Δ΄ Βασιλειών, κεφάλαιο 9
- 1
ΚΑΙ ῾Ελισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμὼθ Γαλαάδ·
Ο προφήτης Ἐλισαῖος ἐκάλεσεν ἕνα ἀπὸ τοὺς προφῆτες καὶ τοῦ εἶπε: «Ζῶσε ἕτοιμος διὰ πορείαν τὴν μέσην σου καὶ πάρε εἰς τὸ χέρι σου τὸ δοχεῖον αὐτὸ τοῦ λαδιοῦ καὶ πήγαινε εἰς τὴν πόλιν Ρεμμὼθ τῆς περιοχῆς Γαλαάδ.
- 2
καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ ᾿Ιοὺ υἱὸν ᾿Ιωσαφὰτ υἱοῦ Ναμεσσὶ καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμιεῖον ἐν ταμιείῳ·
Ὅταν μπῇς εἰς τὴν πόλιν αὐτήν, θὰ ἰδῇς ἐκεῖ τὸν Ἰοῦ, τὸν υἱὸν τοῦ Ἰωσαφὰτ καὶ ἔγγονον τοῦ Ναμεσσί. Θὰ μπῇς ἐκεῖ ποὺ εὑρίσκεται, θὰ τὸν σηκώσῃς ἀπὸ ἐκεῖ, ὅπου θὰ κάθεται μεταξὺ τῶν ἄλλων συναδέλφων του στρατηγῶν, καὶ θὰ τὸν ὁδηγήσῃς εἰς τὸ πιὸ ἐσωτερικὸν καὶ ἰδιαίτερον δωμάτιον.
- 3
καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ· καὶ ἀνοίξεις τὴν θύρα καὶ φεύξῃ καὶ οὐ μενεῖς.
Κατόπιν θὰ πάρῃς τὸ δοχεῖον τοῦ λαδιοῦ καὶ θὰ χύσῃς λάδι εἰς τὴν κεφαλήν του καὶ θὰ εἰπῇς: «Αὐτὰ λέγει ὁ Κύριος· σὲ ἔχω χρίσει βασιλιᾶ τοῦ Ἰσραήλ». Εὐθὺς ἀμέσως θὰ ἀνοίξῃς τὴν πόρταν τοῦ δωματίου καὶ θὰ φύγῃς ὅσον πιὸ γρήγορα ἠμπορεῖς, καὶ δὲν θὰ παραμείνῃς καθόλου ἐκεῖ».
- 4
καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμὼθ Γαλαὰδ
Ἔτσι ὁ νεαρὸς προφήτης ἐπῆγε εἰς τὴν Ρεμμὼθ τῆς περιοχῆς Γαλαάδ,
- 5
καὶ εἰσῆλθε, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε· λόγος μοι πρὸς σέ, ὁ ἄρχων. καὶ εἶπεν ᾿Ιού· πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπε· πρὸς σέ, ὁ ἄρχων.
ἐμπῆκε δὲ εἰς τὸ σπίτι, ποὺ τοῦ εἶπεν ὁ Ἐλισαῖος, καὶ νά· οἱ στρατηγοὶ τοῦ στρατοῦ ἐκάθηντο ἐκεῖ. Ὁ νεαρὸς προφήτης, μόλις τοὺς εἶδεν, εἶπε: «Στρατηγέ, ἔχω κάποιο μήνυμα διὰ σέ». Ὁ Ἰοὺ τὸν ἐρώτησε: «Πρὸς ποῖον ἀπὸ ὅλους μᾶς ἀπευθύνεσαι;» Καὶ ὁ νεαρὸς προφήτης ἀπάντησε: «Εἰς σὲ στρατηγέ».
- 6
καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν ᾿Ισραήλ,
Τότε ὁ Ἰοὺ ἐσηκώθη καὶ ἐπῆγε μὲ τὸν προφήτην εἰς τὸ ἐσωτερικὸν τοῦ σπιτιοῦ, ὅπου ὁ προφήτης ἔχυσε τὸ λάδι εἰς τὴν κεφαλὴν τοῦ Ἰοὺ καὶ τοῦ εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ: «Σὲ ἔχω χρίσει βασιλιᾶ εἰς τὸν λαὸν τοῦ Κυρίου, εἰς τὸν Ἰσραηλιτικὸν λαόν.
- 7
καὶ ἐξολοθρεύσεις τὸν οἶκον ᾿Αχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς ᾿Ιεζάβελ
Καὶ σὺ θὰ ἐξολοθρεύσῃς τὴν βασιλικὴν οἰκογένειαν τοῦ Ἀχαάβ, τοῦ κυρίου σου, ἀπὸ ἐμπρός μου καὶ ἔτσι μὲ τὴν τιμωρίαν αὐτὴν θὰ ἐκδικηθῇς τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα ὅλων τῶν δούλων τοῦ Κυρίου, τὰ ὁποῖα ἐχύθησαν μὲ τοὺς φόνους, ποὺ διέταξεν ἡ Ἰεζάβελ
- 8
καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου ᾿Αχαὰβ καὶ ἐξολοθρεύσεις τῷ οἴκῳ ᾿Αχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν ᾿Ισραήλ·
καὶ ὅλα τὰ μέλη τῆς βασιλικῆς οἰκογενείας τὸν Ἀχαάβ. Θὰ ἐξολοθρεύσῃς ἀπὸ τὴν βασιλικὴν οἰκογένειαν τοῦ Ἀχαὰβ ὅλους τοὺς ἀρσενικοὺς ἀπογόνους, ὅλους, ὅσοι εἶναι ἐλεύθεροι ἢ δοῦλοι, ὅλους τοὺς νέους καὶ γέροντες ἀπογόνους τοῦ Ἀχαάβ, οἱ ὁποῖοι κατοικοῦν μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 9
καὶ δώσω τὸν οἶκον ᾿Αχαὰβ ὡς τὸν οἶκον ῾Ιεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ ᾿Αχιά·
Θὰ μεταχειρισθῶ καὶ θὰ καταστρέψω τὴν βασιλικὴν οἰκογένειαν τοῦ Ἀχαάβ, ὅπως εἶχα μεταχειρισθῇ καὶ καταστρέψει τὴν βασιλικὴν οἰκογένειαν τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, καὶ τὴν βασιλικὴν οἰκογένειαν τοῦ Βαασά, υἱοῦ τοῦ Ἀχιά.
- 10
καὶ τὴν ᾿Ιεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι ᾿Ιεζράελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξε τὴν θύραν καὶ ἔφυγε.
Καὶ τὴν Ἰεζάβελ θὰ τὴν καταφάγουν τὰ σκυλιὰ εἰς τὴν περιοχὴν τῆς Ἰεζράελ (ὅπου ἦταν προηγουμένως τὸ ἀμπέλι τοῦ Ναβουθαί), διότι δὲν θὰ ὑπάρχῃ κανείς, ποὺ νὰ θάψῃ τὸ σῶμα της». Μόλις ὁ νεαρὸς προφήτης εἶπε τὰ λόγια αὐτά, ἄνοιξε τὴν πόρταν τοῦ δωματίου καὶ ἔφυγε.
- 11
καὶ ᾿Ιοὺ ἐξῆλθε πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπαν αὐτῷ· εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς· ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.
Κατόπιν ὁ Ἰοὺ ἐβγῆκε ἀπὸ τὸ δωμάτιον καὶ ἐπῆγε πρὸς τοὺς συναδύλφους του ἀξιωματικούς, οἱ ὁποῖοι ὑπηρετοῦν τὸν κύριόν των, τὸν βασιλιᾶ· αὐτοὶ δὲ τὸν ἐρώτησαν: «Ὅλα καλὰ καὶ εἰρηνικά; Διατὶ ἦλθεν ὁ τρελλός (ὁ ἐπιληπτικός) αὐτὸς εἰς σέ; Τί θέλει ἀπὸ σέ;» Ὁ Ἰοὺ τοὺς ἀπάντησε: »Σεῖς γνωρίζετε τὸν ἄνθρωπον αὐτὸν καὶ τὸ μήνυμα, ποὺ μοῦ διεβίβασεν».
- 12
καὶ εἶπον· ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν ᾿Ιοὺ πρὸς αὐτούς· οὕτω καὶ οὕτω ἐλάλησε πρός με λέγων· τάδε λέγει Κύριος· κέχρικά σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ.
Αὐτοὶ ὅμως τοῦ εἶπαν: «Ὄχι, μᾶς ἀδικεῖς μὲ αὐτὸ ποὺ εἶπες. Δὲν γνωρίζομεν! Πέςμας λοιπὸν τώρα καθαρὰ τί σοῦ εἶπεν». Ὁ Ἰοὺ τοὺς ἀπάντησε: «Αὐτὰ καὶ αὐτὰ ἐμίλησε εἰς ἐμὲ καὶ μοῦ εἶπεν «αὐτὰ λέγει ὁ Κύριος· σὲ ἔχω χρίσει βασιλιᾶ τοῦ Ἰσραήλ».
- 13
καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γαρὲμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπαν· ἐβασίλευσεν ᾿Ιού.
Μόλις οἱ ἄλλοι ἀξιωματοῦχοι ἄκουσαν τὰ λόγια αὐτὰ τοῦ Ἰού, ἔτρεξαν καὶ ἐπῆρε ὁ καθένας τὸν ἐξωτερικὸν μανδύαν του καὶ τὸν ἄπλωσε, εἰς ἔνδειξιν ὑποταγῆς, εἰς τὸ ὑψηλότερον σκαλοπάτι τῆς σκάλας, διὰ νὰ σταθῇ ἐπάνω εἰς αὐτὸ ὁ Ἰού, καὶ ἐσάλπισαν μὲ τὴν κερατίνην σάλπιγγα καὶ ἐφώναξαν: «Ἐβασίλευσεν ὁ Ἰού!»
- 14
καὶ συνεστράφη ᾿Ιοὺ υἱὸς ᾿Ιωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς ᾿Ιωρὰμ καὶ ᾿Ιωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμὼθ Γαλαάδ, αὐτὸς καὶ πᾶς ᾿Ισραὴλ ἀπὸ προσώπου ᾿Αζαὴλ βασιλέως Συρίας,
Καὶ ὁ Ἰού, ὁ υἱὸς τοῦ Ἰωσαφὰτ καὶ ἔγγονος τοῦ Ναμεσσί, συνωμότησεν ἐναντίον τοῦ βασιλιᾶ Ἰωράμ. Ὁ βασιλιᾶς Ἰωρὰμ καὶ ὅλος ὁ στρατός του κατεῖχε τὴν Ρεμμὼθ τῆς περιοχῆς Γαλαάδ, διὰ νὰ τὴν προστατεύσῃ ἀπὸ νέαν ἐπίθεσιν τοῦ Ἀζαήλ, βασιλιᾶ τῆς Συρίας.
- 15
καὶ ἀπέστρεψεν ᾿Ιωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύριοι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ ᾿Αζαὴλ βασιλέως Συρίας· καὶ εἶπεν ᾿Ιού· εἰ ἔστι ψυχὴ ὑμῶν μετ᾿ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν ᾿Ιεζράελ.
Ἀλλ’ ὁ βασιλιᾶς Ἰωράμ εἶχεν ἐπιστρέψει εἰς τὴν πόλιν Ἰεζράελ διὰ νὰ θεραπευθῇ ἀπὸ τὰ τραύματα, ποὺ τὸν ἐπροξένησαν οἱ Σύροι, ἐνῶ αὐτὸς ἐπολεμοῦσε ἐναντίον τοῦ Ἀζαήλ, βασιλιᾶ τῆς Συρίας. Ὁ Ἰοὺ εἶπεν εἰς τοὺς συναδέλφους του ἀξιωματικούς: «Ἐὰν πράγματι εἶσθε ὁμόψυχοι μὲ ἐμὲ καὶ συμφωνῆτε μαζί μου, τότε προσέξετε, ὥστε κανεὶς νὰ μὴ βγῇ καὶ διαφύγῃ ἀπὸ τὴν Ρεμμὼθ τῆς περιοχῆς Γαλαὰδ καὶ μεταβῇ νὰ ἀναγγείλῃ τὸ γεγονὸς αὐτὸ εἰς τὴν πόλιν Ἰεζράελ, ὅπου εὑρίσκεται ὁ βασιλιᾶς Ἰωράμ».
- 16
καὶ ἵππευσε καὶ ἐπορεύθη ᾿Ιοὺ καὶ κατέβη εἰς ᾿Ιεζράελ, ὅτι ᾿Ιωρὰμ βασιλεὺς ᾿Ισραὴλ ἐθαραπεύετο ἐν τῷ ᾿Ιεζράελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ ᾿Αραμὶν ἐν τῇ Ραμμὰθ ἐν τῷ πολέμῳ μετὰ ᾿Αζαὴλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ ᾿Οχοζίας βασιλεὺς ᾿Ιούδα κατέβη ἰδεῖν τὸν ᾿Ιωράμ.
Κατόπιν ὁ Ἰοὺ ἀνέβη εἰς τὸν ἵππον (ἢ εἰς τὸ ἅρμα) του καὶ ἐπῆγε εἰς τὴν Ἰεζράελ, διότι ὁ Ἰωράμ, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ, εὑρίσκετο εἰς τὴν Ἰεζράελ θεραπευόμενος ἀπὸ τὰ τραύματα, ποὺ τοῦ ἐπροξένησαν μὲ τὰ τόξα των οἱ Σύροι εἰς τὴν πόλιν Ραμμὰθ κατὰ τὸν πόλεμον μὲ τὸν Ἀζαήλ, τὸν βασιλιᾶ τῆς Συρίας, διότι αὐτὸς ἦταν γενναῖος καὶ ἰσχυρὸς καὶ εἶχε στρατὸν πολύν. Ὁ δὲ Ὀχοζίας, βασιλιᾶς τοῦ Ἰούδα, εἶχε κατεβῆ εἰς τὴν Ἰεζράελ, διὰ νὰ ἐπισκεφθῇ τὸν τραυματισμένον βασιλιᾶ Ἰωράμ.
- 17
καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ᾿Ιεζράελ καὶ εἶδε τὸν κονιορτὸν ᾿Ιοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπε· κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν ᾿Ιωράμ· λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω, εἰ εἰρήνη.
Ὁ στρατιώτης - σκοπὸς ἀνέβη εἰς τὸν πύργον τῆς Ἰεζράελ καὶ εἶδε τὸ σύννεφον τῆς σκόνης (τὸν κορνιαχτόν), ποὺ ἐσήκωνεν ὁ Ἰού, καθὼς ἔτρεχε καὶ ἐπλησίαζε μὲ τὸν ἵππον (ἢ τὸ ἅρμα) του, καὶ ἐφώναξε: «Βλέπω σύννεφον σκόνης (κορνιαχτόν)!» Εἰς τὴν φωνὴν τοῦ σκοποῦ ὁ βασιλιᾶς Ἰωρὰμ διέταξε: «Πάρε ἕνα ἱππέα καὶ στεῖλε τον νὰ συναντήσῃ αὐτοὺς ποὺ ἔρχονται καὶ νὰ τοὺς ἐρωτήσῃ· «δι' εἰρηνικὸν σκοπὸν ἔρχεσθε;».
- 18
καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς, εἰ εἰρήνη. καὶ εἶπεν ᾿Ιού· τί σοι καὶ εἰρήνη; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε.
Ὁ ἱππεὺς ἐπῆγε πρὸς τὸ μέρος των, τοὺς συνήντησε καὶ τοὺς εἶπεν: «Αὐτὰ λέγει ὁ βασιλιᾶς· «δι' εἰρηνικὸν σκοπὸν ἔρχεσθε;». Ὁ Ἰοὺ τοῦ ἀπάντησε: «Αὐτὸ δὲν εἶναι δική σου δουλειά· τί ἐνδιαφέρεσαι σὺ διὰ τὴν εἰρήνην; Ἀκολούθησε πίσω μου». Καὶ ὁ στρατιώτης - σκοπός, ποὺ παρηκολούθει τὴν σκηνὴν ἀπὸ τὸν πύργον τοῦ τείχους, ἀνήγγειλε τὴν εἴδησιν: «Ὁ ἀγγελιαφόρος ἔφθασε μέχρις αὐτῶν, ποὺ ἔρχονται πρὸς τὴν Ἰεζράελ, ἀλλὰ δὲν ἐπέστρεψεν».
- 19
καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε· τάδε λέγει ὁ βασιλεύς· εἰ εἰρήνη. καὶ εἶπεν ᾿Ιού· τί σοι καὶ εἰρήνη; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.
Ὁ βασιλιᾶς ἔστειλε τότε δεύτερον ἱππέα, ὁ ὁποῖος ἦλθεν εἰς τὸν Ἰοὺ καὶ τοῦ εἶπεν: «Αὐτὰ λέγει ὁ βασιλιᾶς «δι' εἰρηνικὸν σκοπὸν ἔρχεσθε;». Ὁ Ἰοὺ τοῦ ἀπάντησε: «Αὐτὸ δὲν εἶναι δική σου δουλειά· τί ἐνδιαφέρεσαι σὺ διὰ τὴν εἰρήνην; Ἀκολούθησε πίσω μου».
- 20
καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων· ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε· καὶ ὁ ἄγων ἦγε τὸν ᾿Ιοὺ υἱὸν Ναμεσσί, ὅτι ἐν παραλλαγῇ ἐγένετο.
Ὁ στρατιώτης - σκοπὸς ἀνήγγειλε πάλιν τὴν εἴδησιν ἀπὸ τὸν πύργον τῆς πόλεως καὶ ειπεν: «Ὁ ἀγγελιαφόρος ἔφθασε μέχρις αὐτῶν, ἀλλὰ δὲν ἐπέστρεψεν. Ὁ δὲ τρόπος, μὲ τὸν ὁποῖον τρέχει αὐτός, ποὺ ἔρχεται πρὸς τὴν Ἰεζράελ, ὁμοιάζει μὲ τὸν τρόπον ποὺ ὁρμᾷ ὁ Ἰού, ὁ υἱὸς τοῦ Ναμεσσί· ὁδηγεῖ τὸν ἵππον (ἢ τὸ ἅρμα) του ὡσὰν τρελλός, ὅπως ἀκριβῶς ὁ Ἰού!»
- 21
καὶ εἶπεν ᾿Ιωράμ· ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν ᾿Ιωρὰμ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Οχοζίας βασιλεὺς ᾿Ιούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν ᾿Ιοὺ καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ ᾿Ιεζραηλίτου.
Τότε ὁ Ἰωρὰμ διέταξε: «Ζεῦξε τὸ πολεμικόν μου ἅρμα». Ὁ ὑπηρέτης ἔζευξε καὶ ἐτοίμασε τὸ βασιλικὸν ἅρμα. Καὶ ὁ Ἰωράμ, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ, καὶ ὁ Ὀχοζίας, ὁ βασιλιᾶς τοῦ Ἰούδα, ὁ καθέρνας μὲ τὸ ἰδικόν του πολεμικὸν ἅρμα, ἐβγῆκαν ἀπὸ τὴν πόλιν Ἰεζράελ διὰ νὰ συναντήσουν τὸν Ἰού. Οἱ δύο βασιλεῖς συνήντησαν τὸν Ἰοὺ εἰς τὸ χωράφι, ποὺ ἀνῆκεν ἄλλοτε εἰς τὸν Ναβουθαί, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Ἰεζράελ.
- 22
καὶ ἐγένετο ὡς εἶδεν ᾿Ιωρὰμ τὸν ᾿Ιού, καὶ εἶπεν· εἰ εἰρήνη ᾿Ιού; καὶ εἶπεν ᾿Ιού· τί εἰρήνη; ἔτι αἱ πορνεῖαι ᾿Ιεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.
Συνέβη δὲ τοῦτο: Μόλις ὁ βασιλιᾶς Ἰωρὰμ εἶδε τὸν Ἰού, τὸν ἐρώτησε: «Δι' εἰρηνικὸν σκοπὸν ἔρχεσαι, Ἰού;» Ὁ Ἰοὺ τοῦ ἀπάντησε: «Πῶς ἠμπορεῖ νὰ ὑπάρξῃ εἰρήνη; Ἀκόμη συνεχίζονται οἱ ἀσέβειες, οἱ εἰδωλολατρίες καὶ οἱ ἀποστασίες ἀπὸ τὸν Θεὸν τῆς Ἰεζάβελ, τῆς μητέρας σου, καὶ οἱ πολλὲς μαγεῖες, τὶς ὁποῖες αὐτὴ ἐγκαινίασε! Ὑπ’ αὐτές τὶς συνθῆκες δὲν ἠμπορεῖ νὰ ὑπάρξῃ εἰρήνη».
- 23
καὶ ἐπέστρεψεν ᾿Ιωρὰμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπε πρὸς ᾿Οχοζίαν· δόλος, ᾿Οχοζία.
Καὶ καθὼς ὁ Ἰωρὰμ ἐγύρισε τὸ ἅρμα του διὰ νὰ φύγῃ, εἶπε πρὸς τὸν βασιλιᾶ Ὀχοζίαν: «Συνωμοσία, Ὀχοζία!»
- 24
καὶ ἔπλησεν ᾿Ιοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν ᾿Ιωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.
Τότε ὁ Ἰοὺ ἐχούφτιασε τὸ τόξον του καὶ ἔρριξε μὲ δύναμιν τὸ βέλος κατὰ τοῦ Ἰωρὰμ καὶ τὸν ἐκτύπησεν ἀπὸ πίσω μεταξὺ τῶν δύο ὠμοπλατῶν του· τὸ βέλος ἐτρύπησε τὸ σῶμα τοῦ Ἰωρὰμ καὶ ἐβγῆκε ἀπὸ τὴν καρδιά του. Ὁ Ἰωρὰμ ἐγονάτισε καὶ ἔπεσε νεκρὸς μέσα εἰς τὸ ἅρμα του.
- 25
καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ· ρῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ ᾿Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω ᾿Αχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ᾿ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων·
Κατόπιν ὁ Ἰοὺ εἶπε πρὸς τὸν Βαδεκάρ, τὸν ὑπασπιστήν του: «Ρῖξε τὸν νεκρὸν Ἰωρὰμ εἰς τὸ χωράφι τοῦ Ναβουθαί, ὁ ὁποῖος κατάγεται ἀπὸ τὴν Ἰεζράελ· διότι ἐνθυμοῦμαι, ὅταν ἐγὼ καὶ σὺ ἀκολουθούσαμε ἔφιπποι πίσω ἀπὸ τὸν πατέρα του, τὸν Ἀχαάβ, ὁ Κύριος ἐμίλησε καὶ εἶπεν εἰς αὐτὸν τὰ φοβερὰ αὐτὰ λόγια:
- 26
εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ρῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ρῆμα Κυρίου.
«Χωρὶς καμμίαν ἀμφιβολίαν εἶδα χθὲς νὰ χύνεται τὸ αἷμα τοῦ Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν του, λέγει ὁ Κύριος, καὶ ὑπόσχομαι ὅτι θὰ ἀνταποδώσω εἰς αὐτὸν τὴν ἀδικίαν αὐτὴν εἰς τὸ ἴδιον αὐτὸ χωράφι, λέγει καὶ πάλιν ὁ Κύριος». Δι' αὐτό, ἀφοῦ τώρα σηκώσῃς τὸν νεκρὸν Ἰωράμ, ρίξε τὸν εἰς τὸ χωράφι αὐτό, σύμφωνα μὲ ὅσα προεῖπεν ὁ Κύριος».
- 27
καὶ ᾿Οχοζίας βασιλεὺς ᾿Ιούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθαγγάν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ ᾿Ιοὺ καὶ εἶπε· καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαΐ, ἥ ἐστιν ᾿Ιεβλαάμ, καὶ ἔφυγεν εἰς Μαγεδδὼ καὶ ἀπέθανεν ἐκεῖ.
Ὅταν ὁ Ὀχοζίας, ὁ βασιλιᾶς τοῦ Ἰούδα, εἶδεν αὐτὸ ποὺ ἔγινε, ἔφυγε μὲ τὸ ἅρμα του πρὸς τὴν κατεύθυνσιν τῆς πόλεως Βαιθαγγάν. Ἀλλ’ ὁ Ἰοὺ κατεδίωξε καὶ αὐτὸν καὶ διέταξε τοὺς ἄνδρες του: «Σκοτῶστε καὶ αὐτόν!» Οἱ ἄνδρες του τὸν ἐκτύπησαν μέσα εἰς τὸ πολεμικὸν ἅρμα του, καθὼς ἀνέβαινε τὸν δρόμον, ποὺ ὁδηγεῖ εἰς τὴν Γαΐ, ἡ ὁποία εὑρίσκεται κοντὰ εἰς τὴν πόλιν Ἰεβλαάμ, λλ’ ὁ Ὀχοζίας κατώρθωσε νὰ συνεχίσῃ πληγωμένος τὸν δρόμον του καὶ ἔτσι ἔφθασεν εἰς τὴν πόλιν Μαγεδδῶ καὶ ἀπέθανεν ἐκεῖ.
- 28
καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς ῾Ιερουσαλὴμ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ.
Οἱ ὑπηρέται (ἢ οἱ ἀζιωματικοί) του ἐπεβίβασαν τὸν νεκρὸν Ὀχοζίαν εἰς τὸ ἅρμα του καὶ τὸν ἔφεραν εἰς τὰ Ἱεροσόλυμα καὶ τὸν ἔθαψαν εἰς τὸν βασιλικὸν τάφον του εἰς τὴν πόλιν τοῦ Δαβίδ.
- 29
καὶ ἐν ἔτει ἑνδεκάτῳ ᾿Ιωρὰμ βασιλέως ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Οχοζίας ἐπὶ ᾿Ιούδαν.
Κατὰ τὸ ἑνδέκατον ἔτος τοῦ Ἰωράμ, βασιλιᾶ τοῦ Ἰσραήλ, ὁ Ὀχοζίας ἀνεκηρύχθη βασιλιᾶς τοῦ Ἰούδα.
- 30
καὶ ἦλθεν ᾿Ιοὺ ἐπὶ ᾿Ιεζράελ· καὶ ᾿Ιεζάβελ ἤκουσε καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψε διὰ τῆς θυρίδος.
Ὁ Ἰοὺ ἔφθασεν εἰς τὴν πόλιν Ἰεζράελ. Καὶ ἡ Ἰεζάβελ, ποὺ ἐπληροφορήθη ὅσα εἶχαν συμβῇ, ἔβαψε μαῦρα τὰ βλέφαρά της, ἐτακτοποίησε τὰ μαλλιά της καὶ ἐστόλισε τὴν κεφαλήν της καὶ ἔσκυψε κάτω πρὸς τὸν δρόμον ἀπὸ τὸ παράθυρον τοῦ παλατιοῦ της.
- 31
καὶ ᾿Ιοὺ εἰσεπορεύετο ἐν τῇ πόλει καὶ εἶπεν· εἰ εἰρήνη, Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;
Καθὼς ὁ Ἰοὺ ἔμπαινε τὴν ὥραν ἐκείνην εἰς τὴν πόλιν, ἡ Ἰεζάβελ μὲ εἰρωνικὸν τρόπον ἐφώναξεν: «Εἰρηνικὸν σκοπὸν ἔχει ἡ εἴσοδός σου, Ζαμβρί, δολοφόνε τοῦ βασιλιᾶ, τοῦ κυρίου σου;»
- 32
καὶ ἐπῆρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπε· τί εἶ σύ; κατάβηθι μετ᾿ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι·
Ὁ Ἰοὺ ἐγύρισε καὶ ἐσήκωσε τὸ πρόσωπόν του, ἐκύτταξε πρὸς τὸ παράθυρον, εἶδε τὴν Ἰεζάβελ καὶ εἶπε: «Ποία εἶσαι σύ; Κατέβα κάτω κοντά μου». Καὶ ἀπὸ τὸ παράθυρον ἔσκυψαν κάτω πρὸς τὸν Ἰοὺ δύο εὐνοῦχοι τοῦ παλατιοῦ.
- 33
καὶ εἶπε· κυλίσατε αὐτήν, καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.
Ὁ Ἰοὺ εἶπεν εἰς αὐτούς: «Κυλῖστε τὴν καὶ ρῖξτε την κάτω!» Αὐτοὶ δὲ τὴν ἐκύλισαν καὶ τὴν ἔρριξαν κάτω ἀπὸ τὸ παράθυρον· καὶ τὸ αἷμα τῆς ἐρράντισε καὶ ἐπιτσίλισε τὸν τοῖχον καὶ τοὺς ἵππους καὶ τὴν ἐποδοπάτησαν.
- 34
καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιε καὶ εἶπεν· ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστί.
Ὁ Ἰοὺ ἐμπῆκε τότε εἰς τὸ παλάτι καί, ἀφοῦ ἔφαγε καὶ ἤπιε, εἶπε: «Πηγαίνετε, σᾶς παρακαλῶ, τώρα εἰς τὴν καταραμένην αὐτὴν γυναῖκα καὶ θάψτε τήν, διότι παρ' ὅλα αὐτὰ εἶναι κόρη βασιλιᾶ».
- 35
καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν.
Καὶ οἱ ἀπεσταλμένοι του ἐπῆγαν νὰ τὴν θάψουν· δὲν εὑρῆκαν ὅμως τίποτε ἄλλο ἀπὸ τὸ πτῶμα της, παρὰ μόνον τὸ κρανίον της, τὰ πόδια της καὶ τὶς παλάμες τῶν χεριῶν της.
- 36
καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπε· λόγος Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ ᾿Ηλιοὺ τοῦ Θεσβίτου λέγων· ἐν τῇ μερίδι ᾿Ιεζράελ καταφάγονται οἱ κύνες τὰς σάρκας ᾿Ιεζάβελ,
Οἱ ἀπεσταλμένοι ἐπέστρεψαν καὶ ἀνήγγειλαν τὸ γεγονὸς εἰς τὸν Ἰού, ὁ ὁποῖος εἶπεν: «Αὐτὸς εἶναι ὁ λόγος, ποὺ εἶπεν ὁ Κύριος διὰ στόματος τοῦ προφήτου Ἠλία τοῦ Θεσβίτου, ὁ ὁποῖος εἶπεν: «Εἰς τὸ χωράφι, ποὺ εὐρίσκεται εἰς τὴν Ἰεζράελ, θὰ φάγουν τὰ σκυλιὰ τὶς σάρκες τῆς Ἰεζάβελ.
- 37
καὶ ἔσται τὸ θνησιμαῖον ᾿Ιεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι ᾿Ιεζράελ, ὥστε μὴ εἰπεῖν αὐτοὺς ᾿Ιεζάβελ.
Καὶ τὸ πτῶμα τῆς Ἰεζάβελ θὰ εἶναι ὡς κοπριὰ καὶ λίπασμα εἰς τὸ χωράφι τῆς περιοχῆς τῆς Ἰεζράελ, καὶ θὰ παραμορφωθῇ τόσον πολύ, ὥστε κανεὶς νὰ μὴ ἠμπορῇ νὰ ἀναγνωρίσῃ τὰ ἴχνη τοῦ καὶ νὰ εἰπῇ, ὅτι αὐτὴ εἶναι ἡ Ἰεζάβελ».
