Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΕΣΘΗΡ

Εσθήρ, κεφάλαιο 2

23 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (10)
  1. 1

    ΚΑΙ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ καὶ οὐκέτι ἐμνήσθη τῆς ᾿Αστίν, μνημονεύων οἷα ἐλάλησε καὶ ὡς κατέκρινεν αὐτήν.

    Καὶ μετὰ τὰ συμβάντα ταῦτα κατεπραύνθη ὁ βασιλεὺς ἀπὸ τὸν θυμὸν καὶ δὲν ἐνεθυμήθη πλέον μετὰ συμπαθείας τὴν Ἀστίν, διότι ἐμνημόνευεν ὁποίους λόγους ἀπειθείας εἶπεν ἐκείνη δημοσίᾳ καὶ πῶς ὁ βασιλεὺς κατέκρινε καὶ ἐτιμώρησεν αὐτήν.

  2. 2

    καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει·

    Καὶ εἶπον οἱ αὐλικοὶ οἱ εἰς τὴν ἄμεσον ὑπηρεσίαν τοῦ βασιλέως ὡρισμένοι: «Ἂς ζητηθοῦν διὰ τὸν βασιλέα κοράσια ἁγνὰ καὶ ἄφθορα, εὔμορφα.

  3. 3

    καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σοῦσαν τὴν πόλιν εἰς τὸν γυναικῶνα· καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια·

    Καὶ ἂς ἐγκαταστήσῃ ὁ βασιλεὺς ἄρχοντας εἰς τὰς κώμας καὶ τὰς πόλεις εἰς ὅλας τὰς χώρας καὶ ἐπαρχίας τοῦ βασιλείου του καὶ ἂς διαλέξουν οὗτοι κοράσια ἀμόλυντα, παρθενικά, ὡραία εἰς τὸ πρόσωπον καὶ ἂς τὰ στείλουν εἰς τὴν πόλιν Σοῦσα εἰς τὸ διαμέρισμα τῶν ἀνακτόρων, ποὺ διαμένουν ὑπὸ ἐπιτήρησιν αἱ γυναῖκες· καὶ ἂς παραδοθοῦν ταῦτα εἰς τὸν εὐνοῦχον τοῦ βασιλέως, τὸν φρουρὸν ποὺ φυλάττει τὰς γυναῖκας· καὶ ἂς δοθῇ εἰς ἕκαστον ἐξ αὐτῶν καλλυντικὸς σάπων καὶ ἡ λοιπὴ ἐπιμέλεια τοῦ δέρματος καὶ τοῦ σώματός των.

  4. 4

    καὶ ἡ γυνή, ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ ᾿Αστίν. καὶ ἤρεσε τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως.

    Καὶ ἡ γυνή, ἡ ὁποία θὰ ἀρέσῃ εἰς τὸν βασιλέα, αὐτὴ ἀπὸ ὅλας αὐτὰς θὰ βασιλεύσῃ ἀντὶ τῆς Ἀστίν». Καὶ ἤρεσεν εἰς τὸν βασιλέα ἡ πρότασις αὕτη καὶ ἐποίησε σύμφωνα μὲ αὐτήν.

  5. 5

    καὶ ἄνθρωπος ἦν ᾿Ιουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτοῦ Μαρδοχαῖος ὁ τοῦ ᾿Ιαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισσαίου, ἐκ φυλῆς Βενιαμίν,

    Καὶ ἦτο εἰς τὴν πόλιν Σοῦσα ἄνθρωπος Ἰουδαῖος καὶ ὠνομάζετο οὗτος Μαρδοχαῖος, ὁ υἱὸς τοῦ Ἰαΐρου, υἱοῦ τοῦ Σεμεΐου, υἱοῦ τοῦ Κισαίου ἀπὸ τὴν φυλὴν Βενιαμίν,

  6. 6

    ὃς ἦν αἰχμάλωτος ἐξ ῾Ιερουσαλήμ, ἣν ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος.

    ὁ ὁποῖος ἦτο αἰχμάλωτος καταγόμενος ἀπὸ τὴν Ἱερουσαλήμ, τοὺς κατοίκους τῆς ὁποίας ἠχμαλώτισεν ὁ Ναβουχοδονόσορ, ὁ βασιλεὺς τῆς Βαβυλῶνος.

  7. 7

    καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ ᾿Αμιναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ ᾿Εσθήρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.

    Καὶ ὑπῆρχεν εἰς αὐτὸν νέα, τὴν ὁποίαν εἶχεν ἀναθρέψει, θυγάτηρ τοῦ Ἀμιναδάβ, ἀδελφοῦ τοῦ πατρός του, πρώτη ἐξαδέλφη του λοιπόν, καὶ ὠνομάζετο αὕτη Ἐσθήρ. Ὅταν δὲ ἀπέθανον οἱ γονεῖς της, ὁ Μαρδοχαῖος τὴν ἐξεπαίδευσε διὰ τὸν ἑαυτόν του ὡς θυγατέρα. Καὶ ἦτο τὸ κοράσιον ὡραῖον εἰς τὸ πρόσωπον.

  8. 8

    καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν πολλὰ κοράσια εἰς Σοῦσαν τὴν πόλιν ὑπὸ χεῖρα Γαΐ, καὶ ἤχθη ᾿Εσθὴρ πρὸς Γαΐ τὸν φύλακα τῶν γυναικῶν.

    Καὶ ὅτε ἠκούσθη τὸ περὶ ἐκλογῆς βασιλίσσης πρόσταγμα τοῦ βασιλέως, συνηθροίσθησαν πολλὰ κοράσια εἰς τὴν πόλιν Σοῦσαν ὑπὸ τὴν ἐξουσιαστικὴν χεῖρα τοῦ εὐνούχου Γαῒ καὶ ὡδηγήθη καὶ ἡ Ἐσθὴρ πρὸς τὸν Γαΐ, ὅστις ἦτο ὁ φύλαξ τῶν γυναικῶν τοῦ βασιλέως.

  9. 9

    καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον καὶ εὗρε χάριν ἐνώπιον αὐτοῦ· καὶ ἔσπευσε δοῦναι αὐτῇ τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ὑποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι.

    Καὶ ἤρεσεν εἰς αὐτὸν τὸ κοράσιον καὶ εὗρε χάριν ἐνώπιόν του προσελκύσαν τὴν εὔνοιάν του· καὶ ἔσπευσε νὰ τῆς δώσῃ τὸ πρὸς καθαρισμὸν τοῦ σώματός της καλλυντικὸν καὶ τὴν μερίδα τῆς τροφῆς της καὶ τὰ ἑπτὰ κοράσια τὰ εἰδικῶς δι' αὐτὴν διαλεγμένα ἀπὸ τὰ διαμένοντα εἰς τὸν βασιλικὸν οἶκον καὶ τὴν μετεχειρίσθη καλῶς καὶ τὰς θεραπαινίδας αὐτῆς εἰς καλὸν διαμέρισμα τοῦ γυναικωνίτου.

  10. 10

    καὶ οὐχ ὑπέδειξε ᾿Εσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα· ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι·

    Καὶ δὲν ἐφανέρωσεν ἡ Ἐσθὴρ τὸ γένος της οὔτε τὴν πατρίδα της· διότι ὁ Μαρδοχαῖος τῆς παρήγγειλε νὰ μὴ τὸ εἴπῃ.

  11. 11

    καθ’ ἑκάστην δὲ ἡμέραν περιεπάτει ὁ Μαρδοχαῖος κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί ᾿Εσθὴρ συμβήσεται.

    Καθ' ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει εἰς τὸ μέρος τὸ πλησιάζον πρὸς τὴν αὐλὴν τοῦ γυναικωνίτου τῶν ἀνακτόρων παρατηρῶν μετὰ προσοχῆς τί θὰ συμβῇ εἰς τὴν Ἐσθήρ.

  12. 12

    οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας δεκαδύο· οὕτως γὰρ αναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας, μῆνας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασι καὶ ἐν τοῖς σμήγμασι τῶν γυναικῶν,

    Οὗτος δὲ ἦτο ὁ καιρὸς κορασίου τινός, ἐκ τῶν ὑποψηφίων διὰ τὸν βασιλικὸν θρόνον, διὰ νὰ εἰσέλθῃ εἰς τὸν βασιλέα, ὅταν συμπληρώσῃ δώδεκα μήνας ἀπὸ τῆς εἴσοδόν του εἰς τὸν γυναικῶνα τῶν ἀνακτόρων. Διότι κατ’ αὐτὸν τὸν τρόπον συμπληροῦνται αἱ ἡμέραι τῆς προπαρασκευῆς καὶ θεραπείας τῶν κορασίων τούτων ἐπὶ μήνας ἓξ ἐξακολουθοῦν νὰ ἀλείφωνται μὲ ἔλαιον μύρου καὶ μῆνας ἓξ μὲ ἀρώματα καὶ μὲ τὰς εὐώδεις καὶ σαπωνοειδεῖς ὕλας καὶ ἀλοιφὰς τῶν γυναικῶν·

  13. 13

    καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα. καὶ ᾧ ἐὰν εἴπῃ, παραδώσει αὐτὴν συνεισέρχεσθαι αὐτῷ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.

    καὶ τότε ἐμβαίνει τὸ κοράσιον εἰς τὸν βασιλέα, καὶ εἰς ἐκεῖνον, εἰς τὸν ὁποῖον θὰ εἴπῃ ὁ βασιλεύς, θὰ παραδώσῃ αὐτὸ ὁ φύλαξ τοῦ γυναικωνίτου διὰ νὰ ἔμβῃ μαζί του ἀπὸ τὸν γυναικωνίτην μέχρι τῶν διαμερισμάτων τοῦ βασιλέως.

  14. 14

    δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον, οὗ Γαΐ ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα, ἐὰν μὴ κληθῇ ὀνόματι.

    Κατὰ τὸ δειλινὸν ἐμβαίνει εἰς τὰ διαμερίσματα καὶ κατὰ τὸ πρωῒ φεύγει ἀπ' ἐκεῖ γρήγορα εἰς τὸν δεύτερον γυναικωνίτην, ὅπου εἶναι ὁ Γαῒ ὁ εὐνοῦχος τοῦ βασιλέως, ὁ φύλαξ τῶν γυναικῶν του, καὶ δὲν ἐμβαίνει πλέον εἰς τὸν βασιλέα, ἐὰν δὲν κληθῇ ὀνομαστικῶς ἀπὸ αὐτόν.

  15. 15

    ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον ᾿Εσθὴρ τῆς θυγατρὸς ᾿Αμιναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν, ὧν ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν· ἦν γὰρ ᾿Εσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.

    Ὅταν δὲ συνεπληρώθη ὁ χρόνος τῆς Ἐσθήρ, τῆς θυγατρὸς τοῦ Ἀμιναδάβ, ὅστις ἦτο ἀδελφὸς τοῦ πατρὸς τοῦ Μαρδοχαίου, διὰ νὰ εἰσέλθῃ πρὸς τὸν βασιλέα, αὕτη συνεμορφώθη πλήρως καὶ δὲν ἠθέτησε τίποτε ἀπὸ ἐκεῖνα, ποὺ τῆς παρήγγειλεν ὁ εὐνοῦχος, ποὺ ἐφύλαττε τὰς γυναῖκας τοῦ βασιλέως. Τὴν συνεβούλευσε δὲ ἐκεῖνος μὲ πολὺ ἐνδιαφέρον. Διότι ἡ Ἐσθὴρ προσείλκυε τὴν εὔνοιαν ὅλων, ὅσοι τὴν ἔβλεπον.

  16. 16

    καὶ εἰσῆλθεν ᾿Εσθὴρ πρὸς ᾿Αρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνί, ὅς ἐστιν ᾿Αδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.

    Καὶ εἰσῆλθεν ἡ Ἐσθὴρ πρὸς τὸν βασιλέα Ἀρταξέρξην κατὰ τὸν δωδέκατον μῆνα, ὁ ὁποῖος εἶναι ὁ Ἀδάρ, κατὰ τὸ ἕβδομον ἔτος τῆς βασιλείας του.

  17. 17

    καὶ ἠράσθη ὁ βασιλεὺς ᾿Εσθήρ, καὶ εὗρε χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.

    Καὶ ἐρωτεύθη ὁ βασιλεὺς τὴν Ἐσθὴρ καὶ κατέκτησεν εὔνοιαν ὑπὲρ ὅλας τὰς παρθένους, καὶ ἔθεσεν ἐπὶ τῆς κεφαλῆς της τὸ διάδημα τὸ γυναικεῖον τῆς βασιλίσσης.

  18. 18

    καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσε τοὺς γάμους ᾿Εσθὴρ καὶ ἄφεσιν ἐποίησε τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.

    Καὶ ἔκαμεν ὁ βασιλεὺς συμπόσιον εἰς ὅλους τοὺς φίλους του καὶ τοὺς ἄρχοντας ἐπὶ ἡμέρας ἑπτὰ καὶ ἐτίμησε πολὺ τοὺς γάμους τῆς Ἐσθὴρ καὶ ἔδωκε χάριν καὶ ἄλλα δῶρα εἰς τοὺς διατελοῦντας ὑπὸ τὴν βασιλείαν του.

  19. 19

    ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῇ αὐλῇ.

    Ὁ Μαρδοχαῖος δὲ ὑπηρέτει κατὰ τὴν περίοδον ταύτην εἰς τὴν βασιλικὴν αὐλήν.

  20. 20

    ἡ δὲ ᾿Εσθὴρ οὐχ ὑπέδειξε τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετ᾿ αὐτοῦ καὶ ᾿Εσθὴρ οὐ μετήλλαξε τὴν ἀγωγὴν αὐτῆς.

    Ἡ δὲ Ἐσθὴρ δὲν ἐφανέρωσε ποία εἶναι ἡ πατρίς της· διότι ἔτσι τῆς παρήγγειλεν ὁ Μαρδοχαῖος· νὰ φοβῆται τὸν ἀληθινὸν Θεὸν καὶ νὰ ἐκτελῇ τὰ προστάγματά του, φερομένη ὅπως ὅταν ἦταν μαζί του. Καὶ ἡ Ἐσθὴρ δὲν ἄλλαζε καὶ δὲν μετέβαλε τὴν συμπεριφορὰν καὶ τὸν τρόπον τῆς ζωῆς της.

  21. 21

    Καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως, οἱ ἀρχισωματοφύλακες, ὅτι προήχθη Μαρδοχαῖος, καὶ ἐζήτουν ἀποκτεῖναι ᾿Αρταξέρξην τὸν βασιλέα.

    Καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως, οἱ ἀρχισωματοφύλακές του, διότι προήχθη ὁ Μαρδοχαῖος, καὶ ἐπεδίωκον νὰ φονεύσουν τὸν βασιλέα Ἀρταξέρξην.

  22. 22

    καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν ᾿Εσθήρ, καὶ αὐτὴ ἐνεφάνισε τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς

    Καὶ ἐφανερώθη εἰς τὸν Μαρδοχαῖον τὸ μυστικὸν τοῦτο καὶ ἐγνωστοποίησεν αὐτὸ οὗτος εἰς τὴν Ἐσθὴρ καὶ αὐτὴ ἔκαμε γνωστὰ καὶ κατήγγειλεν εἰς τὸν βασιλέα τὰ σχετιζόμενα πρὸς τὴν ἐπιβουλὴν ταύτην.

  23. 23

    ὁ δὲ βασιλεὺς ἤτασε τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.

    Ὁ δὲ βασιλεὺς ἐξήτασε τοὺς δύο εὐνούχους καί, ὅταν ἐπείσθη περὶ τῆς ἐνοχῆς των, παρήγγειλε νὰ κρεμάσουν αὐτούς. Ἐπὶ πλέον διέταξεν ὁ βασιλεὺς νὰ καταχωρίσουν εἰς ἀνάμνησιν τὸ γεγονὸς εἰς τὴν βασιλικὴν βιβλιοθήκην ἐγκωμιαστικῶς πρὸς εὔνοιαν τοῦ Μαρδοχαίου.