Εσθήρ, κεφάλαιο 3
- 1
ΜΕΤΑ δὲ ταῦτα ἐδόξασεν ὁ βασιλεὺς ᾿Αρταξέρξης ᾿Αμὰν ᾿Αμαδάθου Βουγαῖον καὶ ὕψωσεν αὐτόν, καὶ ἐπρωτοβάθρει πάντων τῶν φίλων αὐτοῦ.
Μετὰ δὲ τὰ γεγονότα αὐτὰ ἐτίμησε καὶ ἐδόξασεν ὁ βασιλεὺς Ἀρταξέρξης τὸν Ἀμάν, τὸν υἱὸν τοῦ Ἀμαδάθου, τὸν Βουγαῖον, καὶ ἀνεβίβασεν αὐτὸν εἰς ὑψηλὸν ἀξίωμα καὶ εἶχε τὴν πρωτοκαθεδρίαν μεταξὺ ὅλων τῶν φίλων καὶ αὐλικῶν τοῦ βασιλέως.
- 2
καὶ πάντες οἱ ἐν τῇ αὐλῇ προσεκύνουν αὐτῷ, οὕτως γὰρ προσέταξεν ὁ βασιλεὺς ποιῆσαι· ὁ δὲ Μαρδοχαῖος οὐ προσεκύνει αὐτῷ.
Καὶ ὅλοι, ὅσοι ἦσαν εἰς τὴν αὐλήν, ἐπροσκύνουν αὐτόν, διότι ἔτσι διέταξεν ὁ βασιλεὺς νὰ κάμουν. Ὁ Μαρδοχαῖος ὅμως δὲν τὸν ἐπροσκυνοῦσε.
- 3
καὶ ἐλάλησαν οἱ ἐν τῇ αὐλῇ τοῦ βασιλέως τῷ Μαρδοχαίῳ· Μαρδοχαῖε, τί παρακούεις τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα;
Καὶ ὡμίλησαν οἱ ὑπηρετοῦντες ἐν τῇ αὐλῇ τοῦ βασιλέως εἰς τὸν Μαρδοχαῖον: «Μαρδοχαῖε, διατὶ παρακούεις εἰς αὐτά, ποὺ εἶπεν ὁ βασιλεύς;»
- 4
καθ᾿ ἑκάστην ἡμέραν ἐλάλουν αὐτῷ, καὶ οὐχ ὑπήκουεν αὐτῶν· καὶ ὑπέδειξαν τῷ ᾿Αμὰν Μαρδοχαῖον τοῖς τοῦ βασιλέως λόγοις ἀντιτασσόμενον· καὶ ὑπέδειξεν αὐτοῖς ὁ Μαρδοχαῖος ὅτι ᾿Ιουδαῖός ἐστι.
Κάθε ἡμέραν ἔλεγον εἰς αὐτὸν τοῦτο καὶ δὲν τοὺς ὑπήκουε. Καὶ ἀνέφεραν εἰς τὸν Ἀμάν, ὅτι ὁ Μαρδοχαῖος ἀντιτάσσεται καὶ ἀπειθεῖ εἰς τοὺς λόγους τοῦ βασιλέως· καὶ τοὺς εἶχε φανερώσει ὁ Μαρδοχαῖος, ὅτι εἶναι Ἰουδαῖος καὶ ἐμποδίζεται ἀπὸ τὴν θρησκείαν του νὰ προσκυνῇ τὸν Ἀμάν.
- 5
καὶ ἐπιγνοὺς ᾿Αμὰν ὅτι οὐ προσκυνεῖ αὐτῷ Μαρδοχαῖος, ἐθυμώθη σφόδρα
Καὶ ὅταν ὁ Ἀμὰν ἐπληροφορήθη μετὰ βεβαιότητος, ὅτι δὲν τὸν προσκυνεῖ ὁ Μαρδοχαῖος, ἐθύμωσε πάρα πολὺ
- 6
καὶ ἐβουλεύσατο ἀφανίσαι πάντας τοὺς ὑπὸ τὴν ᾿Αρταξέρξου βασιλείαν ᾿Ιουδαίους.
καὶ ἔλαβε τὴν ἀπόφασιν νὰ ἐξαφανίσῃ ὅλους τοὺς Ἰουδαίους, οἱ ὁποῖοι ἔζων ὑπὸ τὴν βασιλείαν τὸν Ἀρταξέρξου.
- 7
καὶ ἐποίησε ψήφισμα ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας ᾿Αρταξέρξου καὶ ἔβαλε κλήρους ἡμέραν ἐξ ἡμέρας καὶ μῆνα ἐκ μηνός, ὥστε ἀπολέσαι ἐν μιᾷ ἡμέρᾳ τὸ γένος Μαρδοχαίου, καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνός, ὅς ἐστιν ᾿Αδάρ.
Καὶ ἔκαμε διάταγμα κατὰ τὸ δωδέκατον ἔτος τῆς βασιλείας τοῦ Ἀρταξέρξου καὶ ἔβαλε κλήρους ρίπτων αὐτοὺς καὶ ἀπαγγέλλων ἀνὰ μίαν ἡμέραν καὶ ἀνὰ ἕνα μῆνα, ὥστε νὰ καταστρέψουν τὸ γένος τοῦ Μαρδοχαίου εἰς τὴν ὑπὸ τοῦ κλήρου ὑποδειχθησομένην μίαν καὶ τὴν αὐτὴν ἡμέραν. Καὶ ἔπεσεν ὁ κλῆρος εἰς τὴν δεκάτην τετάρτην ἡμέραν τοῦ μηνὸς τοῦ δωδεκάτου, ὁ ὁποῖος εἶναι ὁ Ἀδάρ.
- 8
καὶ ἐλάλησε πρὸς τὸν βασιλέα ᾿Αρταξέρξης λέγων· ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσι, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς·
Καὶ ὡμίλησεν ὁ Ἀμὰν πρὸς τὸν βασιλέα Ἀρταξέρξην καὶ εἶπεν: «Ὑπάρχει ἒν ἔθνος διασκορπισμένον μεταξὺ τῶν ἐθνῶν εἰς ὅλον τὸ βασίλειόν σου· οἱ νόμοι των δὲ εἶναι ὅλως διόλου διάφοροι ἀπὸ τοὺς νόμους ὅλων τῶν ἐθνῶν παρακούουν δὲ εἰς τοὺς νόμους τοῦ βασιλέως καὶ δι' αὐτὸ δὲν συμφέρει εἰς τὸν βασιλέα νὰ τοὺς ἀφήσῃ, χωρὶς νὰ λάβῃ μέτρα δραστικὰ κατ’ αὐτῶν.
- 9
εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια.
Ἐὰν φαίνεται καλὸν εἰς τὸν βασιλέα, ἂς ἐκδώσῃ διάταγμα ἵνα ἐζοντώσῃ αὐτούς, καὶ ἐγὼ θὰ ἐξοφλήσω εἰς τὸ ταμεῖον τοῦ βασιλέως δέκα χιλιάδες τάλαντα ἀργυρᾶ, ἤτοι ὑπὲρ τὰ τέσσαρα ἑκατομμύρια χρυσῶν λιρῶν».
- 10
καὶ περιελόμενος ὁ βασιλεὺς τὸ δακτύλιον ἔδωκεν εἰς χεῖρας τῷ ᾿Αμὰν σφραγίσαι κατὰ τῶν γεγραμμένων κατὰ τῶν ᾿Ιουδαίων.
Καὶ ἀφοῦ ἔβγαλεν ὁ βασιλεὺς τὸ δακτύλιόν του, ἔδωκε τοῦτο εἰς τὰς χεῖρας τοῦ Ἀμὰν διὰ νὰ σφραγίσῃ ἐπὶ τοῦ διατάγματος, τὸ ὁποῖον εἶχε γραφῆ ἐναντίον τῶν Ἰουδαίων.
- 11
καὶ εἶπεν ὁ βασιλεὺς τῷ ᾿Αμάν· τὸ μὲν ἀργύριον ἔχε, τῷ δὲ ἔθνει χρῶ ὡς βούλει.
Καὶ εἶπεν ὁ βασιλεὺς εἰς τὸν Ἀμάν: «Τὸ μὲν χρῆμα ἔχε τὸ σὺ ἰδικόν σου, μεταχειρίσου δὲ τὸ ἔθνος, περὶ τοῦ ὁποίου μου ὁμιλεῖς, ὅπως θέλεις».
- 12
καὶ ἐκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως μηνὶ πρώτῳ τῇ τρισκαιδεκάτῃ καὶ ἔγραψαν, ὡς ἐπέταξεν ᾿Αμάν, τοῖς στρατηγοῖς, καὶ τοῖς ἄρχουσι κατὰ πᾶσαν χώραν ἀπὸ ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας, ταῖς ἑκατὸν εἰκοσιεπτὰ χώραις, τοῖς τε ἄρχουσι τῶν ἐθνῶν κατὰ τὴν αὐτῶν λέξιν δι᾿ ᾿Αρταξέρξου τοῦ βασιλέως.
Καὶ προσεκλήθησαν οἱ γραμματεῖς τοῦ βασιλέως κατὰ τὸν πρῶτον μῆνα, τὴν δεκάτην τρίτην ἡμέραν αὐτοῦ, καὶ ἔγραψαν, ὡς διέταξεν ὁ Ἀμάν, εἰς τοὺς στρατιωτικοὺς διοικητὰς καὶ τοὺς πολιτικοὺς ἄρχοντας, ποὺ ἦσαν εἰς ὅλην τὴν χώραν ἀπὸ τῶν Ἰνδιῶν μέχρι τῆς Αἰθιοπίας, εἰς τὰς ἑκατὸν εἴκοσιν ἑπτὰ χώρας, καὶ εἰς τοὺς ἐντοπίους ἄρχοντας τῶν εἰς τὸ Περσικὸν κράτος ὑποτεταγμένων ἐθνῶν ἔγραψαν εἰς τὴν γλῶσσαν των ἐξ ὀνόματος τοῦ βασιλέως Ἀρταξέρξου.
- 13
καὶ ἀπεστάλη διὰ βιβλιοφόρων εἰς τὴν ᾿Αρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τῶν ᾿Ιουδαίων ἐν ἡμέρᾳ μιᾶ μηνὸς δωδεκάτου, ὅς ἐστιν ᾿Αδάρ, καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν. 13α Τῆς δὲ ἐπιστολῆς ἐστι τὸ ἀντίγραφον τόδε· «Βασιλεὺς μέγας ᾿Αρταξέρξης τοῖς ἀπὸ τῆς ᾿Ινδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει· 13β πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένων ἀκυμάντους διαπαντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην. 13γ πυθομένου δέ μου τῶν συμβούλων, πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, ὁ σωφροσύνῃ παρ᾿ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος ᾿Αμὰν 13δ ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα, πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ᾿ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν. 13ε διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διαπαντὸς ἀνθρώπῳ κείμενον, διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασι τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν· 13ζ προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ ᾿Αμὰν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν συναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς ᾿Αδάρ, τοῦ ἐνεστῶτος ἔτους, 13η ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες, εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα».
Καὶ ἀπεστάλη διὰ ταχυδρόμων, ποὺ ἔφερον τὸ ἔγγραφον τοῦ διατάγματος εἰς τὸ βασίλειον τοῦ Ἀρταξέρξου διὰ νὰ ἐξαφανίσουν τὸ γένος τῶν Ἰουδαίων ἐντὸς μιᾶς ἡμέρας τοῦ δωδεκάτου μηνός, ὁ ὁποῖος εἶναι ὁ Ἀδάρ, καὶ νὰ διαρπάσουν τὰ ὑπάρχοντά των. 13α Τῆς ἐπιστολῆς δὲ τὸ ἀντίγραφον εἶναι τοῦτο: «Ὁ μέγας βασιλεὺς Ἀρταξέρξης εἰς τοὺς ἀπὸ τῆς Ἰνδικῆς χώρας μέχρι τῆς Αἰθιοπίας ἄρχοντας καὶ τοπάρχας, τοὺς ὑποτεταγμένους εἰς αὐτὸν καὶ διατελοῦντας ὑπὸ τὰς διαταγάς του, γράφει ταῦτα: 13β «Καίτοι ἔγινα ἄρχων πολλῶν ἐθνῶν καὶ ἐπεκράτησα ὅλης τῆς οἰκουμένης, ἠθέλησα οὐχὶ ἐπαιρόμενος ὑπὸ τοῦ θράσους καὶ τοῦ τυραννικοῦ φρονήματος τῆς ἐξουσίας, κυβερνῶν δὲ μὲ ὅσον τὸ δυνατὸν μεγαλυτέραν ἐπιείκειαν καὶ ἠπιότητα, νὰ καταστήσω τὴν ζωὴν ἐνὸς ἐκάστου τῶν ὑποτεταγμένων εἰς ἐμὲ πάντοτε καὶ διαπαντὸς ἀτάραχον καὶ νὰ παράσχω τὸ βασιλειόν μου ἥμερον καὶ πολιτισμένον καὶ εὔκολον εἰς συγκοινωνίαν μέχρι τῶν ἄκρων αὐτοῦ καὶ νὰ ἀνανεώσω τὴν εἰς τὸ παρελθὸν διαταραχθεῖσαν καὶ ποθητὴν εἰς ὅλους τοὺς ἀνθρώπους εἰρήνην. 13γ Ὅταν δὲ ἐγὼ ἠρώτησα τοὺς συμβούλους, πῶς ὁ σκοπὸς οὗτος θὰ ἦτο δυνατὸν νὰ ἀχθῇ εἰς πέρας, ὁ διακριθεὶς πλησίον ἠμῶν ἐπὶ συνέσει καὶ ὁ ὁποῖος ἔχει ἀποδειχθῇ ἐξ ἴσου καὶ ἀπαράλλακτα μὲ τὴν καλήν του θέλησιν καὶ διάθεσιν καὶ μὲ τὴν βεβαίαν πίστιν καὶ ἀφοσίωσιν εἰς ἐμὲ καὶ ἔχει ἀπολαύσει τὸ δεύτερον τοῦ βασιλείου ἀξίωμα καὶ προνόμιον, ὁ Ἀμὰν δηλαδή, 13δ ἐφανέρωσεν εἰς ἠμᾶς, ὅτι εἰς πάσας τὰς ἐγκατεστημένας εἰς τὴν οἰκουμένην φυλὰς ἔχει ἀναμιχθῇ κάποιος κακότροπος καὶ μὲ δυσμενεῖς διαθέσεις λαός, ὁ ὁποῖος εἰς τοὺς νόμους του εἶναι ἀντίθετος πρὸς κάθε ἔθνος καὶ τὰ διατάγματα τῶν βασιλέων περιφρονεῖ διαρκῶς, διὰ νὰ μὴ ἐπιτυγχάνῃ ἡ ἀπὸ ἡμᾶς ὅλους τοὺς συνάρχοντας καὶ διοικητὰς κατευθυνομένη κατὰ τὰ ἄλλα ἀμέμπτως καὶ μὲ τὰς ἀρίστας διαθέσεις συνδιοίκησις. 13ε Ἐπειδὴ λοιπὸν διακρίνομεν αὐτὸ τὸ ἔθνος ὅτι ἐντελῶς μόνον κεῖται εἰς ξεχωριστὴν καὶ διάφορον πορείαν πάντοτε πρὸς πάντα ἄνθρωπον, καὶ ὅτι παραλλάσσει καὶ διαφέρει εἰς τρόπον ζωῆς κανονιζόμενον ἀπὸ νόμους παράδοξον καὶ ὅτι ἔχει κακὰς σκέψεις καὶ διαθέσεις πρὸς τὴν διοίκησίν μας συντελοῦν τὰ χείριστα κακά, μέχρι σημείου ὥστε τὸ βασίλειον νὰ μὴ ἀπολαύῃ σταθερότητα καὶ ἀσφάλειαν. 13ζ Ἔχομεν λοιπὸν διατάξει αὐτοὺς ποὺ σᾶς ἐσημάναμεν καὶ σᾶς ἐδηλώσαμεν μὲ αὐτά, ποὺ ἔχουν γραφῆ ἀπὸ τὸν Ἀμάν, ὁ ὁποῖος ἔχει ταχθῇ ἐπὶ τῆς διοικήσεως τῶν δημοσίων ὑποθέσεων καὶ πραγμάτων καὶ εἶναι δεύτερος πατέρας μας, ὅλους μὲ τὰς γυναῖκας καὶ τὰ τέκνα των νὰ τοὺς καταστρέψετε μὲ ὅλας τὰς ρίζας των διὰ τῶν μαχαιρῶν τῶν ἐχθρῶν των χωρὶς κανένα οἶκτον καὶ φειδωλίαν κατὰ τὴν δεκάτην τετὰρτην τοῦ δωδεκάτου μηνὸς Ἀδάρ τοῦ παρόντος ἔτους, 13η ἶνα οὕτως οἱ ἀνέκαθεν καὶ μέχρι τώρα κακότροποι, ἀφοῦ εἰς μίαν ἡμέραν καταβοῦν βιαίως καὶ διὰ σφαγῆς εἰς τὸν ἅδην, μᾶς παρέχουν κατὰ τὸν μετέπειτα καὶ εἰς τὴν σφαγὴν αὐτῶν ἐπακολουθήσαντα χρόνον διὰ παντὸς καὶ μέχρι τέλους σταθερὰν καὶ ἀδιατάρακτον τὴν διοίκησιν τῶν δημοσίων πραγμάτων καὶ ὑποθέσεων».
- 14
Τὰ δὲ ἀντίγραφα τῶν ἐπιστολῶν ἐξετίθετο κατὰ χώραν, καὶ προσετάγη πᾶσι τοῖς ἔθνεσιν ἑτοίμους εἶναι εἰς τὴν ἡμέραν ταύτην.
Τὰ ἀντίγραφα δὲ τῶν ἐπιστολῶν ἐξετίθεντο εἰς δημόσια κέντρα καθ’ ὅλην τὴν χώραν καὶ ἐδίδετο διαταγὴ εἰς ὅλα τὰ ἔθνη, νὰ εἶναι οἱ λαοί των ἕτοιμοι διὰ τὴν ἡμέραν αὐτήν.
- 15
ἐσπεύδετο δὲ τὸ πρᾶγμα καὶ εἰς Σοῦσαν· ὁ δὲ βασιλεὺς καὶ ᾿Αμὰν ἐκωθωνίζοντο, ἐταράσσετο δὲ ἡ πόλις.
Μὲ σπουδὴν δὲ ἐγίνοντο εἰς Σοῦσαν αἱ προετοιμασίαι διὰ τὴν ἐκτέλεσιν τῆς ἀποφάσεως· ὁ δὲ βασιλεὺς καὶ ὁ Ἀμὰν ἐπεδίδοντο εἰς οἰνοποσίας, καθ’ ὃν χρόνον ἡ πόλις ἐταράττετο.
