Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΔΑΝΙΗΛ

Δανιήλ, κεφάλαιο 6

28 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (12)
  1. 1

    ΚΑΙ ἤρεσεν ἐνώπιον Δαρείου καὶ κατέστησεν ἐπὶ τῆς βασιλείας σατράπας ἑκατὸν εἴκοσι τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ

    Εφάνη ἀρεστὸν εἰς τὸν Δαρεῖον νὰ ἐγκαταστήσῃ, καὶ ἐγκατέστησε πράγματι, εἰς τὸ νέον Μηδοπερσικὸν βασίλειόν του ἑκατὸν εἴκοσι σατράπας <ἀνωτάτους πολιτικοὺς ἄρχοντας τῶν ἐπαρχιῶν>, διὰ νὰ ἄρχουν εἰς τὰ διάφορα τμήματα ὁλοκλήρου τοῦ ἐκτεταμένου βασιλείου του.

  2. 2

    καὶ ἐπάνω αὐτῶν τακτικοὺς τρεῖς, ὧν ἦν Δανιὴλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται.

    Ὑπεράνω αὐτῶν διώρισε τρεῖς ἀνωτάτους διοικητὰς ὡς ἐπόπτας, ἐκ τῶν ὁποίων ἕνας ἦταν ὁ Δανιήλ.Εἰς τοὺς τρεῖς αὐτοὺς ἐπόπτας - προέδρους ἔπρεπε νὰ ἀναφέρωνται καὶ νὰ λογοδοτοῦν οἱ σατράπαι, διὰ νὰ μὴ ἐνοχλῆται ὁ βασιλιᾶς.

  3. 3

    καὶ ἦν Δανιὴλ ὑπὲρ αὐτούς, ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ. καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ.

    Ἦταν δὲ ὁ Δανιὴλ ἀνώτερος ὅλων τῶν σατραπῶν καὶ τῶν ἐποπτῶν - προέδρων, διότι ὑπῆρχεν εἰς αὐτὸν πνεῦμα <Θεοῦ> ἐξαιρετικὸν καὶ πλούσιον, εἶχεν ἄφθονον τὴν παρὰ Θεοῦ χάριν ἕνεκα δὲ τούτου ὁ βασιλιᾶς τὸν διώρισε γενικὸν ἀρχηγὸν ὁλοκλήρου τοῦ βασιλείου του <βεζύρην>.

  4. 4

    καὶ οἱ τακτικοὶ καὶ οἱ σατράπαι, ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ Δανιήλ· καὶ πᾶσαν πρόφασιν καὶ παράπτωμα καὶ ἀμπλάκημα οὐχ εὗρον κατ' αὐτοῦ, ὅτι πιστὸς ἦν.

    Ἐξ ἀφορμῆς τῆς προτιμήσεως καὶ τῆς μεγάλης αὐτῆς τιμῆς πρὸς τὸν Δανιήλ, οἱ δύο ἀνώτατοι διοικηταί <ἐπόπται - πρόεδροι> καὶ οἱ σατράπαι τὸν ἐφθόνησαν καὶ διὰ τοῦτο ἐζητοῦσαν νὰ εὕρουν ἀφορμὴν διαβολῆς καὶ κατηγορίας ἐναντίον του.Ἀλλὰ δὲν ἠμποροῦσαν νὰ εὕρουν καμμίαν ἀφορμὴν κατηγορίας ἐναντίον του, οὔτε κάποιαν ἀμέλειαν καθήκοντος, οὔτε καμμίαν περίπτωσιν κακοδιοικήσεως, διότι ἦταν ἀκριβῆς εἰς τὸ ἔργον του καὶ πιστὸς εἰς τὸν βασιλιᾶ.

  5. 5

    καὶ εἶπον οἱ τακτικοί· οὐχ εὑρήσομεν κατὰ Δανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐτοῦ. -

    Οἱ δύο ἀνώτατοι διοικηταί <ἐπόπται - πρόεδροι> ἐσκέφθησαν λοιπὸν καὶ εἶπαν: <Δὲν θὰ εὕρωμεν πρόφασιν κατηγορίας κατὰ τὸν Δανιήλ, παρὰ μόνον εἰς κάτι τὸ ὁποῖον ἔχει σχέσιν μὲ τὴν τήρησιν τοῦ νόμου τοῦ Θεοῦ του>.

  6. 6

    Τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστησαν τῷ βασιλεῖ καὶ εἶπαν αὐτῷ· Δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι·

    Τότε οἱ δύο ἀνώτατοι διοικηταί <ἐπόπται - πρόεδροι> καὶ οἱ σατράπαι <ἀνώτατοι πολιτικοὶ ἄρχοντες τῶν ἐπαρχιῶν> παρουσιάσθησαν εἰς τὸν βασιλιᾶ καὶ τοῦ εἶπαν: <Δαρεῖε βασιλιᾶ, εἴθε νὰ ζῇς εἰς τοὺς αἰῶνας τῶν αἰώνων <νὰ μείνῃς ἀθάνατος>!

  7. 7

    συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι, τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων.

    Συνεφώνησαν ὅλοι οἱ εὑρισκόμενοι εἰς τὸ βασίλειόν σου στρατηγοὶ καὶ σατράπαι, οἱ ὕπατοι καὶ οἱ τοπάρχαι <κυβερνῆται περιοχῶν> ὅπως ἐκδοθῇ διαταγὴ βασιλική, διὰ τῆς ὁποίας θὰ τίθεται εἰς ἰσχὺν ἡ ἑξῆς ἀπαγόρευσις: Ὅποιος μέσα εἰς τὶς προσεχεῖς τριάντα ἡμέρες ζητήσῃ κάποιο αἴτημα ἀπὸ οἰονδήποτε ἄλλον, θεὸν ἢ ἄνθρωπον, ἐκτὸς ἀπὸ σέ, βασιλιᾶ, νὰ ρίπτεται εἰς τὸν λάκκον τῶν λεόντων.

  8. 8

    νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Περσῶν καὶ Μήδων.

    Τώρα λοιπόν, βασιλιᾶ, θέσε ἀμέσως εἰς ἰσχὺν τὴν ἀπαγόρευσιν, ὑπόγραφε δὲ καὶ κοινοποίησε τὸ σχετικὸν διάταγμα, ὥστε νὰ μὴ εἶναι δννατὸν νὰ τροποποιηθῇ καὶ ἀκυρωθῇ, ὅπως ἁρμόζει εἰς τοὺς νόμους τῶν Περσῶν καὶ Μήδων, τῶν ὁποίων οἱ νόμοι δὲν ἀνακαλοῦνται οὔτε ἀκυρώνονται>.

  9. 9

    τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξε γραφῆναι τὸ δόγμα. -

    Τότε ὁ βασιλιᾶς Δαρεῖος, ὁ ὁποῖος ἁγνοοῦσε τὴν συνωμοσίαν τῶν φθονερῶν ἀρχόντων κατὰ τοῦ Δανιήλ, ὑπέγραψε τὸ διάταγμα καὶ διέταξε νὰ δημοσιευθῇ.

  10. 10

    Καὶ Δανιήλ, ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ αἱ θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι ῾Ιερουσαλήμ, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ Θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν.

    Ὅταν ὁ Δανιὴλ ἐπληροφορήθη ὅτι τὸ διάταγμα συνετάγη καὶ ἐξεδόθη, ἀπεσύρθη εἰς τὸ σπίτι του.Τὰ δὲ παράθυρα εἰς τὸ ὑπερῷον <ἀνώγειον, ἐπάνω διαμέρισμα> τοῦ σπιτιοῦ του ἦσαν ἀνοικτὰ ἀπέναντι <πρὸς τὴν κατεύθυνσιν> τῆς Ἱερουσαλήμ.Ἐκεῖ δὲ τρεῖς φορὲς τὴν ἡμέραν ἐγονάτιζε καὶ προσηύχετο καὶ ἀνέπεμπεν ὕμνους καὶ δοξολογίες εἰς τὸν Θεόν του, ὅπως ἔκαμνε πάντοτε καὶ κατὰ τὸ παρελθόν.

  11. 11

    τότε οἱ ἄνδρες ἐκεῖνοι παρετήρησαν καὶ εὗρον τὸν Δανιὴλ ἀξιοῦντα καὶ δεόμενον τοῦ Θεοῦ αὐτοῦ.

    Τότε οἱ κακόβουλοι, καὶ φθονεροὶ ἐκεῖνοι ἄνδρες <κατόπιν συμφωνίας> παρακολούθησαν τὶς κινήσεις τοῦ Δανιὴλ καὶ τὸν εὐρῆκαν νὰ προσεύχεται καὶ νὰ ἱκετεύῃ τὸν Θεόν του.

  12. 12

    καὶ προσελθόντες λέγουσι τῷ βασιλεῖ· βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας, ὅπως πᾶς ἄνθρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων; καὶ εἶπεν ὁ βασιλεύς· ἀληθινὸς ὁ λόγος, καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται.

    Ἅρπαξαν τότε τὴν εὐκαιρίαν καί, ἀφοῦ παρουσιάσθησαν εἰς τὸν βασιλιᾶ, τοῦ εἶπαν: <Βασιλιᾶ, σὺ δὲν ἐξέδωσες καὶ ἐδημοσίευσες διάταγμα, σύμφωνα μὲ τὸ ὁποῖον κάθε ἄνθρωπος ὁ ὁποῖος εἰς τὶς προσεχεῖς τριάντα ἡμέρες θὰ ζητήσῃ κάποιο αἴτημα ἀπὸ ὁποιονδήποτε θέον ἢ ἄνθρωπον, ἐκτὸς ἀπὸ σέ, θὰ ριφθῇ εἰς τὸν λάκκον τῶν λιονταριῶν;> Ὁ βασιλιᾶς ἀπάντησε: <Ἀληθινὸς εἶναι αὐτὸς ὁ λόγος καὶ τὸ διάταγμα ἰσχύει, ἡ δὲ διαταγὴ τοῦ βασιλιᾶ τῶν Μήδων καὶ Περσῶν δὲν ἠμπορεῖ νὰ ἀνακληθῇ ἢ νὰ ἀκυρωθῇ>.

  13. 13

    τότε ἀπεκρίθησαν καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως· Δανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ᾿Ιουδαίας οὐχ ὑπετάγη τῷ δόγματί σου, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας αἰτεῖ παρὰ τοῦ Θεοῦ αὐτοῦ τὰ αἰτήματα αὐτοῦ.

    Τότε οἱ κακόβουλοι ἐκεῖνοι ἄνδρες ἀπεκρίθησαν καὶ εἶπαν ἐνώπιον τοῦ βασιλιᾶ: <Ὁ Δανιήλ, ὁ ὁποῖος εἶναι ἕνας ἀπὸ τοὺς Ἰουδαίους αἰχμαλώτους, σὲ περιεφρόνησε καὶ δὲν ὑπετάγη εἰς τὴν διαταγήν σου· αὐτὸς τρεῖς φορὲς τὴν ἡμέραν προσεύχεται εἰς τὸν Θεόν του, ἀναφέρει δὲ καὶ ζητεῖ ἀπὸ αὐτὸν τὰ αἰτήματά του>.

  14. 14

    τότε ὁ βασιλεύς, ὡς τὸ ρῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ καὶ περὶ τοῦ Δανιὴλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἦν ἀγωνιζόμενος τοῦ ἐξελέσθαι αὐτόν.

    Ὅταν ὁ βασιλιᾶς ἄκουσε τὰ λόγια αὐτά, ἐλυπήθη πολὺ καὶ κατέβαλε προσπάθειες νὰ γλυτώσῃ τὸν Δανιήλ· ἐπειδὴ δὲ ἐγνώριζε τὴν ἀθῳότητά του, μέχρι τὸ βράδυ ἐμοχθοῦσε καὶ ἐβασάνιζε τὴν σκέψιν του, διὰ νὰ εὕρῃ τρόπον νὰ τὸν γλυτώσῃ ἀπὸ τὴν καταδίκην.

  15. 15

    τότε οἱ ἄνδρες ἐκεῖνοι λέγουσι τῷ βασιλεῖ· γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πᾶν ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι. -

    Ἀλλ’ οἱ ἄνδρες ἐκεῖνοι συνέχιζαν νὰ πιέζουν τὸν βασιλιᾶ καὶ διὰ τοῦτο τοῦ εἶπαν: <Μὴ λησμονῇς, ἀλλ’ ἔχε ὑπ’ ὄψιν σου, βασιλιᾶ, ὅτι σύμφωνα μὲ τὸν νόμον καὶ τὸ ἔθιμον τῶν Μήδων καὶ τῶν Περσῶν κανένα διάταγμα ἢ θέσπισμα, τὸ ὁποῖον ὁρίζεται ἀπὸ τὸν βασιλιᾶ, δὲν δύναται νὰ τροποποιηθῇ, νὰ μεταβληθῇ ἢ νὰ ἀκυρωθῇ>!

  16. 16

    Τότε ὁ βασιλεὺς εἶπε καὶ ἤγαγον τὸν Δανιὴλ καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων· καί εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· ὁ Θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε.

    Τότε ὁ βασιλιᾶς, μὴ μπορῶντας νὰ ἀντιλέξῃ εἰς τοὺς σατράπας, διέταξε καὶ ἔφεραν τὸν Δανιὴλ καὶ τὸν ἔρριψαν εἰς τὸν λάκκον τῶν λεόντων.Καὶ ὁ βασιλιᾶς εἶπεν εἰς τὸν Δανιήλ: <Ἐπειδὴ ἐγώ, ἂν καὶ ἤθελα, δὲν κατώρθωσα νὰ σὲ σώσω, ὁ Θεός σου, τὸν ὁποῖον σὺ λατρεύεις συνεχῶς μὲ πιστότητα, Αὐτὸς θὰ σὲ λυτρώσῃ>.

  17. 17

    καὶ ἤνεγκαν λίθον καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιήλ.

    Ἔφεραν κατόπιν λίθον καὶ ἔφραξαν τὸ στόμιον τοῦ λάκκου, ὁ δὲ βασιλιᾶς τὸν ἐσφράγισε μὲ τὸ δακτυλίδι του, ποὺ ἐχρησιμοποιεῖτο καὶ ὡς σφραγῖδα, καὶ μὲ τὰ δακτυλίδια τῶν μεγιστάνων του, διὰ νὰ μὴ τροποποιηθῇ κάτι ποὺ εἶχε σχέσιν μὲ τὴν καταδίκην τοῦ Δανιήλ.

  18. 18

    καὶ ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐκοιμήθη ἄδειπνος, καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ. καὶ ἔκλεισεν ὁ Θεὸς τὰ στόματα τῶν λεόντων, καὶ οὐ παρηνώχλησαν τῷ Δανιήλ.

    Ὁ δὲ βασιλιᾶς ἐπέστρεψεν εἰς τὸ ἀνάκτορόν του καὶ ὑπὸ τὸ βάρος τῆς πολλῆς λύπης καὶ τοῦ ἐλέγχου τῆς συνειδήσεώς του ἔπεσε νὰ κοιμηθῇ χωρὶς νὰ δειπνήσῃ· δὲν ἐδέχθη νὰ τοῦ φέρουν φαγητόν.Ἐπλάγιασε, ἀλλ’ ὁ ὕπνος τὸν ἐγκατέλειψεν! Ἐν τῷ μεταξὺ ὅμως ὁ Θεὸς ἔκλεισε τὰ στόματα τῶν λιονταριῶν, καὶ αὐτὰ δὲν παρηνώχλησαν καθόλου τὸν Δανιήλ.

  19. 19

    τότε ὁ βασιλεὺς ἀνέστη τὸ πρωΐ ἐν τῷ φωτὶ καὶ ἐν σπουδῇ ἦλθεν ἐπὶ τὸν λάκκον τῶν λεόντων·

    Μὲ τὸ πρῶτον φῶς τῆς χαραυγῆς ὁ βασιλιᾶς ἐσηκώθη καὶ ἔτρεξε γρήγορα εἰς τὸν λάκκον τῶν λιονταριῶν.

  20. 20

    καὶ ἐν τῷ ἐγγίζειν αὐτὸν τῷ λάκκῳ ἐβόησε φωνῇ ἰσχυρᾷ· Δανιήλ, ὁ δοῦλος τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ Θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, εἰ ἠδυνήθη ἐξελέσθαι σε ἐκ τοῦ στόματος τῶν λεόντων;

    Μόλις ἐπλησίασεν εἰς τὸν λάκκον, ἐφώναξε μὲ φωνὴν ἰσχυράν, γεμάτην ἀγωνίαν: <Δανιήλ, δοῦλε τοῦ ζωντανοῦ Θεοῦ! Ὁ Θεός σου, τὸν ὁποῖον σὺ λατρεύεις ἀδιακόπως μὲ πιστότητα, μήπως ἠμπόρεσε νὰ σὲ σώσῃ ἀπὸ τὸ στόμα τῶν λιονταριῶν;>

  21. 21

    καὶ εἶπε Δανιὴλ τῷ βασιλεῖ· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι.

    Ὁ δὲ Δανιὴλ ἀπεκρίθη εἰς τὸν βασιλιᾶ: <Βασιλιᾶ, εἴθε νὰ ζῇς εἰς τοὺς αἰῶνας τῶν αἰώνων <νὰ μείνῃς ἀθάνατος>!

  22. 22

    ὁ Θεός μου ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐνέφραξε τὰ στόματα τῶν λεόντων, καὶ οὐκ ἐλυμήναντό με, ὅτι κατέναντι αὐτοῦ εὐθύτης εὑρέθη ἐμοί· καὶ ἐνώπιον δέ σου, βασιλεῦ, παράπτωμα οὐκ ἐποίησα.

    Ὁ Θεός μου ἀπέστειλε τὸν ἄγγελόν του καὶ ἔφραξε τὰ στόματα τῶν λιονταριῶν, καὶ καθόλου δὲν μὲ ἔβλαψαν, διότι ἀπέναντί Του εἶμαι εἰλικρινής, ἄμεμπτος καὶ ἀκατηγόρητος.Ἀλλὰ καὶ ἀπέναντί σου, βασιλιᾶ, οὐδέποτε διέπραξα κάποιο παράπτωμα>.

  23. 23

    τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ' αὐτῷ, καὶ τὸν Δανιὴλ εἶπεν ἀνενέγκαι ἐκ τοῦ λάκκου. καὶ ἀνηνέχθη Δανιὴλ ἐκ τοῦ λάκκου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσεν ἐν τῷ Θεῷ αὐτοῦ.

    Τότε ὁ βασιλιᾶς ἐγέμισεν ἀπὸ πολλὴν χαρὰν διὰ τὸ εὐχάριστον τοῦτο γεγονὸς καὶ διέταξε νὰ βγάλουν ἀπὸ τὸν λάκκον τὸν Δανιήλ.Καὶ ὁ Δανιὴλ ἀνεσύρη ἀπὸ τὸν λάκκον ἀκέραιος, ἀφοῦ δὲν εἶχε πάθει καμμίαν βλάβην, διότι εἶχε πιστεύσει καὶ ἐμπιστεύθη πλήρως τὸν ἑαυτόν του εἰς τὸν Θεόν του.

  24. 24

    καὶ εἶπεν ὁ βασιλεύς, καὶ ἠγάγοσαν τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιήλ, καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήθησαν, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν· καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν. -

    Κατόπιν ὁ βασιλιᾶς διέταξε καὶ ἔφεραν τοὺς ἄνδρες οἱ ὁποῖοι κατηγόρησαν τὸν Δανιήλ, καὶ τοὺς ἔρριψαν εἰς τὸν λάκκον τῶν λιονταριῶν· ἔρριψαν δὲ μαζί των καὶ τοὺς υἱούς των καὶ τὶς συζύγους των.Πρὶν δὲ ἀκόμη φθάσουν εἰς τὸν πυθμένα τοῦ λάκκου, τὰ λιοντάρια ὥρμησαν ἐπάνω των, τοὺς ἅρπαξαν καὶ τοὺς ἔσπασαν, τοὺς ἐλιάνισαν τὰ κόκκαλα!

  25. 25

    Τότε Δαρεῖος ὁ βασιλεὺς ἔγραψε πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυνθείη·

    Τότε ὁ βασιλιᾶς Δαρεῖος συνέταξε καὶ ἐκοινοποίησεν ἐγκύκλιον διαταγὴν πρὸς ὅλους τοὺς ἀνθρώπους τῶν λαῶν, τῶν φυλῶν καὶ τῶν γλωσσῶν ποὺ κατοικοῦσαν εἰς ὅλην τὴν ἔκτασιν τῆς αὐτοκρατορίας του.Ἔγραψε δὲ τὰ ἑξῆς: <Εἴθε νὰ πληθύνῃ καὶ νὰ πλεονάζῃ εἰς σᾶς σταθερὰ καὶ βαθεῖα εἰρήνη·

  26. 26

    ἐκ προσώπου μου ἐτέθη δόγμα τοῦτο ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου εἶναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ Θεοῦ Δανιήλ, ὅτι αὐτός ἐστι Θεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ ἡ κυριεία αὐτοῦ ἕως τέλους·

    Ἐξεδόθη ἐκ μέρους μου τὸ βασιλικὸν τοῦτο διάταγμα, τὸ ὁποῖον ἀπευθύνεται πρὸς ὅλες τὶς ἀρχὲς καὶ ἐξουσίες τοῦ βασιλείου μου: Ὅλοι οἱ ὑπήκοοί μου νὰ τρέμουν, νὰ φοβοῦνται καὶ νὰ σέβωνται βαθύτατα τὸν Θεὸν τοῦ Δανιήλ, διότι αὐτὸς εἶναι Θεὸς ζωντανός, ἀληθινὸς καὶ πραγματικός, ὁ ὁποῖος μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἡ βασιλεία του οὐδέποτε θὰ καταστροφῇ, ἡ δὲ κυριαρχία καὶ αὐτοκρατορία του ποτὲ δὲν θὰ τελειώσῃ, ὅπως τελειώνει ἡ βασιλεία τῶν ἐπιγείων βασιλέων.

  27. 27

    ἀντιλαμβάνεται καὶ ρύεται καὶ ποιεῖ σημεῖα καὶ τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅστις ἐξείλατο τὸν Δανιὴλ ἐκ χειρὸς τῶν λεόντων.

    Βοηθεῖ, προστατεύει, πιάνει ἀπὸ τὸ χέρι αὐτοὺς ποὺ κινδυνεύουν, ἐλευθερώνει καὶ σώζει, ἐργάζεται δὲ θαύματα μεγάλα καὶ ὑπερφυσικὰ καὶ ἔργα καταπληκτικά, ποὺ προκαλοῦν τρόμον εἰς τὸν οὐρανὸν καὶ εἰς τὴν γῆν.Ὁ Θεὸς αὐτὸς εἶναι ἐκεῖνος ὁ ὁποῖος ἔσωσε τὸν Δανιὴλ ἀπὸ τὴν δύναμιν, τὰ δόντια καὶ τὰ νύχια τῶν λιονταριῶν>.

  28. 28

    καὶ Δανιὴλ κατηύθυνεν ἐν τῇ βασιλείᾳ Δαρείου καὶ ἐν τῇ βασιλείᾳ Κύρου τοῦ Πέρσου.

    Τοιουτοτρόπως ὁ Δανιὴλ εὐδοκιμοῦσε, εὐτυχοῦσε καὶ ἐδοξάζετο καθ' ὅλην τὴν διάρκειαν τῆς βασιλείας τοῦ Δαρείου τοῦ Μήδου, καθὼς καὶ κατὰ τὴν ἐποχὴν τῆς βασιλείας τοῦ Κύρου, τοῦ βασιλιᾶ τῶν Περσῶν.