Εσθήρ, κεφάλαιο 1
- 1
1α Ἔτους δευτέρου βασιλεύοντος ᾿Αρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νισάν, ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ ᾿Ιαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισσαίου, ἐκ φυλῆς Βενιαμίν, 1β ἄνθρωπος ᾿Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως. 1γ ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἧς ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐξ ῾Ιερουσαλὴμ μετὰ ᾿Ιεχονίου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας. 1δ καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς. 1ε καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν, καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη· 1ζ καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον, ὥστε πολεμῆσαι δικαίων ἔθνος. 1η καὶ ἰδοὺ ἡμέρα σκότος καὶ γνόφου, θλῖψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς· 1θ καὶ ἐταράχθη πᾶν ἔθνος δίκαιον φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν Θεόν. 1ι ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ· 1κ καὶ φῶς καὶ ἥλιος ἀνέτειλε, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους. 1λ καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ Θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός. 1μ καὶ ἡσύχασε Μαρδοχαῖος ἐν τῇ αὐλῇ μετὰ Γαβαθὰ καὶ Θάρα τῶν δύο εὐνούχων τοῦ βασιλέως τῶν φυλασσόντων τὴν αὐλὴν 1ν ἤκουσέ τε αὐτῶν τοὺς λογισμοὺς καὶ τὰς μερίμνας αὐτῶν ἐξηρεύνησε καὶ ἔμαθεν, ὅτι ἑτοιμάζουσι τὰς χεῖρας ἐπιβαλεῖν ᾿Αρταξέρξῃ τῷ βασιλεῖ, καὶ ὑπέδειξε τῷ βασιλεῖ περὶ αὐτῶν. 1ξ καὶ ἐξήτασεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους, καὶ ὁμολογήσαντες ἀπήχθησαν. 1ο καὶ ἔγραψεν ὁ βασιλεὺς τοὺς λόγους τούτους εἰς μνημόσυνον, καὶ Μαρδοχαῖος ἔγραψεν περὶ τῶν λόγων τούτων. 1π καὶ ἐπέταξεν ὁ βασιλεὺς Μαρδοχαίῳ θεραπεύειν ἐν τῇ αὐλῇ καὶ ἔδωκεν αὐτῷ δόματα περὶ τούτων. 1ρ καὶ ἦν ᾿Αμὰν ᾿Αμαδάθου Βουγαῖος ἔνδοξος ἐνώπιον τοῦ βασιλέως· καὶ ἐζήτησε κακοποιῆσαι τὸν Μαρδοχαῖον καὶ τὸν λαὸν αὐτοῦ ὑπὲρ τῶν δύο εὐνούχων τοῦ βασιλέως. 1 Καὶ ἐγένετο μετὰ τοὺς λόγους τούτους ἐν ταῖς ἡμέραις ᾿Αρταξέρξου — οὗτος ὁ ᾿Αρταξέρξης ἀπὸ τῆς ᾿Ινδικῆς ἑκατὸν εἰκοσιεπτὰ χωρῶν ἐκράτησεν —
1αΚατὰ τὸ δεύτερον ἔτος, ὅτε ἐβασίλευεν Ἀρταξέρξης ὁ μέγας βασιλεύς, κατὰ τὴν πρώτην τοῦ μηνὸς Νισὰν εἶδεν ὄνειρον ὁ Μαρδοχαῖος, ὁ υἱὸς τοῦ Ἰαΐρου, υἱοῦ τοῦ Σεμεΐου, υἱοῦ τοῦ Κισσαῖον ἐκ τῆς φυλῆς Βενιαμίν, 1β ἄνθρωπος Ἰουδαῖος, ὁ ὁποῖος κατῴκει εἰς τὴν Πόλιν Σούσα, ἄνθρωπος ἔνδοξος καὶ ἐπίσημος, ὑπηρετῶν εἰς τὴν αὐλὴν τοῦ βασιλέως. 1γ Ἦτο δὲ ἐκ τοῦ ἀριθμοῦ τῶν αἰχμαλώτων, τοὺς ὁποίους ἠχμαλώτισεν ὁ βασιλεὺς τῆς Βαβυλῶνος Ναβουχοδονόσορ μαζὶ μὲ τὸν Ἰεχονίαν, τὸν βασιλέα τῆς Ἰουδαίας. 1δ Καὶ τοῦτο ὑπῆρξε τὸ ὄνειρόν του. Καὶ ἰδοὺ ἠκούσθησαν φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, ταραχὴ καὶ ἀνατροπαὶ ἐπὶ τῆς γῆς. 1ε Καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἐπροχώρησαν ἕτοιμοι καὶ οἱ δύο νὰ παλαίσουν καὶ ἔγινεν ἡ ἀπ’ αὐτῶν ἐκβληθεῖσα φωνῇ μεγάλη. 1ζ Καὶ μόλις ἠκούσθη ἡ φωνή των, ἡτοιμάσθη κάθε ἔθνος εἰς πόλεμον, ὥστε νὰ πολεμήσουν τὸ ἔθνος τῶν δικαίων. 1η Καὶ ἰδοὺ ἔγινεν ἡμέρα σκότους καὶ ὁμίχλης, θλῖψις, κακοπάθεια καὶ ἀναταραχὴ μεγάλη ἐπὶ τῆς χώρας τῆς ὑπὸ τὸ σκῆπτρον τοῦ βασιλέως· 1θ καὶ ἐταράχθη κάθε τμῆμα τοῦ δικαίου ἔθνους, διότι οἱ ἀποτελοῦντες αὐτὸ ἐφοβοῦντο τὰ κακά, ἅτινα ἠπειλοῦντο κατ’ αὐτῶν, καὶ ἡτοιμάσθησαν νὰ ἀπολεσθῶσι καὶ ἐφώναξαν μετὰ πόθου καὶ ἀγωνίας πρὸς τὸν Θεόν. 1ι Ἀπὸ τὴν κραυγὴν δὲ τῆς προσευχῆς των ἔγινε σὰν ἀπὸ μικράν τινα πηγὴν μεγάλος ποταμός, ἔχων πολὺ ὕδωρ· 1κ καὶ φῶς καὶ μαζὶ μὲ αὐτὸ ὁ ἥλιος ἀνέτειλε καὶ οἱ ταπεινοὶ καὶ ἀνίσχυροι ὑψώθησαν καὶ ἐνισχύθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους καὶ ἰσχυρούς, τοὺς ὁποίους ἐφοβοῦντο. 1λ Καὶ ἀφοῦ ἐξύπνησεν ὁ Μαρδοχαῖος, ὁ ὁποῖος εἶχεν ἴδει τὸ ὄνειρον αὐτὸ καὶ δι’ αὐτοῦ εἰδοποιήθη τί ὁ Θεὸς εἶχεν ἀποφασίσει νὰ κάμῃ, διετήρει αὐτὸ ἐν τῇ καρδίᾳ του μὴ ἀποσπῶν τὴν διάνοιάν του ἀπ’ αὐτοῦ καὶ μὲ πᾶσαν σκέψιν καὶ τρόπον ἤθελε νὰ κατανοήσῃ τὴν σημασίαν του σκεπτόμενος ἐπ’ αὐτοῦ καθ’ ὅλην τὴν ἡμέραν μέχρι τῆς νυκτός. 1μ Καὶ διῆγεν ἡσύχως ὁ Μαρδοχαῖος ἐν τῇ βασιλικῇ αὐλῇ μαζὶ μὲ τοὺς Γαβαθὰ καὶ Θάρα, τοὺς δύο εὐνούχους τοῦ βασιλέως, οἱ ὁποῖοι ἐφρούρουν τὰ ἀνάκτορα. 1ν Καὶ ἀντελήφθη τὰς σκέψεις των καὶ τὸ τί ἐφρόντιζαν καὶ ἐμηχανεύοντο νὰ πράξουν τὸ ἐξήταζε καλῶς καὶ ἀνεκάλυψεν, ὅτι ἡτοίμαζον νὰ ἐπιβάλουν τὰς χεῖρας ἐπὶ τοῦ βασιλέως Ἀρταξέρξου καὶ νὰ φονεύσουν αὐτὸν καὶ κατέστησε καταλλήλως γνωστόν, εἰς τὸν βασιλέα περὶ αὐτῶν. 1ξ Καὶ ἀνέκρινεν ὁ βασιλεὺς τοὺς δύο εὐνούχους καί, ὅταν αὐτοὶ ὡμολόγησαν τὸ ἔγκλημά των, ὠδηγήηθησαν πρὸς θανατικὴν ἐκτέλεσιν. 1ο Καὶ ἔγραψεν ὁ βασιλεὺς τὰ συμβάντα αὐτὰ εἰς τὰ πρὸς ἀνάμνησιν τηρούμενα Χρονικὰ καὶ ὁ Μαρδοχαῖος ἔγραψε καὶ αὐτὸς συγχρόνως περὶ τῶν γεγονότων αὐτῶν. 1π Καὶ διέταξεν ὁ βασιλεὺς τὸν Μαρδοχαῖον, ἵνα ὑπηρετῇ καὶ ἐκτελῇ ἐμπιστευτικὸν ἔργον εἰς τὰ ἀνάκτορα, καὶ ἔδωκεν εἰς αὐτὸν δῶρα διὰ τὰ συμβάντα ταῦτα. 1ρ Καὶ ἦτο ὁ Ἀμὰν ὁ υἱὸς τοῦ Ἀμαδάθου ὁ Βουγαῖος ἔχων μέγα καὶ ἔνδοξον ἀξίωμα καὶ ἀπολαύων μεγάλης τιμῆς ἐνώπιον τοῦ βασιλέως· καὶ ἐζήτησε νὰ κακοποιήσῃ μέχρις ἐξοντώσεως τὸν Μαρδοχαῖον καὶ τὸν λαόν του διὰ τοὺς δύο εὐνούχους τοῦ βασιλέως, τοὺς ὁποίους ὁ Μαρδοχαῖος εἶχε καταδώσει. 1 Καὶ συνέβη ὕστερον ἀπὸ αὐτὰ κατὰ τὰς ἡμέρας τοῦ Ἀρταξέρξου - οὗτος ὁ Ἀρταξέρξης ἐκυριάρχει καὶ ἐβασίλευεν ἀπὸ τῆς Ἰνδικῆς χώρας ἐπὶ ἑκατὸν εἰκοσιεπτὰ ἀκόμη ἐπαρχιῶν -
- 2
ἐν αὐταῖς ταῖς ἡμέραις ὅτε ἐθρονίσθη βασιλεὺς ᾿Αρταξέρξης ἐν Σούσοις τῇ πόλει,
κατὰ τὰς ἡμέρας αὐτάς, ὅτε ἐγινεν ἐπισήμως ὁ ἐνθρονισμὸς τοῦ βασιλέως Ἀρταξέρξου εἰς τὴν πόλιν τῶν Σούσων,
- 3
ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ, δοχὴν ἐποίησε τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσι καὶ τοῖς Περσῶν καὶ Μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσι τῶν σατραπῶν.
κατὰ τὸ τρίτον ἔτος, ὅτε αὐτὸς ἐβασίλευεν, ἔκαμεν ὑποδοχὴν καὶ συμπόσιον μεγαλοπρεπὲς εἰς τοὺς φίλους του καὶ εἰς τὰ λοιπὰ ὑπὸ τὴν κυριαρχίαν του ἔθνη, καὶ εἰς τοὺς ἐνδόξους τῶν Περσῶν καὶ τῶν Μήδων καὶ εἰς τοὺς ἄρχοντας τῶν ἐπαρχιῶν καὶ σατραπειῶν.
- 4
καὶ μετὰ ταῦτα μετὰ τὸ δεῖξαι αὐτοῖς τὸν πλοῦτον τῆς βασιλείας αὐτοῦ καὶ τὴν δόξαν τῆς εὐφροσύνης τοῦ πλούτου αὐτοῦ ἐν ἡμέραις ἑκατὸν ὀγδοήκοντα,
Καὶ μετὰ ταῦτα, ἀφοῦ ὁ βασιλεὺς ἔδειξεν εἰς αὐτοὺς τὸν πλοῦτον τῆς βασιλείας του καὶ τὴν δόξαν τοῦ ἀτομικοῦ του πλούτου, ὅστις ἀπετέλει τὴν εὐφροσύνην καὶ εὐτυχίαν του, καὶ ἔκαμε τὴν ἐπίδειξιν ταύτην εἰς διάστημα ἑκατὸν ὀγδοήκοντα ἡμερῶν,
- 5
ὅτε δὲ ἀνεπληρώθησαν αἱ ἡμέραι τοῦ γάμου, ἐποίησεν ὁ βασιλεὺς πότον τοῖς ἔθνεσι τοῖς εὑρεθεῖσιν εἰς τὴν πόλιν ἐπὶ ἡμέρας ἓξ ἐν αὐλῇ οἴκου τοῦ βασιλέως
ὅταν (δὲ) συνεπληρώθησαν αἱ ἡμέραι αὗται, κατὰ τὰς ὁποίας ἑώρτασε καὶ τοὺς γάμους του, ἔκαμεν ὁ βασιλεὺς φαγοπότιον εἰς τὸν λαόν, ποὺ εὑρέθησαν εἰς τὴν πόλιν, τὸ ὁποῖον διήρκεσεν ἐπὶ ἡμέρας ἓξ εἰς τὴν αὐλὴν τοῦ οἴκου τοῦ βασιλέως.
- 6
κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς, ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς, ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις· κλῖναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρώμναι διαφανεῖς ποικίλως διηνθισμέναι, κύκλῳ ρόδα πεπασμένα·
Ἡ αὐλὴ ἦτο ἐστολισμένη μὲ τέντες ἀπὸ ὑφάσματα πολυτελῆ βύσσινα ἐκ λεπτοτάτου βάμβακος καὶ λιναριοῦ, τὰ ὁποῖα ἦσαν τεντωμένα ἐπὶ σχοινίων βύσσινων καὶ κοκκίνων πολυτελῶν καὶ τούτων, διὰ κρίκων εἰς σχῆμα κύβου χρυσῶν καὶ ἀργυρῶν, ἐπὶ στύλων μαρμαρίνων καὶ λιθίνων. Τὰ ἀνάκλιντρα δέ, ἐπὶ τῶν ὁποίων ἐκάθηντό οἱ συνδαιτυμόνες, ἦσαν καὶ ταῦτα χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἦσαν ἐπὶ δαπέδου λιθοστρώτου μὲ λίθον σμαράγδινον καὶ χρώματος μαργαριταρένιου καὶ μαρμάρου ἐκ Πάρου, καὶ τὰ ἐπ’ αὐτῶν προσκεφάλαια ἦσαν διαφανῆ μὲ ποικίλα κεντήματα στολισμένα, καὶ τριγύρω μὲ ρόδα πασπαλισμένα.
- 7
ποτήρια χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἀνθράκινον κυλίκιον προκείμενον ἀπὸ ταλάντων τρισμυρίων· οἶνος πολὺς καὶ ἡδύς, ὃν αὐτὸς ὁ βασιλεὺς ἔπινεν.
Ποτήρια ἐχρησιμοποιοῦντο χρυσᾶ καὶ ἀργυρᾶ καὶ μικρὸν ποτήριον ἐκ πολυτιμοτάτου ἀνθρακίτου λίθου τοποθετημένον ἀξίας τριάκοντα χιλιάδων ταλάντων οἶνος πολὺς καὶ γλυκύς, τὸν ὁποῖον αὐτὸς ὁ βασιλεὺς ἔπινεν.
- 8
ὁ δὲ πότος οὗτος οὐ κατὰ προκείμενον νόμον ἐγένετο, οὕτως δὲ ἠθέλησεν ὁ βασιλεὺς καὶ ἐπέταξε τοῖς οἰκονόμοις ποιῆσαι τὸ θέλημα αὐτοῦ καὶ τῶν ἀνθρώπων.
Ἡ κατὰ τὸ σομπόσιον δὲ τοῦτο πόσις τοῦ οἴνου δὲν ἔγινε σύμφωνα μὲ προϊσχύοντα νόμον, κανονίζοντα τὰ τῶν βασιλικῶν γευμάτων, ἀλλ’ ὁ βασιλεὺς ἠθέλησε κατ’ αὐτὸν τὸν τρόπον καὶ διέταξεν εἰς τοὺς οἰκονόμους νὰ κάμουν τὸ θέλημα τὸ ἰδικόν του καὶ τῶν ἀνθρώπων, ὥστε νὰ πίνῃ ὁ καθένας ὅσον ἤθελε.
- 9
καὶ ᾿Αστὶν ἡ βασίλισσα ἐποίησε πότον ταῖς γυναιξὶν ἐν τοῖς βασιλείοις, ὅπου ὁ βασιλεὺς ᾿Αρταξέρξης,
Καὶ ἡ βασίλισσα Ἀστὶν ἔκαμε συμπόσιον εἰς τὰς γυναῖκας μέσα εἰς τὰ βασιλικὰ ἀνάκτορα, ὅπου κατῴκει ὁ βασιλεὺς Ἀρταξέρξης.
- 10
ἐν δὲ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἡδέως γενόμενος ὁ βασιλεὺς εἶπε τῷ ᾿Αμὰν καὶ Βαζὰν καὶ Θάρᾳ καὶ Βαραζὶ καὶ Ζαθολθὰ καὶ ᾿Αβαταζὰ καὶ Θαραβά, τοῖς ἑπτὰ εὐνούχοις τοῖς διακόνοις τοῦ βασιλέως ᾿Αρταξέρξου,
Κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν τῶν συμποσίων ὁ βασιλεὺς εἰς εὐθυμίαν λόγῳ τῆς οἰνοποσίας ἐλθὼν εἶπεν εἰς τὸν Ἀμὰν καὶ τὸν Βαζὰν καὶ τὸν Θάρα καὶ τὸν Βαραζὶ καὶ τὸν Ζαθολθὰ καὶ τὸν Ἀβαταζὰ καὶ τὸν Θαραβά, τοὺς ἑπτὰ τούτους εὐνούχους, οἵτινες ὑπηρετοῦν τὸν βασιλέα Ἀρταξέρξην,
- 11
εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτόν, βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι τοῖς ἄρχουσι καὶ τοῖς ἔθνεσι τὸ κάλλος αὐτῆς, ὅτι καλὴ ἦν.
νὰ εἰσαγάγουν ἐνώπιον αὐτοῦ τὴν βασίλισσαν μὲ τὴν βασιλικὴν δόξαν της καὶ νὰ θέσουν περὶ τὴν κεφαλήν της τὸ στέμμα διὰ νὰ δείξουν ταύτην εἰς τοὺς ἄρχοντας καὶ εἰς τὸ πλῆθος τοῦ λαοῦ τὴν ὡραιότητά της, διότι ἦτο ὡραία.
- 12
καὶ οὐκ εἰσήκουσεν αὐτοῦ ᾿Αστὶν ἡ βασίλισσα ἐλθεῖν μετὰ τῶν εὐνούχων. καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ὠργίσθη
Καὶ δὲν ὑπήκουσεν εἰς αὐτὸν Ἀστὶν ἡ βασίλισσα νὰ ἔλθῃ μαζὶ μὲ τοὺς εὐνούχους. Καὶ ἐλυπήθη ὁ βασιλεὺς καὶ ἐθύμωσε.
- 13
καὶ εἶπε τοῖς φίλοις αὐτοῦ· κατὰ ταῦτα ἐλάλησεν ᾿Αστίν, ποιήσατε οὖν περὶ τούτου νόμον καὶ κρίσιν.
Καὶ εἶπεν ὁ βασιλεὺς εἰς τοὺς φίλους του, τοὺς ὁποίους εἶχεν ὡς συμβούλους: «Οὕτως ὡμίλησε καὶ συμπεριεφέρθη ἡ Ἀστὶν κάμετε λοιπὸν περὶ αὐτοῦ ἐφαρμογὴν τοῦ νόμου καὶ ἀπόφασιν».
- 14
καὶ προσῆλθεν αὐτῷ ᾿Αρκεσαῖος καὶ Σαρσαθαῖος καὶ Μαλησεὰρ οἱ ἄρχοντες Περσῶν καὶ Μήδων, οἱ ἐγγὺς τοῦ βασιλέως, οἱ πρῶτοι παρακαθήμενοι τῷ βασιλεῖ,
Καὶ προσῆλθεν εἰς αὐτὸν ὁ Ἀρκεσαῖος καὶ ὁ Σαρσαθαῖος καὶ ὁ Μαλησεάρ, οἱ ἄρχοντες τῶν Περσῶν καὶ τῶν Μήδων, οἱ πλησίον τοῦ βασιλέως, οἱ πρῶτοι, οἱ ὁποῖοι ἐκάθηντο πλησίον τοῦ βασιλέως.
- 15
καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τοὺς νόμους, ὡς δεῖ ποιῆσαι ᾿Αστὶν τῇ βασιλίσσῃ, ὅτι οὐκ ἐποίησε τὰ ὑπὸ τοῦ βασιλέως προσταχθέντα διὰ τῶν εὐνούχων.
Καὶ ἀνέφεραν εἰς αὐτὸν σύμφωνα μὲ τοὺς νόμους, πῶς ἔπρεπε νὰ κάμῃ εἰς τὴν βασίλισσαν Ἀστίν, διότι δὲν ἔκαμεν αὐτὴ ἐκεῖνα, τὰ ὁποῖα διὰ μέσου τῶν εὐνούχων διετάχθησαν ἀπὸ τὸν βασιλέα.
- 16
καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ τοὺς ἄρχοντας· οὐ τὸν βασιλέα μόνον ἠδίκησεν ᾿Αστὶν ἡ βασίλισσα, ἀλλὰ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τοῦ βασιλέως
Καὶ εἶπεν ὁ Μουχαῖος πρὸς τὸν βασιλέα καὶ πρὸς τοὺς Ἄρχοντας: «Δὲν ἠδίκησε μόνον τὸν βασιλέα ἡ βασίλισσα Ἀστίν, ἀλλὰ καὶ ὅλους τοὺς ἄρχοντας καὶ τοὺς ὑπὸ τοῦ βασιλέως ἐγκατεστημένους προεστῶτας.
- 17
(καὶ γὰρ διηγήσατο αὐτοῖς τὰ ρήματα τῆς βασιλίσσης καὶ ὡς ἀντεῖπε τῷ βασιλεῖ). ὡς οὖν ἀντεῖπε τῷ βασιλεῖ ᾿Αρταξέρξῃ,
(Καὶ διηγήθη ὁ Μουχαῖος εἰς τοὺς συμπαρισταμένους ἄρχοντας τοὺς λόγους τῆς βασιλίσσης καὶ πῶς ἀντέλεξεν αὕτη εἰς τὸν βασιλέα). Ὅπως λοιπὸν ἀντεῖπεν ἡ βασίλισσα εἰς τὸν βασιλέα Ἀρταξέρξην,
- 18
οὕτω σήμερον αἱ τυραννίδες αἱ λοιπαὶ τῶν ἀρχόντων Περσῶν καὶ Μήδων ἀκούσασαι τὰ τῷ βασιλεῖ λεχθέντα ὑπ᾿ αὐτῆς, τολμήσουσιν ὁμοίως ἀτιμάσαι τοὺς ἄνδρας αὐτῶν.
οὕτω σήμερον καὶ αἱ λοιπαὶ ἠγεμονίδες, αἱ σύζυγοι τῶν ἀρχόντων τῶν Περσῶν καὶ τῶν Μήδων, ὅταν ἄκουσουν αὐτὰ ποὺ ἐλέχθησαν εἰς τὸν βασιλέα ἀπὸ αὐτήν, θὰ τολμήσουν κατὰ τὸν ὅμοιον τρόπον νὰ ἀτιμάσουν τοὺς ἄνδρας των.
- 19
εἰ οὖν δοκεῖ τῷ βασιλεῖ, προσταξάτω βασιλικόν, καὶ γραφήτω κατὰ τοὺς νόμους Μήδων καὶ Περσῶν· καὶ μὴ ἄλλως χρησάσθω, μηδὲ εἰσελθέτω ἔτι ἡ βασίλισσα πρὸς αὐτόν, καὶ τὴν βασιλείαν αὐτῆς δότω ὁ βασιλεὺς γυναικὶ κρείττονι αὐτῆς.
Ἐὰν λοιπὸν φαίνεται καλὸν εἰς τὸν βασιλέα, ἂς διατάξῃ νὰ ἐκδοθῇ βασιλικὸν διάταγμα καὶ ἂς γραφῇ τοῦτο σύμφωνα μὲ τοὺς νόμους τῶν Μήδων καὶ Περσῶν καὶ ἂς μὴ ἐπιτραπῇ ἡ παραβίασίς του καὶ ἡ κατ’ ἄλλον τρόπον ἐνέργεια, οὔτε νὰ εἰσέλθῃ πλέον ἡ βασίλισσα πρὸς αὐτόν (τὸν βασιλέα) καὶ τὸ βασιλικόν της ἀξίωμα ἂς δώσῃ ὁ βασιλεὺς εἰς γυναῖκα καλυτέραν ἀπὸ αὐτήν.
- 20
καὶ ἀκουσθήτω ὁ νόμος ὁ ὑπὸ τοῦ βασιλέως, ὃν ἐὰν ποιῇ ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ οὕτω πᾶσαι αἱ γυναῖκες περιθήσουσι τιμὴν τοῖς ἀνδράσιν ἑαυτῶν, ἀπὸ πτωχοῦ ἕως πλουσίου.
Καὶ ἂς ἀκουσθῇ ὁ νόμος, τὸν ὁποῖον θὰ ἐκδώσῃ ὁ βασιλεύς, καὶ τὸν ὁποῖον θὰ ἐκτελῇ καὶ θὰ ἔχῃ ἐν ἰσχύϊ καθ’ ὅλον τὸ βασίλειον αὐτοῦ, καὶ τοιουτοτρόπως ὅλαι αἱ γυναῖκες θὰ περιβάλλουν μὲ τιμὴν τοὺς ἄνδρας των, ἀπὸ τοῦ πτωχοῦ μέχρι τοῦ πλουσίου».
- 21
καὶ ἤρεσεν ὁ λόγος τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, καὶ ἐποίησεν ὁ βασιλεὺς καθὰ ἐλάλησεν ὁ Μουχαῖος·
Καὶ ἤρεσεν ὁ λόγος οὗτος εἰς τὸν βασιλέα καὶ εἰς τοὺς ἄρχοντας καὶ ἐποίησεν ὁ βασιλεὺς σύμφωνα μὲ αὐτὰ ποὺ εἶπεν ὁ Μουχαῖος.
- 22
καὶ ἀπέστειλεν εἰς πᾶσαν τὴν βασιλείαν κατὰ χώραν, κατὰ τὴν λέξιν αὐτῶν, ὥστε εἶναι φόβον αὐτοῖς ἐν ταῖς οἰκίαις αὐτῶν.
Καὶ ἀπέστειλεν εἰς ὅλον τὸ βασίλειόν του εἰς μίαν ἑκάστην χώραν, σύμφωνα μὲ τὴν γλῶσσαν αὐτῶν, μεταφρασμένον εἰς αὐτὴν τὸ διάταγμα, ὥστε νὰ ὑπάρχῃ φόβος εἰς αὐτοὺς μέσα εἰς τὰ σπίτια των.
