Δ΄ Βασιλειών, κεφάλαιο 10
- 1
Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Ἰοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Ἀχαὰβ λέγων·
Υπῆρχαν ἑβδομῆντα ἀπόγονοι τὸν Ἀχαάβ, οἱ ὁποῖοι ἐζοῦσαν εἰς τὴν Σαμάρειαν. Καὶ ὁ Ἰοὺ ἔγραψεν ἐπιστολήν, τὴν ὁποίαν ἔστειλεν εἰς τὴν Σαμάρειαν πρὸς τοὺς ἄρχοντες τῆς Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ εἰς ἐκείνους, ποὺ ἀνέτρεφαν καὶ εἶχαν τὴν ἐπιμέλειαν τῶν ἀπογόνων τὸν Ἀχαάβ. Ἡ ἐπιστολὴ ἔγραφε:
- 2
καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθ᾿ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ᾿ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα,
«Τώρα λοιπόν, ὅταν φθάσῃ ἡ ἐπιστολὴ αὐτὴ πρὸς σᾶς, μαζί σας θὰ εἶναι οἱ ἀπόγονοι τοῦ κυρίου σας Ἀχαάβ, εἰς τὴν διάθεσίν σας ἐπίσης θὰ εἶναι τὰ πολεμικὰ ἅρματα καὶ τὸ ἱππικὸν καὶ οἱ ὀχυρὲς πόλεις καὶ ὁ ὁπλισμός·
- 3
καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.
διαλέξετε λοιπὸν τὸν καλύτερον, τὸν καταλληλότερον καὶ ἰκανώτερον ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀχαάβ, τοῦ κυρίου σας, ἀνακηρύξετε τὸν βασιλιᾶ καὶ διάδοχον τοῦ πατέρα του καὶ πολεμῆστε ἐναντίον μου, διὰ νὰ ὑπερασπίσετε τὸν βασιλικὸν οἶκον τοῦ κυρίου σας».
- 4
καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον· ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς;
Ἀλλ' οἱ ἄρχοντες τῆς Σαμαρείας ἐτρομοκρατήθησαν ἀπὸ τὸ περιεχόμενον τῆς ἐπιστολῆς αὐτῆς καὶ γεμᾶτοι φόβον εἶπαν: «Νὰ οἱ δύο βασιλεῖς, ὁ Ἰωρὰμ καὶ ὁ Ὀχοζίας, δὲν ἠμπόρεσαν νὰ ἀντισταθοῦν εἰς τὸν Ἰού· καὶ πῶς θὰ ἠμπορέσωμεν νὰ τοῦ ἀντισταθῶμεν ἐμεῖς;»
- 5
καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Ἰοὺ λέγοντες· παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαμοῖς σου ποιήσομεν.
Ἔτσι οἱ ἄρχοντες, ποὺ ἦσαν ὑπεύθυνοι τοῦ βασιλικοῦ οἴκου, καὶ αὐτοὶ ποὺ ἦσαν ὑπεύθυνοι τῆς Σαμαρείας καὶ αὐτοὶ ποὺ ἀνέτρεφαν καὶ εἶχαν τὴν ἐπιμέλειαν τῶν ἀπογόνων τοῦ Ἀχαάβ, ἔστειλαν μήνυμα εἰς τὸν Ἰού, τὸ ὁποῖον ἔλεγεν: «Ὑπηρέται σου εἴμεθα καὶ ἐμεῖς, καὶ ὅλα, ὅσα μᾶς διατάξῃς, θὰ τὰ κάμωμεν μὲ προθυμίαν. Δὲν πρόκειται νὰ ἀνακηρύξωμεν κανένα βασιλιᾶ· μόνον ἐκεῖνο, ποὺ εἶναι ἀρεστὸν εἰς σέ, θὰ κάμωμεν».
- 6
καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον λέγων· εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.
Κατόπιν τούτων ὁ Ἰοὺ ἔστειλε πρὸς αὐτοὺς δεύτερον γράμμα, εἰς τὸ ὁποῖον τοὺς ἔγραφεν: «Ἐὰν σεῖς εἶσθε μαζί μου καὶ ἐὰν εἶσθε πρόθυμοι νὰ ὑπακούσετε εἰς τὶς διαταγές μου, τότε πάρετε τὰ κεφάλια τῶν ἀνδρῶν, τῶν ἀπογόνων τοῦ Ἀχαάβ, τοῦ κυρίου σας, καὶ φέρετέ τα εἰς ἐμὲ αὔριον τὴν ἰδίαν ὥραν εἰς τὴν Ἰεζραελ». Οἱ δὲ ἀπόγονοι τοῦ βασιλιᾶ Ἀχαὰβ ἦσαν ἑβδομῆντα ἄνδρες· αὐτοὺς ἀνέτρεφαν οἱ ἐπίσημοι ἄρχοντες τῆς Σαμαρείας.
- 7
καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰεζράελ.
Καὶ συνέβη τοῦτο: Μόλις ἔφθασεν ἡ ἐπιστολὴ τοῦ Ἰοὺ εἰς τοὺς ἐπισήμους τῆς Σαμαρείας, αὐτοὶ ἐπῆραν τοὺς ἀπογόνους τοῦ βασιλιᾶ Ἀχαὰβ καὶ τοὺς ἔσφαξαν· ἔσφαξαν δηλαδὴ ἑβδομῆντα ἄνδρες καὶ ἔβαλαν τὰ κομμένα κεφάλια των μέσα εἰς κοφίνια καὶ τὰ ἔστειλαν εἰς τὸν Ἰού, εἰς τὴν πόλιν Ἰεζράελ.
- 8
καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε λέγων· ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε· θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ.
Καὶ ἕνας ἀπεσταλμένος ἦλθεν εἰς τὸν Ἰοὺ καὶ τοῦ εἶπεν: «Ἔφεραν τὰ κομμένα κεφάλια τῶν ἀπογόνων τοῦ βασιλιᾶ Ἀχαάβ». Ὁ Ἰοὺ τότε διέταξε: «Βάλτε τα εἰς δύο σωροὺς κοντὰ εἰς τὴν πύλην τῆς πόλεως καὶ ἀφῆστε τα ἐκεῖ μέχρι τὸ πρωΐ».
- 9
καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπε πρὸς πάντα τὸν λαόν· δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;
Ὅταν ἐξημέρωσεν, ὁ Ἰοὺ ἐβγῆκε ἀπὸ τὴν Ἰεζράελ, ἐστάθη εἰς τὴν πύλην τῆς πόλεως καὶ μὲ προσποιητὴν ἔκπληξιν εἶπε πρὸς ὅλον τὸν λαόν, ποὺ εὑρίσκετο ἐκεῖ: «Σεῖς εἶσθε δίκαιοι κριταί· νά, ἐγὼ συνωμότησα, ἐπανεστάτησα κατὰ τοῦ βασιλιᾶ μου Ἰωρὰμ καὶ τὸν ἐσκότωσα· ἀλλὰ ποῖος ἐσκότωσεν ὅλους αὐτούς;
- 10
ἴδετε ἀφφώ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιού.
Μάθετε λοιπὸν τώρα ἐδῶ, ὅτι τίποτε ἀπὸ ὅσα προεῖπεν ὁ Κύριος, δὲν θὰ μείνῃ ἀνεκπλήρωτον ὅλα, ὅσα εἶπεν ὁ Κύριος περὶ τῆς βασιλικῆς οἰκογενείας του Ἀχαάβ, θὰ ἐπαληθευθοῦν. Ὁ δὲ Κύριος ἐπραγματοποίησεν ὅλα, ὅσα ὑπεσχέθη μὲ τὸ στόμα τοῦ δούλου του, τοῦ προφήτου Ἠλία».
- 11
καὶ ἐπάταξεν Ἰοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ Ἀχαὰβ ἐν Ἰεζράελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα.
Κατόπιν ὁ Ἰοὺ ἐθανάτωσεν ὅλους τοὺς ἄλλους ἀπογόνους τοῦ Ἀχαάβ, ποὺ εἶχαν ἀπομείνει εἰς τὴν Ἰεζράελ, καὶ ὅλους τοὺς ἐπισήμους ἄρχοντες τοῦ Ἀχαάβ, ὅλους τοὺς μάντεις καὶ τοὺς εἰδωλολάτρες ἱερεῖς του, ὥστε δὲν ἔμεινε ζωντανὸς κανένας ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀχαάβ.
- 12
Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν, αὐτὸς ἐν Βαιθακὰδ τῶν ποιμένων ἐν τῇ ὁδῷ,
Ὁ Ἰοὺ ἐσηκώθη καὶ ἐπῆγε εἰς τὴν Σαμάρειαν καθ' ὁδὸν δέ, ὅταν ἔφθασεν εἰς τὴν τοποθεσίαν Βαιθακάδ (=«Κατασκήνωσις τῶν βοσκῶν»),
- 13
καὶ Ἰοὺ εὗρε τοὺς ἀδελφοὺς Ὀχοζίου βασιλέως Ἰούδα καὶ εἶπε· τίνες ὑμεῖς; καὶ εἶπον· ἀδελφοὶ Ὀχοζίου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης.
εὑρῆκε ἐκεῖ τοὺς συγγενεῖς τοῦ Ὀχοζία, βασιλιᾶ τοῦ Ἰούδα, καὶ τοὺς ἐρώτησε: «Ποῖοι εἶσθε σεῖς;» Αὐτοὶ τοῦ ἀπάντήσαν: «Ἐμεῖς εἴμεθα συγγενεῖς τοῦ Ὀχοζία καὶ κατεβαίνομεν εἰς τὴν Ἰεζράελ διὰ νὰ χαιρετίσωμεν καὶ ὑποβάλωμεν τὰ σεβάσματά μας εἰς τοὺς υἱοὺς τοῦ βασιλιᾶ καὶ τοὺς υἱοὺς τῆς βασιλομήτορος Ἰεζάβελ».
- 14
καὶ εἶπε· συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακάδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.
Ὁ Ἰοὺ διέταξε τοὺς ἄνδρες του: «Συλλάβετέ τους ζωντανούς!» Τοὺς συνέλαβαν καὶ τοὺς ἔσφαξαν εἰς τὴν τοποθεσίαν Βαιθακάδ (=«Κατασκήνωσις τῶν βοσκῶν»)· ἔσφαξαν δηλαδὴ σαράντα δύο ἄνδρες καὶ δὲν ἀφῆκαν κανένα ζωντανὸν ἀπὸ αὐτούς.
- 15
καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ηὐλόγησεν αὐτόν. καὶ εἶπε πρὸς αὐτὸν Ἰού· εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ· ἔστι. καὶ εἶπεν Ἰού· καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
Ὁ Ἰοὺ ἐπροχώρησε ἀπὸ ἐκεῖ καὶ καθ' ὁδὸν συνήντησε τὸν Ἰωναδάβ, τὸν υἱὸν τοῦ Ρηχάβ, ποὺ ἤρχετο νὰ τὸν συναντήσῃ. Ὁ Ἰοὺ ἐχαιρέτησε τὸν Ἰωναδὰβ καὶ τὸν ἐρώτησε: «Εἶναι ἡ καρδιά σου εἰλικρινὴς ἀπέναντί μου, ὅπως εἶναι ἡ καρδιά μου μὲ τὴν καρδιά σου;» Ὁ Ἰωναδὰβ ἀπάντησε: «Εἶναι». Ὁ Ἰοὺ τοῦ εἶπεν: «Ἐὰν εἶναι πράγματι, τότε δῶσε μου τὸ χέρι σου». Ὁ Ἰωναδὰβ ἔδωκε τὸ χέρι του εἰς τὸν Ἰού, καὶ ὁ Ἰοὺ εἰς ἔνδειξιν τιμῆς καὶ σεβασμοῦ τὸν ἀνέβασε εἰς τὸ πολεμικόν του ἅρμα, τὸν ἔβαλε νὰ καθήσῃ κοντά του
- 16
καὶ εἶπε πρὸς αὐτόν· δεῦρο μετ᾿ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ Σαββαὼθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ.
καὶ τοῦ εἶπεν: «Ἐμπρός, ἔλα μαζί μου καὶ ἰδὲ τὸν ζῆλον καὶ τὴν ἀφοσίωσίν μου εἰς τὸν Κύριον, τὸν παντοκράτορα Θεὸν καὶ ἐξουσιαστὴν τῶν πνευμάτων». Καὶ ὁ Ἰοὺ ἔβαλε τὸν Ἰωναδὰβ νὰ καθήσῃ εἰς τὸ πολεμικόν του ἅρμα, ποὺ κατηυθύνετο πρὸς τὴν Σαμάρειαν.
- 17
καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού.
Ὁ Ἰοὺ ἐμπῆκε εἰς τὴν Σαμάρειαν καὶ ἐσκότωσεν ὅλους τοὺς ἀπογόνους τοῦ Ἀχαάβ, ποὺ εἶχαν ἀπομεινει εἰς τὴν Σαμάρειαν, μέχρις ὅτου ἐξαφάνισε ὅλους, σύμφωνα μὲ τὸν λόγον, ποὺ εἶπεν ὁ Κύριος εἰς τὸν προφήτην Ἠλίαν.
- 18
Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν καὶ εἶπε πρὸς αὐτούς· Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰοὺ δουλεύσει αὐτῷ πολλά·
Ὁ Ἰοὺ συνεκέντρωσεν ὅλον τὸν λαὸν τῆς Σαμαρείας καὶ τοὺς εἶπεν: «Ὁ Ἀχαάβ ἐλάτρευσε τὸν θεὸν Βάαλ ὀλίγον· ἐγὼ ὅμως ὁ Ἰοὺ θὰ τὸν λατρεύσω πολὺ περισσότερον!
- 19
καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βάαλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ.
Δι' αὐτὸ λοιπὸν καλέσατε τώρα κοντά μου ὅλους τοὺς προφῆτες τοῦ Βάαλ, ὅλους τοὺς ὑπηρέτες καὶ λάτρεις του καὶ ὅλους τοὺς ἱερεῖς του. Κανεὶς ἀπὸ ὅλους αὐτοὺς δὲν πρέπει νὰ ἀπουσιάσῃ, διότι πρόκειται νὰ προσφέρω μεγάλην θυσίαν εἰς τὸν Βάαλ. Ὅποιος ἀπουσιάσῃ, θὰ θανατωθῇ. Ὁ Ἰοὺ ἐχρησιμοποίησεν αὐτὸ τὸ πανοῦργον τέχνασμα, διὰ νὰ ἠμπορέσῃ νὰ φονεύσῃ καὶ καταστρέψῃ ὅλους, ὅσοι ἐλάτρευαν τὸν Βάαλ.
- 20
καὶ εἶπεν Ἰού· ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξαν.
Κατόπιν ὁ Ἰοὺ διέταξε: «Κηρύξετε καὶ ὁρίσετε ἡμέραν λατρείας, ἐορτασμοῦ καὶ πανηγύρεως εἰς τιμὴν τοῦ Βάαλ!» Καὶ ἐκήρυξαν.
- 21
καὶ ἀπέστειλεν Ἰοὺ ἐν παντὶ Ἰσραὴλ λέγων· καὶ νῦν πάντες οἱ δοῦλοι καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνήρ, ὅς οὐ παρεγένετο. καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα.
Καὶ ὁ Ἰοὺ ἔστειλε μήνυμα πρὸς ὅλον τὸν Ἰσραηλιτικὸν λαόν, εἰς τὸ ὁποῖον ἔλεγε: «Τώρα λοιπὸν ὅλοι, ὅσοι λατρεύουν τὸν Βάαλ, καὶ ὅλοι οἱ ἱερεῖς του καὶ ὅλοι οἱ προφῆται του νὰ συγκεντρωθοῦν ἄς μὴ ἀπουσιάσῃ κανείς, διότι πρόκειται νὰ προσφέρω μεγάλην θυσίαν εἰς τὸν Βάαλ. Ὅποιος ἀπουσιάσῃ, θὰ θανατωθῇ». Κατόπιν τοῦ μηνύματος αὐτοῦ συνεκεντρώθησαν ὅλοι, ὅσοι ἐλάτρευαν τὸν Βάαλ, καὶ ὅλοι οἱ ἱερεῖς του καὶ ὅλοι οἱ προφῆται του. Δὲν ἔμεινε κανείς, ποὺ δὲν ἦλθεν εἰς τὴν συγκέντρωσιν ἐκείνην. Ὅλοι αὐτοὶ ἐμπῆκαν εἰς τὸν ναὸν τοῦ Βάαλ· καὶ ἐγέμισεν ὁ ναὸς τοῦ Βάαλ τόσον, ὥστε ὁ συνωστισμὸς ἦταν πολὺ μεγάλος, μέχρι σημείου ποὺ τὸ στόμα τοῦ ἑνὸς ἄγγιξε τὸ στόμα τοῦ ἄλλου!
- 22
καὶ εἶπεν Ἰοὺ τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ· ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.
Κατόπιν ὁ Ἰοὺ διέταξεν αὐτόν, ποὺ ἦταν ὑπεύθυνος διὰ τὶς ἱερὲς στολές: «Βγάλε ἀπὸ τὸ σκευοφυλάκιον τοῦ ναοῦ ἱερὲς στολὲς δι' ὅλους, ὅσοι λατρεύουν τὸν Βάαλ». Καὶ ὁ ὑπεύθυνος σκευοφύλαξ ἔβγαλε στολὲς καὶ τὶς ἔδωκεν εἰς αὐτούς.
- 23
καὶ εἰσῆλθεν Ἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ· ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθ᾿ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλ᾿ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι.
Μετὰ ἀπὸ αὐτὰ ὁ Ἰοὺ καὶ ὁ Ἰωναδάβ, ὁ υἱὸς τοῦ Ρηχάβ, ἐμπῆκαν καὶ αὐτοὶ εἰς τὸν ναὸν τοῦ Βάαλ· καὶ ὁ Ἰοὺ εἶπεν εἰς τοὺς πιστοὺς τοῦ Βάαλ: «Ἐρευνῆστε καὶ βεβαιωθῆτε μήπως ὑπάρχει μαζὶ μὲ σᾶς, τοὺς πιστοὺς τοῦ Βάαλ, κανένας δοῦλος τοῦ Κυρίου· βεβαιωθῆτε ὅτι ἐδῶ μέσα ὑπάρχουν μόνον οἱ πιστοὶ καὶ ἀφωσιωμένοι εἰς τὸν Βάαλ».
- 24
καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν· ἀνήρ, ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.
Ὁ δὲ Ἰοὺ ἐμπῆκε εἰς τὸν ναὸν τοῦ Βάαλ διὰ να προσφέρῃ τὶς θυσίες καὶ τὰ ὁλοκαυτώματα εἰς τὸν Βάαλ. Ὁ Ἰοὺ ὅμως ὥρισεν ὀγδόντα ἄνδρες, διέταξε δὲ νὰ εὑρίσκωνται αὐτοὶ ἔξω ἀπὸ τὸν ναὸν καὶ τοὺς εἶπεν: «Ἐὰν κανεὶς ἀπὸ τοὺς ἄνδρες, τοὺς ὁποίους ἐγὼ παραδίδω εἰς τὰ χέρια σας, διασωθῇ, τότε ἡ ζωὴ ἐκείνου ποὺ θὰ τὸν ἀφήσῃ να διασωθῇ, θὰ ἀφαιρεθῇ ἀντὶ τῆς ζωῆς ἐκείνου ποὺ διεσώθη».
- 25
καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις· εἰσελθόντες πατάξατε αὐτούς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
Καὶ συνέβη τοῦτο: Μόλις ὁ Ἰοὺ ἐτελείωσε τὴν θυσίαν τοῦ ὁλοκαυτώματος, ποὺ ἐπρόσφερε, διέταξε τοὺς φρουροὺς καὶ τοὺς ἀξιωματικούς του: «Ἀφοῦ μπῆτε μέσα εἰς τὸν ναόν, σκοτῶστε τους ὅλους· ἂς μὴ γλυτώσῃ κανεὶς ἄνδρας ἀπὸ αὐτούς». Οἱ φρουροὶ καὶ οἱ ἀξιωματικοὶ ὥρμησαν εἰς τὸν ναὸν καὶ ἐπέρασαν ὅλους, ὅσοι εὑρίσκοντο εἰς τὸν ναόν, ἀπὸ τὸ στόμα τῆς μαχαίρας· ἡ φρουρὰ καὶ οἱ ἀξιωματικοὶ τοῦ Ἰοὺ ἐξάπλωσαν ὅλους κάτω νεκρούς. Κατόπιν ἐπροχώρησαν καὶ ἐμπῆκαν εἰς τὸ ἐσωτερικώτερον θυσιαστήριον τοῦ ναοῦ·
- 26
καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ καὶ ἐνέπρησαν αὐτήν.
καὶ ἀπὸ ἐκεῖ ἔβγαλαν ἔξω τὴν ἱερὰν στήλην (ἄγαλμα) τοῦ Βάαλ καὶ τὴν ἔκαυσαν.
- 27
καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνα ἕως τῆς ἡμέρας ταύτης.
Ἐπίσης ἔρριψαν κάτω καὶ κατέστρεψαν τὰ μικρὰ εἴδωλα καὶ ἀγάλματα τοῦ Βάαλ· καὶ κατέστρεψαν τὸν ναὸν τοῦ Βάαλ καὶ τὸν μετέβαλαν εἰς βόθρον ἀκαθαρσιῶν (κοπρῶνα) μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.
- 28
Καὶ ἠφάνισεν Ἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ·
Μὲ τὸν τρόπον αὐτὸν κατέστρεψε καὶ ἑξαφάνισε ὁ Ἰοὺ τὴν λατρείαν τοῦ Βάαλ ἀπὸ τὸν Ἰσραηλιτικὸν λαόν.
- 29
πλὴν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν.
Ὅμως ἀπὸ τὶς ἁμαρτίες καὶ τὴν εἰδωλολατρικὴν πολιτείαν τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, ὁ ὁποῖος παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν, δὲν ἀπεμακρύνθη ὁ Ἰού. Τὰ εἰδωλολατρικὰ ἀγάλματα τῶν χρυσῶν δαμαλίδων εἰς τὴν Βαιθὴλ καὶ τὴν Δὰν συνέχιζαν να ὑπάρχουν.
- 30
καὶ εἶπε Κύριος πρὸς Ἰού· ἀνθ᾿ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαάβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ.
Ὁ Κύριος εἶπε πρὸς τὸν Ἰου: «Δι ὅλα ἐκεῖνα τὰ ἀγαθά, τὰ ὁποῖα εὐηρεστήθης νὰ κάμῃς λεπτομερῶς σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἔντολές μου, δι' ὅσα δηλαδὴ ἔκαμες σύμφωνα μὲ τὸ θέλημά μου εἰς τοὺς ἀπογόνους τῆς βασιλικῆς οἰκογενείας τοῦ Ἀχαάβ, σοῦ ὑπόσχομαι τοῦτο· οἱ ἀπόγονοί σου μέχρι τετάρτης γενεᾶς θὰ ἀναδειχθοῦν βασιλεῖς τοῦ Ἰσραήλ».
- 31
καὶ Ἰοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου Θεοῦ Ἰσραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἀπάνωθεν ἁμαρτιῶν Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
Ἀλλ’ ὁ Ἰοὺ δὲν ἐπρόσεξε, ὥστε νὰ βαδίσῃ καὶ νὰ συμπεριφερθῇ σύμφωνα μὲ τὸν νόμον τοῦ Κυρίου, τοῦ Θεοῦ τοῦ Ἰσραήλ, μὲ ὅλην τὴν καρδιά του, ὥστε αὐτὸν ἐξ ὁλοκλήρου νὰ ποθῇ. Δι' αὐτὸ δὲν ἀπεμακρύνθη ἀπὸ τὶς ἁμαρτίες καὶ τὴν εἰδωλολατρικὴν πολιτείαν τοῦ Ἱεροβοάμ, ὁ ὁποῖος παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν.
- 32
ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς Ἀζαὴλ ἐν παντὶ ὁρίῳ Ἰσραήλ,
Ἕνεκα τῆς συνεχιζομένης ἀσεβείας εἰς τὸν Ἰσραήλ, κατὰ τὶς ἡμέρες ἐκεῖνες ὁ Κύριος ἄρχισε νὰ περικόπτῃ καὶ νὰ μικραίνῃ τὴν ἐδαφικὴν ἀκεραιότητα τοῦ Ἰσραήλ. Διότι ὁ Ἀζαήλ, ὁ βασιλιᾶς τῆς Συρίας, ἐπετέθη καὶ ἐκτύπησε τοὺς Ἰσραηλίτες εἰς ὅλον τὸ μῆκος τῶν συνόρων των
- 33
ἀπὸ τοῦ Ἰορδάνου κατ᾿ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλαὰδ τοῦ Γαδδὶ καὶ τοῦ Ῥουβὴν καὶ τοῦ Μανασσῆ, ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.
τοὺς ἐπετέθη καὶ ἀκρωτηρίαζε τὴν χώραν των ἀπὸ τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη· κατέλαβεν ὅλην τὴν περιοχὴν Γαλαὰδ τῆς φυλῆς τοῦ Γὰδ καὶ τῆς φυλῆς τοῦ Ρουβὴν καὶ τοῦ ἡμίσεος τῆς φυλῆς Μανασσῆ· ἡ ἐπίθεσις τῶν Σύρων ἄρχιζε ἀπὸ τὴν πόλιν Ἀροήρ, ἡ ὁποία εὑρίσκεται εἰς τὴν ὄχθην τοῦ ξεροποτάμου Ἀρνὼν πρὸς νότον, καὶ ἔφθανε μέχρι τὴν περιοχὴν τῆς Γαλαὰδ καὶ τῆς Βασὰν πρὸς βορρᾶν.
- 34
καὶ τὰ λοιπὰ τῶν λόγων Ἰοὺ καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἰοὺ καὶ ὅλα, ὅσα αὐτὸς ἔκαμε, καὶ ὅλα τὰ ἠρωϊκὰ κατορθώματά του καὶ οἱ πόλεμοι, τοὺς ὁποίους ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 35
καὶ ἐκοιμήθη Ἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Ἀπέθανεν ὁ Ἰοὺ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ τὸν ἔθαψαν εἰς τὴν Σαμάρειαν. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἰωαχάζ, ὁ υἱός του.
- 36
καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ἰοὺ ἐπὶ Ἰσραήλ, εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ.
Τὰ δὲ ἔτη, ποὺ ὁ Ἰοὺ ὑπῆρξε βασιλιᾶς τοῦ Ἰσραὴλ μὲ πρωτεύουσαν τὴν Σαμάρειαν, ἀνέρχονται εἰς εἴκοσι ὀκτώ.
