Δανιήλ, κεφάλαιο 5
- 1
ΒΑΛΤΑΣΑΡ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος.
Ο βασιλιᾶς Βαλτάσαρ ἔκαμε μεγάλο βραδινὸν συμπόσιον εἰς χιλίους ἀπὸ τοὺς μεγιστᾶνες του, ἐνώπιον δὲ τῶν χιλίων αὐτῶν παρετέθη ἄφθονον κρασί.
- 2
καὶ πίνων Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν ῾Ιερουσαλήμ, καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ.
Ἐνῷ δὲ ὁ Βαλτάσαρ ἔπινεν, εὑρισκόμενος ὑπὸ τὴν ἐπίδρασιν τοῦ κρασιοῦ διέταξε νὰ φέρουν εἰς τὸ τραπέζι τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἱερὰ σκεύη τὰ ὁποῖα ὁ Ναβουχοδονόσορ, ὁ πατέρας <πρόγονός> του, εἶχε συλήσει ἀπὸ τὸν Ναὸν τῶν Ἱεροσολύμων καὶ εἶχε φέρει εἰς τὴν Βαβυλῶνα· διέταξε νὰ τὰ φέρουν εἰς τὸ τραπέζι, διὰ νὰ πιοῦν μὲ αὐτὰ ὁ βασιλιᾶς καὶ οἱ μεγιστᾶνες του καὶ οἱ παλλακίδες του καὶ οἱ σύζυγοί του.
- 3
καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν ῾Ιερουσαλήμ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ·
Πράγματι· μετεφέρθησαν ἀπὸ τὸ ἱερὸν τῶν Βαβυλωνίων τὰ ἱερὰ αὐτὰ σκεύη, τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, τὰ ὁποῖα ὁ Ναβουχοδονόσορ εἶχε συλήσει ἀπὸ τὸν Ναὸν τοῦ Θεοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ μεταφέρει εἰς τὴν Βαβυλῶνα· προσήχθησαν τὰ ἱερὰ σκεύη καὶ ἔπιναν μὲ αὐτὰ τὸ κρασί των ὁ βασιλιᾶς καὶ οἱ μεγιστᾶνες του καὶ οἱ παλλακίδες του καὶ οἱ σύζυγοί του.
- 4
ἔπινον οἶνον καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους.
Ἐπιναν κρασί καὶ ἐπαινοῦσαν, ἐγκωμίαζαν καὶ ὑμνολογοῦσαν τοὺς ἀνυπάρκτους εἰδωλικούς θεούς των, τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκίνους καὶ σιδερένιους καὶ ξυλίνους καὶ λιθίνους!
- 5
ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης.
Ἔξαφνα, κατὰ τὴν ὥραν ἐκείνην, ἐβγῆκαν καὶ παρουσιάσθησαν δάκτυλα ἀνθρωπίνου χεριοῦ καὶ ἄρχισαν νὰ γράφουν ἀπέναντι ἀπὸ τὴν λυχνίαν, ἐπάνω εἰς τὸ ἀσβεστοκονίαμα τοῦ τοῖχου τοῦ βασιλικοῦ ἀνακτόρου.Καὶ ὁ βασιλιᾶς παρατηροῦσε μὲ ἔκπληξιν τὸν καρπὸν τοῦ μυστηριώδους χεριοῦ, ποὺ ἔγραφε μὲ τὰ δάκτυλα.
- 6
τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο.
Τότε ἡ μορφὴ τοῦ βασιλιᾶ ἄλλαξε ἀμέσως ἀπὸ τὸν φόβον, καὶ οἱ σκέψεις του τὸν συνετάρασσαν· οἱ ἀρθρώσεις τῆς μέσης του ἐχαλαρώθησαν, ὡσὰν νὰ διελύοντο, καὶ τὰ γόνατά του ἔτρεμαν καὶ ἐκτυποῦσαν τὸ ἕνα μὲ τὸ ἄλλο.
- 7
καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύϊ τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνοὺς καὶ εἶπε τοῖς σοφοῖς Βαβυλῶνος· ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει.
Ὑπὸ τὸ κράτος τοῦ φόβου καὶ τῆς ταραχῆς ὁ βασιλιᾶς ἐφώναξε μὲ δυνατὴν φωνὴν νὰ καλέσουν καὶ νὰ φέρουν μάγους, ἱερεῖς - μάγους Χαλδαίους <ποὺ ἀνῆκαν εἰς τὴν ἀρχαίαν φυλὴν τοῦ Βαβυλωνιακοῦ ἔθνους>, ἀστρολόγους, καὶ <ὁ βασιλιᾶς> εἶπεν εἰς τοὺς σοφοὺς τῆς Βαβυλῶνος: <Ὅποιος ἀναγνώσῃ τὴν μυστηριώδη αὐτὴν γραφὴν καὶ ἀποκαλύψῃ εἰς ἐμὲ τὴν ἑρμηνείαν της, θὰ ἐνδυθῇ βασιλικὴν πορφύραν, καὶ τὸ χρυσὸν περιδέραιον θὰ τεθῇ εἰς τὸν τράχηλόν του· θὰ εἶναι δὲ ὁ τρίτος ἄρχων εἰς τὸ βασίλειόν μου>.
- 8
καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι, οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ.
Τότε ὅλοι οἱ σοφοὶ τοῦ βασιλιᾶ εἰσήρχοντο εἰς τὴν αἴθουσαν τοῦ συμποσίου, δὲν ἠμποροῦσαν ὅμως νὰ ἀναγνώσουν τὴν μυστηριώδη γραφήν, ἀλλ' οὔτε καὶ νὰ φανερώσουν τὴν ἑρμηνείαν της εἰς τὸν βασιλιᾶ.
- 9
καὶ ὁ βασιλεὺς Βαλτάσαρ πολὺ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ' αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο. -
Λόγῳ τῆς ἀδυναμίας αὐτῆς τῶν σοφῶν ὁ βασιλιᾶς Βαλτάσαρ ἐταράχθη,πολύ, καὶ ἡ μορφὴ τοῦ προσώπου του ἄλλαξε ἀπὸ τὴν ἀγωνίαν καὶ τὸν φόβον, μαζὶ δὲ μὲ αὐτὸν ἐταράσσοντο καὶ συνεκλονίζοντο καὶ οἱ μεγιστᾶνες του.
- 10
Καὶ εἰσῆλθεν ἡ βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου καὶ εἶπε· βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω·
Τότε ἡ βασίλισσα <ἡ μητέρα βασίλισσα>, ἡ ὁποία, ἐνῷ εὑρίσκετο εἰς διπλανὸν μὲ τὴν αἴθουσαν τοῦ συμποσίου δωμάτιον, ἄκουσε τὸν θόρυβον καὶ τὶς φωνές, ἐμβῆκε εἰς τὴν αἴθουσαν τοῦ βασιλικοῦ συμποσίου καὶ εἶπε: <Βασιλιᾶ· εἴθε νὰ ζῇς εἰς τὸν αἰῶνα <νὰ εἶσαι ἀθάνατος>! Ἂς μὴ σὲ συγκλονίζουν οἱ σκέψεις σου, καὶ ἡ μορφὴ τοῦ προσώπου σου ἂς μὴ ἀλλάζῃ ἀπὸ τὸν φόβον καὶ τὴν ἀγωνίαν.
- 11
ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα Θεοῦ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, γαζαρηνῶν κατέστησεν αὐτόν,
Ὑπάρχει εἰς τὸ βασίλειόν σου ἄνθρωπος, εἰς τὸν ὁποῖον κατοικεῖ πνεῦμα Θεοῦ· κατὰ τὶς ἡμέρες δὲ τῆς βασιλείας τοῦ πατέρα <προγόνου> σου εὑρέθη νὰ ὑπάρχῃ εἰς τὸν ἄνθρωπον αὐτὸν ἄγρυπνη, ὀξεῖα διάνοια, φωτισμὸς καὶ σύνεσις καὶ σοφία.Τὸν ἄνθρωπον αὐτὸν ὁ βασιλιᾶς Ναβουχοδονόσορ, ὁ πατέρας <πρόγονός> σου, τὸν διώρισεν ἄρχοντα τῶν ἐξορκιστῶν <οἱ ὁποῖοι ἰατρεύουν καὶ μαγεύουν μὲ ὡδές>, τῶν μάγων, τῶν ἱερέων - μάγων Χαλδαίων <ποὺ ἀνήκουν εἰς τὴν ἀρχαίαν φυλὴν τοῦ Βαβυλωνιακοῦ ἔθνους>, τῶν ἀστρολόγων
- 12
ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ καὶ φρόνησις καὶ σύνεσις ἐν αὐτῷ, συγκρίνων ἐνύπνια καὶ ἀναγγέλλων κρατούμενα καὶ λύων συνδέσμους, Δανιήλ, καὶ ὁ βασιλεὺς ἐπέθηκεν ὄνομα αὐτῷ Βαλτάσαρ· νῦν οὖν κληθήτω, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι. -
διότι εἰς τὸν ἄνθρωπον αὐτὸν ὑπάρχει πνεῦμα <Θεοῦ> ἐξαιρετικὸν καὶ πλούσιον.Ἔχει ἐπὶ πλέον φρόνησιν καὶ σύνεσιν καὶ ἱκανότητα, ὥστε νὰ ἑρμηνεύῃ ὄνειρα καὶ νὰ ἀποκαλύπτῃ, νὰ ἐξηγῇ καὶ νὰ ἀποσαφηνίζῃ ὅσα διὰ τοὺς ἄλλους εἶναι σκοτεινά, δυσνόητα καὶ ἀσαφῆ, καὶ νὰ λύῃ δύσκολα προβλήματα.Αὐτὸς ὁ ἄνθρωπος εἶναι ὁ Δανιήλ, τὸν ὁποῖον ὁ βασιλιᾶς <πρόγονός σου> μετωνόμασε Βαλτάσαρ.Τώρα λοιπὸν ἂς προσκληθῇ ὁ ἄνθρωπος αὐτὸς ἐδῶ εἰς τὴν αἴθουσαν καὶ θὰ σοῦ φανερώσῃ τὴν ἑρμηνείαν καὶ τὸ νόημα τοῦ μυστηριώδους τούτου φαινομένου, τὸ ὁποῖον σοῦ προξενεῖ ταραχήν>.
- 13
Τότε Δανιὴλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· σὺ εἶ Δανιήλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ᾿Ιουδαίας, ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου;
Τότε ὁ Δανιὴλ ὡδηγήθη ἐμπρὸς εἰς τὸν βασιλιᾶ· ὁ δὲ βασιλιᾶς ἀπευθυνόμενος πρὸς αὐτὸν τοῦ εἶπε: <Σὺ εἶσαι ὁ Δανιήλ, ἕνας ἀπὸ τοὺς αἰχμαλώτους Ἰουδαίους, τοὺς ὁποίους ἔφερεν εἰς τὴν Βαβυλῶνα ὁ πατέρας <πρόγονός> μου;
- 14
ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα Θεοῦ ἐν σοί, καὶ γρηγόρησις καὶ σύνεσις καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί.
Ἐπληροφορήθην περὶ σοῦ ὅτι πνεῦμα Θεοῦ ὑπάρχει καὶ κατοικεῖ εἰς σέ, ἄγρυπνη, ὀξεῖα διάνοια, φωτισμὸς καὶ σύνεσις καὶ σοφία ἐξαιρετικὴ καὶ πλουσία εὑρίσκονται εἰς σέ.
- 15
καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοί, μάγοι, γαζαρηνοί, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσί μοι, καὶ οὐκ ἠδυνήθησαν ἀναγγγεῖλαί μοι.
Τώρα παρουσιάσθησαν ἤδη ἐνώπιόν μου οἱ σοφοί, οἱ μάγοι, οἱ ἀστρολόγοι, διὰ νὰ διαβάσουν τὴν μυστηριώδη αὐτὴν γραφὴν καὶ νὰ μοῦ ἀποκαλύψουν καὶ μοῦ ἐρμηνεύσουν τὸ περιεχόμενόν της· ἀλλὰ δὲν ἠμπόρεσαν νὰ μοῦ τὸ ἐρμηνεύσουν.
- 16
καὶ ἐγὼ ἤκουσα περὶ σοῦ ὅτι δύνασαι κρίματα συγκρῖναι· νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις.
Ἐγὼ ὅμως ἐπληροφορήθην διὰ σὲ ὅτι ἠμπορεῖς νὰ ἀποκαλύπτῃς καὶ ἑρμηνεύῃς θεῖες κρίσεις καὶ ἀποφάσεις.Ἐὰν λοιπὸν ἠμπορέσῃς νὰ ἀναγνώσῃς τὴν μυστηριώδη αὐτὴν γραφὴν καὶ νὰ μοῦ γνωρίσῃς τὴν ἑρμηνείαν της, θὰ ἐνδυθῇς τὴν βασιλικὴν πορφύραν, καὶ τὸ χρυσὸν περιδέραιον θὰ τεθῇ εἰς τὸν τράχηλόν σου· θὰ εἶσαι δὲ ὁ τρίτος ἄρχων εἰς τὸ βασίλειόν μου>.
- 17
τότε ἀπεκρίθη Δανιὴλ καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως· τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός, ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι.
Τότε ὁ Δανιὴλ ἀπεκρίθη καὶ εἶπεν ἐνώπιον τοῦ βασιλιᾶ: <Τὰ δῶρα σου κράτησέ τα διὰ τὸν ἑαυτόν σου, καὶ τὰ ἀγαθὰ τοῦ βασιλικοῦ σου οἴκου πρόσφερε καὶ χάρισέ τα εἰς ἄλλον· ἐγὼ δὲ θὰ ἀναγνώσω τὴν μυστηριώδη γραφὴν διὰ σέ, τὸν βασιλιᾶ, καὶ θὰ σοῦ γνωρίσω τὸ νόημα καὶ τὴν ἑρμηνείαν της.
- 18
Βασιλεῦ, ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου,
Βασιλιᾶ, ὁ Θεὸς ὁ ὕψιστος ἔδωκεν εἰς τὸν Ναβουχοδονόσορα, τὸν πατέρα <πρόγονόν> σου, τὴν κυριαρχίαν καὶ τὴν βασιλείαν, τὴν μεγαλωσύνην καὶ τὴν τιμὴν καὶ τὴν δόξαν.
- 19
καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν αὐτῷ, πάντες οἱ λαοί, φυλαί, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτε, καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου.
Λόγῳ δὲ τῆς μεγαλωσύνης καὶ τῆς κυριαρχίας ποὺ τοῦ ἔδωκεν, ὅλοι οἱ ἄνθρωποι τῶν διαφόρων λαῶν, φυλῶν καὶ γλωσσῶν κυριολεκτικῶς τὸν ἔτρεμαν καὶ τὸν ἐφοβοῦντο.Ὅποιους ἤθελεν αὐτὸς τοὺς ἐφόνευε, καὶ ὅποιους ἤθελεν αὐτὸς τοὺς ἐκτυποῦσε, καὶ ὅποιους ἤθελεν αὐτὸς τοὺς προῆγε καὶ τοὺς ὕψωνεν, ὅποιους δὲ αὐτὸς ἤθελε τοὺς ὑπεβίβαζε καὶ τοὺς ἐταπείνωνε.
- 20
καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπ' αὐτοῦ,
Ὅταν ὅμως ὑψώθη ἀπὸ ἔπαρσιν καὶ ὑπερηφάνειαν ἡ καρδιά του καὶ τὸ πνεῦμα του ἐσκληρύνθη, ἕνεκα τοῦ μεγάλου ἐγωϊσμοῦ καὶ τῆς ὑπερηφανείας, ἐκρημνίσθη ἀπὸ τὸν βασιλικόν του θρόνον καὶ ἀφηρέθησαν ἀπὸ αὐτὸν ἡ τιμὴ καὶ τὰ μεγαλεῖα.
- 21
καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ τῶν ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ Θεὸς ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν.
Ἐπὶ πλέον ἐξεδιώχθη ἀπὸ τὴν κοινωνίαν τῶν ἀνθρώπων, ὁ δὲ ψυχικός του κόσμος ἄλλαξε, ἔγινε ὅμοιος μὲ ἐκεῖνον τῶν ἀλόγων καὶ ἀγρίων ζώων· ἐζοῦσε καὶ συνανεστρέφετο μὲ τοὺς ἀγρίους ὄνους, καὶ τὸν ἔτρεφαν μὲ χορτάρι, ὅπως τὸ βόδι, τὸ δὲ σῶμα του, ἐπειδὴ ἦταν ἐκτεθειμένον εἰς τὰ στοιχεῖα τῆς φύσεως, ἐμούσκεψε ἀπὸ τὴν δροσιὰ τοῦ οὐρανοῦ καὶ ἄλλαξε χρῶμα.Ἡ τραγικὴ αὐτὴ κατάστασις τῆς φρενοβλαβείας διήρκεσε μέχρις ὅτου ὁ Ναβουχοδονόσορ ἐδιδάχθη καὶ ἀνεγνώρισεν ὅτι ὁ ὕψιστος Θεὸς εἶναι ὁ κύριος καὶ ἐξουσιαστὴς τῆς βασιλείας τῶν ἀνθρώπων, δίδει δὲ αὐτὴν εἰς ὅποιον Ἐκεῖνος εὐαρεστεῖται καὶ εἰς ὅποιον θέλει νὰ τὴν δώσῃ.
- 22
καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ Θεοῦ· οὐ πάντα ταῦτα ἔγνως;
Καὶ σὺ ὅμως, Βαλτάσαρ, ὁ υἱός <ἀπόγονος> ἐκείνου, δὲν ἐταπείνωσες τὴν καρδιά, τὸ φρόνημά σου, ἐνώπιον τοῦ Θεοῦ.Δὲν τὰ ἐπληροφορήθης, δὲν τὰ ἐγνώρισες ὅλα αὐτά; <Ἢ, κατ' ἄλλους: Παρ' ὅλον ὅτι τὰ ἐγνώριζες ὅλα αὐτά>.
- 23
καὶ ἐπὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς, καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους, οἳ οὐ βλέπουσι καὶ οἳ οὐκ ἀκούουσι καὶ οὐ γινώσκουσιν, ᾔνεσας καὶ τὸν Θεόν, οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας.
Καὶ περιεφρόνησες τὸν Κύριον, διότι ἐφέρθης μὲ ἔπαρσιν καὶ ἀλαζονείαν πρὸς τὸν Κύριον, τὸν Θεὸν τοῦ οὐρανοῦ· τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ του τὰ ἔφεραν <κατὰ διαταγήν σου> ἐνώπιόν σου εἰς τὸ συμπόσιον, σὺ δὲ καὶ οἱ μεγιστᾶνες σου καὶ οἱ παλλακίδες σου καὶ οἱ σύζυγοί σου διασκεδάζοντες ἐπίνατε κρασί μέσα εἰς τὰ ἱερὰ αὐτὰ σκεύη· καὶ τοὺς εἰδωλικους θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκίνους καὶ σιδερένιους καὶ ξυλίνους καὶ λιθίνους, οἱ ὁποῖοι, ἐπειδὴ εἶναι νεκροί, δὲν βλέπουν καὶ δὲν ἀκούουν καὶ τίποτε δὲν κατανοοῦν οὔτε ἀντιλαμβάνονται, αὐτοὺς τοὺς ἀνυπάρκτους θεοὺς ἐγκωμίασες καὶ ὑμνολόγησες! Ὅμως τὸν Θεόν, εἰς τὰ παντοδύναμα χέρια τοῦ ὁποίου εἶναι ἡ ἀναπνοή σου καὶ ὅλη ἡ ζωή σου, Αὐτὸν δὲν τὸν ἀνεγνώρισες καὶ δὲν τὸν ἐδοξολόγησες!
- 24
διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξε.
Διὰ τοῦτο ἀπεστάλη ἐκ μέρους του καρπὸς χεριοῦ, ὁ ὁποῖος ἔγραψεν ἐπάνω εἰς τὸν τοῖχον τὴν μυστηριώδη αὐτὴν γραφήν.
- 25
καὶ αὕτη ἡ γραφὴ ἐντεταγμένη· μανή, θεκέλ, φάρες.
Ἡ γραφὴ λοιπόν, ποὺ ἐχαράχθη εἰς τὸν τοῖχον, λέγει: <μανή, θεκέλ, φάρες>.
- 26
τοῦτο τὸ σύγκριμα τοῦ ρήματος· μανή, ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν·
Ἰδοὺ καὶ ἡ ἑρμηνεία τῆς μυστηριώδους αὐτῆς γραφῆς: <Μανὴ> σημαίνει: Ὁ Θεὸς ἐμέτρησε τὴν βασιλείαν σου, τὴν συνεπλήρωσε καὶ τὴν ἐτελείωσε.
- 27
θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα·
<Θεκὲλ> σημαίνει: Ἐζυγίσθη <ἡ βασιλεία σου> ἐπάνω εἰς τὴν ζυγαριὰ τῆς θείας δικαιοσύνης καὶ εὑρέθη ἐλαφρά, ἐλλιπὴς κατὰ τὸ βάρος <ἑπομένως δὲν θὰ ἔχῃ πλέον συνέχειαν>.
- 28
φάρες, διῄρηται ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. -
<Φάρες> σημαίνει: Ἡ βασιλεία σου ἔχει διαιρεθῇ καὶ διαμοιρασθῆ, ἐδόθη δὲ εἰς τοὺς Μήδους καὶ τοὺς Πέρσας>.
- 29
Καὶ εἶπε Βαλτάσαρ καὶ ἐνέδυσαν τὸν Δανιὴλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξε περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ.
Ἀμέσως, κατόπιν διαταγῆς τοῦ βασιλιᾶ Βαλτάσαρ, ἐφόρεσαν εἰς τὸν Δανιὴλ πορφύραν βασιλικὴν καὶ ἔθεσαν εἰς τὸν τράχηλόν του χρυσὸν περιδέραιον καὶ ἀνήγγειλεν ὁ Βαλτάσαρ περὶ τοῦ Δανιήλ, διὰ τῆς φωνῆς τοῦ κήρυκος, ὅτι ὁ Δανιὴλ εἶναι ὁ τρίτος ἄρχων εἰς τὸ βασίλειόν του.
- 30
ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ βασιλεὺς ὁ Χαλδαίων.
Ἀλλὰ κατὰ τὴν ἰδίαν ἐκείνην νύκτα <ἐξεπληρώθη καὶ ἡ προφητεία, διότι> ἐφονεύθη ὁ Βαλτάσαρ, ὁ βασιλιᾶς τῶν Χαλδαίων.
- 31
καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν, ὢν ἐτῶν ἑξήκοντα δύο.
Παρέλαβε δὲ τὴν βασιλείαν του ὁ Δαρεῖος ὁ Μῆδος εἰς ἡλικίαν ἑξῆντα δύο ἐτῶν.
