῦ βασιλέως τὴν παρηγόρει.
- 3
καὶ εἶπεν ὁ βασιλεύς· τί θέλεις, ᾿Εσθήρ; καὶ τί σού ἐστι τὸ ἀξίωμα; ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου, καὶ ἔσται σοι.
Καὶ εἶπεν ὁ βασιλεύς: «Τί θέλεις, Ἐσθήρ; Καὶ ποία εἶναι ἡ ἀξίωσίς σου; Θὰ σοῦ γίνῃ ὅ,τι θέλεις μέχρι τοῦ να σοῦ δώσω τὸ ἥμισυ τοῦ βασιλείου μου».
- 4
εἶπε δὲ ᾿Εσθήρ· ἡμέρα μου ἐπίσημος σήμερόν ἐστι· εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, ἐλθάτω καὶ αὐτὸς καὶ ᾿Αμὰν εἰς τὴν δοχήν, ἣν ποιήσω σήμερον.
Εἶπε δὲ ἡ Ἐσθήρ: «Σήμερον εἶναι ἡμέρα ἐπίσημος δι’ ἐμέ· ἐὰν λοιπὸν φαίνεται καλὸν εἰς τὸν βασιλέα, ἂς ἔλθῃ καὶ αὐτὸς καὶ ὁ Ἀμὰν εἰς τὸ πρὸς ὑποδοχὴν συμπόσιον, τὸ ὁποῖον θὸ κάμω σήμερον».
- 5
καὶ εἶπεν ὁ βασιλεύς· κατασπεύσατε ᾿Αμάν, ὅπως ποιήσωμεν τὸν λόγον ᾿Εσθήρ· καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν, ἣν εἶπεν ᾿Εσθήρ.
Καὶ εἶπεν ὁ βασιλεύς: «Εἰδοποιήσατε γρήγορα τὸν Ἀμάν, διὰ νὰ κάμωμεν τὸν λόγον, ποὺ εἶπεν ἡ Ἐσθήρ». Καὶ ἔρχονται καὶ οἱ δύο εἰς τὸ συμπόσιον, περὶ τοῦ ὁποίου εἶπεν ἡ Ἐσθήρ.
- 6
ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· τί ἐστι βασίλισσα ᾿Εσθήρ; καὶ ἔσται ὅσα ἀξιοῖς.
Ὅταν δὲ εἰς τὸ τέλος τοῦ φαγητοῦ ἔπιναν οἶνον, εἶπεν ὁ βασιλεὺς εἰς τὴν Ἐσθήρ: «Τί εἶναι τὸ αἴτημά σου, βασίλισσα Ἐσθήρ: Καὶ ὠρισμένως θὰ γίνουν ὅσα ἔχεις τὴν ἀξίωσιν».
- 7
καὶ εἶπε· τὸ αἴτημά μου καὶ τὸ ἀξίωμα·
Καὶ εἶπεν ἡ Ἐσθήρ: «Τὸ αἴτημά μου καὶ ἡ ἀξίωσίς μου εἶναι ἡ ἐξῆς:
- 8
εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, ἐλθάτω ὁ βασιλεὺς καὶ ᾿Αμὰν ἔτι τὴν αὔριον εἰς τὴν δοχήν, ἣν ποιήσω αὐτοῖς, καὶ αὔριον ποιήσω τὰ αὐτά.
Ἐὰν εὗρον εὔνοιαν καὶ χάριν ἐνώπιον τοῦ βασιλέως, παρακαλῶ, ἂς ἔλθῃ ὁ βασιλεὺς καὶ ὁ Ἀμὰν ἀκόμη καὶ αὔριον εἰς τὸ πρὸς ὑποδοχὴν συμπόσιον, τὸ ὁποῖον θὰ κάμω δι’ αὐτούς· καὶ αὔριον θὰ κάμω τὰ ἴδια, τὰ ὁποῖα καὶ σήμερον».
- 9
Καὶ ἐξῆλθεν ὁ ᾿Αμὰν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος· ἐν δὲ τῷ ἰδεῖν ᾿Αμὰν Μαρδοχαῖον τὸν ᾿Ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα
Καὶ ἐβγῆκεν ὁ Ἀμὰν ἀπὸ τὸν βασιλέα γεμᾶτος χαρὰν εὐφραινόμενος· ὅταν ὅμως εἶδεν ὁ Ἀμὰν τὸν Ἰουδαῖον Μαρδοχαῖον εἰς τὴν αὐλήν, ἐπειδὴ δὲν τὸν προσεκύνησεν, ἐθύμωσε πάρα πολύ.
- 10
καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσε τοὺς φίλους καὶ Ζωσάραν τὴν γυναῖκα αὐτοῦ,
Καὶ ἀφοῦ εἰσῆλθεν εἰς τὸν οἶκον του, ἐκάλεσε τοὺς φίλους του καὶ τὴν γυναῖκα τοῦ Ζωσάραν
- 11
καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν, ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκε, καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας.
καὶ περιέγραψεν εἰς αὐτοὺς τὸν πλοῦτον του καὶ τὴν δόξαν, μὲ τὴν ὁποίαν ὁ βασιλεὺς τὸν περιέβαλε, καὶ πῶς τὸν ὥρισε νὰ πρωτεύῃ καὶ προηγῆται ἐν τῷ βασιλείῳ.
- 12
καὶ εἶπεν ᾿Αμάν· οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ᾿ ἢ ἐμέ, καὶ εἰς τὴν αὔριον κέκλημαι·
Καὶ εἶπεν ὁ Ἀμάν: «Δὲν ἔχει καλέσει ἡ βασίλισσα μὲ τὸν βασιλέα κανένα ἄλλον εἰς τὸ συμπόσιον, ἀλλὰ μόνον ἐμέ· καὶ ἔχω κληθῇ πάλιν καὶ διὰ τὴν αὔριον.
- 13
καὶ ταῦτά μοι οὐκ ἀρέσκει, ὅταν ἴδω Μαρδοχαῖον τὸν ᾿Ιουδαῖον ἐν τῇ αὐλῇ.
Καὶ ταῦτα δὲν μοῦ ἀρέσουν, ὅταν ἴδω εἰς τὴν αὐλὴν τὸν Ἰουδαῖον Μαρδοχαῖον».
- 14
καὶ εἶπε πρὸς αὐτὸν Ζωσάρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι· κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα, ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου· σὺ δὲ εἴσελθε εἰς τὴ δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου. καὶ ἤρεσε τὸ ρῆμα τῷ ᾿Αμάν, καὶ ἡτοιμάσθη τὸ ξύλον.
Καὶ εἶπε πρὸς αὐτὸν ἡ Ζωσάρα ἡ σύζυγός του καὶ οἱ φίλοι του: «Ἂς κοπῇ κατὰ διαταγήν σου ξύλον ὕψους πεντήκοντα πήχεων λίαν πρωῒ δὲ εἶπε εἰς τὸν βασιλέα καὶ μὲ τὴν ἔγκρισιν αὐτοῦ ἂς κρεμασθῇ ὁ Μαρδοχαῖος ἐπί του ξύλου· σὺ δὲ ἔμβα εἰς τὸ συμπόσιον μετὰ τοῦ βασιλέως καὶ ἀπόλαυσέ το γεμᾶτος χαράν». Καὶ ἤρεσεν ὁ λόγος οὗτος εἰς τὸν Ἀμὰν καὶ ἡτοιμάσθη τὸ ξύλον.
