Δ΄ Βασιλειών, κεφάλαιο 8
- 1
ΚΑΙ ῾Ελισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱόν, λέγων· ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει, οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη.
Ο Ἐλισαῖος εἶχεν ὁμιλήσει εἰς τὴν Σωμανίτιδα γυναῖκα, τῆς ὁποίας εἶχεν ἀναστήσει ἐκ νεκρῶν τὸν υἱόν, καὶ τῆς εἶπε: «Σήκω καὶ πήγαινε σὺ καὶ ἡ οἰκογένειά σου (οἱ ἄνθρωποι τοῦ σπιτιοῦ σου) καὶ κατοίκησε προσωρινῶς κάπου ἀλλοῦ, ὅπου ἠμπορεῖς καὶ ἐπιθυμεῖς· διότι ὁ Κύριος ἔχει προκαλέσει πεῖναν εἰς τὴν χώραν μας». Πράγματι· ἡ πεῖνα ἦλθεν εἰς τὴν χώραν καὶ διήρκεσεν ἑπτὰ χρόνια.
- 2
καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησε κατὰ τὸ ρῆμα ῾Ελισαιὲ καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη.
Ἡ Σωμανῖτις ἐσηκώθη καὶ ἔκαμεν ὅπως ἀκριβῶς τῆς εἶπεν ὁ Ἐλισαῖος· τόσον αὐτὴ ἡ ἰδία, ὅσον καὶ ἡ οἰκογένειά της (οἱ ἄνθρωποι τοῦ σπιτιοῦ της) ἐκατοίκησαν προσωρινῶς εἰς τὴν χώραν τῶν Φιλισταίων ἐπὶ ἑπτὰ χρόνια.
- 3
καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθε βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν αὐτῆς.
Καὶ μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν συνέβη τοῦτο: Ἡ γυναῖκα ἐπέστρεψεν ἀπὸ τὴν χώραν τῶν Φιλισταίων εἰς τὴν πόλιν, ὅπου ἑκατοικοῦσε προηγουμένως. Καὶ παρουσιάσθη εἰς τὸν βασιλιᾶ τοῦ Ἰσραήλ, διὰ νὰ τὸν παρακαλέσῃ διὰ τὴν οἰκογένειάν της (τὸ σπίτι της) καὶ διὰ τὴν ἀπόδοσιν τῶν χωραφιῶν της (τῆς κτηματικῆς περιουσίας της).
- 4
καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον ῾Ελισαιὲ τοῦ ἀνθρώπου τοῦ Θοεῦ λέγων· διήγησαι δὴ ἐμοὶ πάντα τὰ μεγάλα, ἃ ἐποίησεν ῾Ελισαιέ.
Τὴν ὥραν ποὺ ἐπῆγε νὰ συναντήσῃ τὸν βασιλιᾶ, αὐτὸς συνωμιλοῦσε μὲ τὸν Γιεζί, τὸν ὑπηρέτην τοῦ Ἐλισαίου, τοῦ ἀνθρώπου τοῦ Θεοῦ. Ὁ βασιλιᾶς ἔλεγε πρὸς τὸν Γιεζί: «Ἱστόρησέ μου, σὲ παρακαλῶ, ὅλα τὰ μεγάλα ἔργα (Θαύματα), τὰ ὁποῖα ἔκαμεν ὁ Ἐλισαῖος».
- 5
καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ, ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησε τὸν υἱὸν αὐτῆς ῾Ελισαιέ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπε Γιεζί· κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὖτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν ῾Ελισαιέ.
Ἐνῷ δὲ ὁ Γιεζὶ διηγεῖτο καὶ ἐξηγοῦσε εἰς τὸν βασιλιᾶ, πῶς ἀνέστησεν ὁ Ἐλισαῖος νεκρὸν υἱόν, νά· τὴν ὥραν ἐκείνην παρουσιάσθη ἡ γυναῖκα, τῆς ὁποίας τὸν νεκρὸν υἱὸν ἀνέστησεν ὁ Ἐλισαῖος, καὶ ἐζητοῦσε ἀπὸ τὸν βασιλιᾶ βοήθειαν διὰ τὴν ἀποκατάστασιν τῆς οἰκογενείας της καὶ διὰ τὴν ἀπόδοσιν τῶν χωραφιῶν της. Καὶ ὁ Γιεζὶ εἶπε πρὸς τὸν βασιλιᾶ: «Κύριέ μου βασιλιᾶ, αὐτὴ εἶναι ἡ γυναῖκα καὶ αὐτὸς εἶναι ὁ υἱός της, τὸν ὁποῖον ὁ Ἐλισαῖος ἀνέστησεν ἐκ νεκρῶν!»
- 6
καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων· ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπε τὴν γῆν ἕως τοῦ νῦν.
Τότε ὁ βασιλιᾶς ἐρώτησε τὴν γυναῖκα, ἡ ὁποία τοῦ διηγήθη καὶ τοῦ ἱστόρησε τὰ σχετικὰ μὲ τὴν νεκρανάστασιν τοῦ υἱοῦ της. Ἔτσι ὁ βασιλιᾶς ἔδωκεν εἰς αὐτὴν ἕνα ἀξιωματοῦχον τῆς αὐλῆς του, τὸν ὁποῖον διέταξε: «Δῶσε πίσω ὅλα, ὅσα ἀνήκουν εἰς τὴν γυναῖκα αὐτήν, καὶ ὅλα τὰ προϊόντα τῶν χωραφιῶν της (τὴν ἀξίαν τῶν, συμπεριλαμβανομένων καὶ τῶν τόκων) ἀπὸ τὴν ἡμέραν, ποὺ ἔφυγε καὶ ἐγκατέλειψε τὴν χώραν, μέχρι τώρα».
- 7
Καὶ ἦλθεν ῾Ελισαιὲ εἰς Δαμασκόν, καὶ υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ἥκει ὁ ἄνθρωπος τοῦ Θεοῦ ἕως ὧδε.
Ὁ Ἐλισαῖος ἦλθεν εἰς τὴν Δαμασκόν, ὁ δὲ υἱὸς Ἄδερ, ὁ βασιλιᾶς τῆς Συρίας, ἦταν ἄρρωστος. Τότε οἱ ἄνθρωποι τοῦ βασιλικοῦ περιβάλλοντος εἶπαν εἰς τὸν υἱὸν Ἄδερ: «Ἔφθασεν ἐδῶ εἰς τὴν Δαμασκὸν ὁ Ἐλισαῖος, ὁ ἄνθρωπος τοῦ Θεοῦ».
- 8
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Αζαήλ· λάβε ἐν τῇ χειρί σου μαναὰ καὶ δεῦρο εἰς ἀπαντὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιζήτησον τὸν Κύριον παρ᾿ αὐτοῦ λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης;
Καὶ ὁ βασιλιᾶς εἶπεν εἰς τὸν Ἀζαήλ, ἕνα ἀπὸ τοὺς ἀξιωματούχους του: «Πάρε εἰς τὰ χέρια σου δῶρα καὶ πήγαινε νὰ συναντήσῃς τὸν ἄνθρωπον τοῦ Θεοῦ καὶ ζήτησε νὰ μάθῃς μέσῳ αὐτοῦ ἀπὸ τὸν Κύριον· «θὰ θεραπευθῶ ἄραγε ἀπὸ τὴν ἀρρώστια μου αὐτήν;»
- 9
καὶ ἐπορεύθη ᾿Αζαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπε πρὸς ῾Ελισαιέ· υἱός σου υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρός σε ἐπερωτῆσαι λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης;
Ἔτσι ὁ Ἀζαὴλ ἐπῆγε εἰς συνάντησιν τοῦ ἀνθρώπου τοῦ Θεοῦ· ἐπῆρε δῶρα εἰς τὰ χέρια του καὶ ἀπὸ ὅλα τὰ καλύτερα προϊόντα τῆς Δαμασκοῦ, φορτώματα σαράντα καμήλων, καὶ ἦλθε καὶ παρουσιάσθη ἐμπρὸς εἰς τὸν Ἑλισαῖον καὶ τοῦ εἶπεν: «Ὁ υἱός σου, ὁ υἱὸς Ἄδερ, ὁ βασιλιᾶς τῆς Συρίας, μὲ ἔστειλε πρὸς σὲ διὰ νὰ σὲ ἐρωτήσω τοῦτο· «θὰ θεραπευθῶ ἄραγε ἀπὸ τὴν ἀρρώστιά μου αὐτήν;»
- 10
καὶ καὶ εἶπεν ῾Ελισαιέ· δεῦρο εἰπὸν αὐτῷ· ζωῇ ζήσῃ· καὶ ἔδειξέ μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ·
Ὁ Ἐλισαῖος τοῦ ἀπάντησε: «Πήγαινε καὶ πές του· «θὰ θεραπευθῇς ὁπωσδήποτε!» Ἀλλ’ ὁ Κύριος μοῦ ἐφανέρωσεν ὅτι ὁ βασιλιᾶς, ἐνῷ θὰ ἀναρρώσῃ, θὰ ἀποθάνῃ ἐξάπαντος»!
- 11
καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ.
Καὶ ὁ Ἐλισαῖος ἐκάρφωσε τὸ διεισδυτικόν του βλέμμα εἰς τὸ πρόσωπον τοῦ Ἀζαήλ, μέχρις ὅτου ὁ Ἀζαὴλ ἐκοκκίνισεν ἀπὸ ἐντροπὴν καὶ ἐστενοχωρήθη πολύ. Ἀλλ’ ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὁ Ἐλισαῖος, ἐξέσπασεν εἰς κλάμα.
- 12
καὶ εἶπεν ᾿Αζαήλ· τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν· ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς ᾿Ισραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ρομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις.
Ὁ Ἀζαὴλ τὸν ἐρώτησε: «Διατὶ κλαίει ὁ κύριός μου;» Καὶ ὁ Ἐλισαῖος ἀπάντησε: «Κλαίω, διότι γνωρίζω ὅσα φοβερὰ κακὰ θὰ κάμῃς εἰς βάρος τῶν Ἰσραηλιτῶν. Τὰ φρούρια καὶ τὶς ὠχυρωμένες πόλεις των θὰ καταστρέψῃς μὲ φωτιὰ καὶ τοὺς νέους καὶ ἐκλεκτοὺς ἄνδρες των θὰ σκοτώσῃς μὲ ρομφαίαν καὶ θὰ συντρίψῃς μὲ σκληρότητα, σπάζοντας βίαια τὰ κεφάλια τῶν νηπίων των καὶ θὰ σχίσῃς τὴν κοιλία τῶν ἐγκύων γυναικῶν των».
- 13
καὶ εἶπεν ᾿Αζαήλ· τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ρῆμα τοῦτο; καὶ εἶπεν ῾Ελισαιέ· ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν.
Ὁ Ἀζαὴλ εἶπε: «Ποῖος εἶμαι ἐγὼ ὁ δοῦλος σου, ἐγὼ ὁ τιποτένιος, τὸ ψόφιο σκυλί, ποὺ θὰ γίνω τόσον ἰσχυρός, ὥστε νὰ πραγματοποιήσω ὅλα αὐτά, ποὺ εἶπες;» Ὁ Ἐλισαῖος τοῦ ἀπάντησε: «Ὁ Κύριος μοῦ ἐφανέρωσεν ὅτι σὺ θὰ γίνῃς βασιλιᾶς τῆς Συρίας».
- 14
καὶ ἀπῆλθεν ἀπὸ ῾Ελισαιὲ καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί εἶπέ σοι ῾Ελισαιέ; καὶ εἶπεν· εἶπέ μοι, ζωῇ ζήσῃ.
Ὁ Ἀζαὴλ ἔφυγεν ἀπὸ τὸν Ἑλισαῖον καὶ ἐπῆγε πίσω εἰς τὸν κύριόν του, καὶ παρουσιάσθη εἰς τὸν υἱὸν Ἄδερ, ὁ ὁποῖος τὸν ἐρώτησε: «Τί σοῦ εἶπεν ὁ Ἐλισαῖος;» Ὁ Ἀζαὴλ ἀπάντησε: «Μοῦ εἶπεν, ὅτι θὰ θεραπευθῇς ὁπωσδήποτε καὶ θὰ ζήσῃς».
- 15
καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχμὰ καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανε, καὶ ἐβασίλευσεν ᾿Αζαὴλ ἀντ᾿ αὐτοῦ.
Ἀλλὰ τὴν ἑπομένην ἡμέραν συνέβη τοῦτο: Ὁ Ἀζαὴλ ἐπῆρε ἕνα σκέπασμα (κατὰ τὸ Ἑβραϊκόν: Μιὰ κουβέρτα), τὸ ἐβούτηξε εἰς τὸ νερὸν καὶ μὲ αὐτὸ ἐκάλυψε καὶ ἐτύλιξε τὸ πρόσωπον τοῦ βασιλιᾶ, ὁ ὁποῖος ἔτσι ἐπνίγη ἀπὸ ἀσφυξίαν καὶ ἀπέθανε. Τότε ὁ Ἀζαὴλ ἀνεκηρύχθη βασιλιᾶς τῆς Συρίας ἀντὶ τοῦ υἱοῦ Ἄδερ.
- 16
᾿Εν ἔτει πέμπτῳ τῷ ᾿Ιωρὰμ υἱῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα.
Κατὰ τὸ πέμπτον ἔτος τῆς βασιλείας τοῦ Ἰωράμ, υἱοῦ τοῦ Ἀχαάβ, βασιλιᾶ τοῦ Ἰσραήλ, καὶ ὅταν ὁ Ἰωσαφὰτ ἦταν βασιλιᾶς τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον ὁ Ἰωράμ, ὁ υἱὸς τοῦ Ἰωσαφάτ, καὶ ἔγινε βασιλιᾶς τοῦ Ἰούδα.
- 17
υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ.
Ὁ Ἰωρὰμ ἦταν τριάντα δύο ἐτῶν, ὅταν ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον· ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ὀκτὼ χρόνια.
- 18
καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων ᾿Ισραήλ, καθὼς ἐποίησεν οἶκος ᾿Αχαάβ, ὅτι θυγάτηρ ᾿Αχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.
Ὁ Ἰωρὰμ ἀκολούθησε τὸ παράδειγμα καὶ τὴν ἁμαρτωλὴν πολιτείαν τῶν βασιλέων τοῦ Ἰσραήλ, καὶ ἔτσι ἐμιμήθη ὅ,τι ἔκαμεν ἡ βασιλικὴ οἰκογένεια τοῦ Ἀχαάβ, διότι ἡ κόρη τοῦ Ἀχαὰβ ἦταν σύζυγός του. Καὶ ὁ Ἰωρὰμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν.
- 19
καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν ᾿Ιούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
Παρ’ ὅλα αὐτὰ ὁ Κύριος δὲν ἠθέλησε νὰ τὸν τιμωρήσῃ καὶ νὰ καταστρέψῃ ἔτσι τὴν βασιλείαν τοῦ Ἰούδα, χάριν τοῦ Δαβίδ, τοῦ δούλου του. Διότι ὁ Κύριος εἶχεν ὑποσχεθῆ νὰ δώσῃ εἰς τὸν βασιλιᾶ Δαβὶδ καὶ τοὺς διαδόχους του μόνιμον λύχνον - συνέχειαν εἰς τὸν βασιλικὸν Θρόνον του.
- 20
ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν ᾿Εδὼμ ὑποκάτωθεν χειρὸς ᾿Ιούδα καὶ ἐβασίλευσαν ἐφ᾿ ἑαυτοὺς βασιλέα.
Κατὰ τὴν διάρκειαν τῆς βασιλείας τοῦ Ἰωρὰμ οἱ Ἰδουμαῖοι, ποὺ ἦσαν δοῦλοι τῶν Ἰουδαίων, ἐπανεστάτησαν, ἔγιναν ἀνεξάρτητοι καὶ ἀνεκήρυξαν ἰδικόν των βασιλιᾶ.
- 21
καὶ ἀνέβη ᾿Ιωρὰμ εἰς Σιὼρ καὶ πάντα τὰ ἅρματα τὰ μετ᾿ αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξε τὸν ᾿Εδὼμ τὸν κυκλώσαντα ἐπ᾿ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
Δι’ αὐτὸ ὁ Ἰωρὰμ ἐπροχώρησε καὶ ἐπῆγε εἰς τὴν Σιώρ· μαζί του δὲ ἦσαν καὶ ὅλα τὰ πολεμικά του ἅρματα. Συνέβη δὲ τοῦτο: Ἐσηκώθη ἐνωρὶς τὸ πρωῒ καὶ ἐκτύπησε τοὺς Ἰδουμαίους, οἱ ὁποῖοι εἶχαν περικυκλώσει καὶ αὐτὸν καὶ ὅλους τοὺς ἀξιωματικοὺς τῶν πολεμικῶν ἁρμάτων του, μὲ ἀποτέλεσμα οἱ στρατιῶται τοῦ Ἰωρὰμ νὰ ἡττηθοῦν καὶ νὰ καταφύγουν εἰς τὶς κατοικίες των.
- 22
καὶ ἠθέτησεν ᾿Εδὼμ ὑποκάτω τῆς χειρὸς ᾿Ιούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησε Λοβενὰ ἐν τῷ καιρῷ ἐκείνῳ.
Ἔτσι οἱ Ἰδουμαῖοι, ποὺ ἦσαν δοῦλοι τῶν Ἰουδαίων, ἐπανεστάτησαν κατὰ τῶν Ἰουδαίων καὶ ἔγιναν ἀνεξάρτητοι μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές. Κατὰ τὴν ἰδίαν περίοδον ἐπανεστάτησεν ἐπίσης κατὰ τῶν Ἰουδαίων καὶ ἡ πόλις Λοβενά.
- 23
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωρὰμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἰωρὰμ καὶ ὅλα, ὅσα αὐτὸς ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;
- 24
καὶ ἐκοιμήθη ᾿Ιωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Καὶ ἀπέθανεν ὁ Ἰωρὰμ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη κοντὰ εἰς τοὺς προγόνους του εἰς τὴν Ἱερουσαλήμ, τὴν πόλιν τοῦ Δαβίδ, τοῦ πατέρα του. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ὀχοζίας, ὁ υἱός του.
- 25
᾿Εν ἔτει δωδεκάτῳ τῷ ᾿Ιωρὰμ υἱῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς ᾿Ιωράμ.
Κατὰ τὸ δωδέκατον ἔτος τῆς βασιλείας τοῦ Ἰωράμ, υἱοῦ τοῦ Ἀχαάβ, βασιλιᾶ τοῦ Ἰσραήλ, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τὸν βασιλείου τοῦ Ἰούδα ὁ Ὀχοζίας, ὁ υἱὸς τοῦ Ἰωράμ.
- 26
υἱὸς εἴκοσι καὶ δύο ἐτῶν ᾿Οχοζίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ ᾿Αμβρὶ βασιλέως ᾿Ισραήλ.
Ὁ Ὀχοζίας ἦταν εἴκοσι δύο ἐτῶν, ὅταν ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον· ἐβασίλευσε δὲ μὲ ἕδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ἕνα χρόνον. Τὸ ὄνομα τῆς μητέρας τοῦ Ὀχοζία ἦταν Γοθολία· αὐτὴ ἦταν κόρη τοῦ βασιλιᾶ Ἀχαὰβ καὶ ἐγγονὴ τοῦ Ἀμβρί, βασιλιᾶ τοῦ Ἰσραήλ.
- 27
καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου ᾿Αχαὰβ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος ᾿Αχαάβ.
Ὁ Ὀχοζίας ἀκολούθησε τὸ παράδειγμα καὶ τὴν ἁμαρτωλὴν πολιτείαν τῆς βασιλικῆς οἰκογενείας τοῦ Ἀχαὰβ καὶ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν· καὶ ἀντὶ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ ἐλάτρευσε τὰ ἀγάλματα τοῦ θεοῦ Βάαλ, ὅπως ἡ βασιλικὴ οἰκογένεια τοῦ Ἀχαάβ.
- 28
καὶ ἐπορεύθη μετὰ ᾿Ιωρὰμ υἱοῦ ᾿Αχαὰβ εἰς πόλεμον μετὰ ᾿Αζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν ᾿Ιωράμ.
Ὁ Ὀχοζίας ἐσυμμάχησε μὲ τὸν Ἰωράμ, τὸν υἱὸν τοῦ Ἀχαάβ, εἰς πόλεμον κατὰ τοῦ Ἀζαήλ, βασιλιᾶ τῶν Σορῶν, εἰς τὴν Ρεμμὼθ τῆς περιοχῆς Γαλαάδ· εἰς τὸν πόλεμον αὐτὸν οἱ Σύροι ἐπλήγωσαν τὸν Ἰωράμ.
- 29
καὶ ἐπέστρεψεν ὁ βασιλεὺς ᾿Ιωρὰμ τοῦ ἰατρευθῆναι ἐν ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ ᾿Αζαὴλ βασιλέως Συρίας· καὶ ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν ᾿Ιωρὰμ υἱὸν ᾿Αχαὰβ ἐν ᾿Ιεζράελ, ὅτι ἠρρώστει αὐτός.
Καὶ ὁ βασιλιᾶς Ἰωρὰμ ἐπέστρεψεν εἰς τὴν πόλιν Ἰεζράελ διὰ νὰ θεραπευθῇ ἀπὸ τὶς πληγές, τὶς ὁποῖες τοῦ ἐπροξένησαν οἱ Σύροι εἰς τὴν Ρεμμώθ, ἐνῷ αὐτὸς ἐπολεμοῦσε ἐναντίον τοῦ Ἀζαήλ, βασιλιᾶ τῆς Συρίας. Καὶ ὁ βασιλιᾶς Ὀχοζίας, ὁ υἱὸς τοῦ Ἰωράμ, ἐπῆγε εἰς τὴν Ἰεζράελ, διὰ νὰ ἐπισκεφθῇ τὸν βασιλιᾶ Ἰωράμ, υἱὸν τοῦ Ἀχαάβ, διότι αὐτὸς ἦταν πληγωμένος καὶ ἄρρωστος.
