Δ΄ Βασιλειών, κεφάλαιο 7
- 1
ΚΑΙ εἶπεν ῾Ελισαιέ· ἄκουσον λόγον Κυρίου· τάδε λέγει Κύριος· ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.
Κατόπιν ὁ Ἐλισαῖος ἀπάντησε εἰς τὸν Ἰωράμ: «Ἄκουσε τὸν λόγον τοῦ Κυρίου· αὐτὰ λέγει ὁ Κύριος· «τέτοιαν περίπου ὥραν αὔριον ἕνα «μέτρον» (=3 κιλά) σιμιγδάλι θὰ πωλῆται εἰς τὴν τιμὴν ἐνὸς σίκλου καὶ δύο «μέτρα» (= 6 κιλά) κριθάρι θὰ πωλοῦνται ἐπίσης εἰς τὴν τιμὴν ἐνὸς σίκλου, εἰς τὶς πύλες τοῦ τείχους τῆς Σαμαρείας».
- 2
καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ ῾Ελισαιὲ καὶ εἶπεν· ἰδοὺ ποιήσει Κύριος καταράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ ῾Ελισαιὲ εἶπεν· ἰδοὺ σὺ ὄψει τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ.
Τότε ὁ πρωθυπουργός (ἢ ὑπασπιστὴς ἢ ἀρχιστράτηγος) του βασιλιᾶ, εἰς τὸν ὁποῖον ὁ βασιλιᾶς, εἰς ἔνδειξιν τιμῆς, ἀκουμποῦσε τὸ χέρι του, ἀπεκρίθη εἰς τὸν Ἐλισαῖον καὶ τοῦ εἶπε μὲ εἰρωνικὸν τρόπον: «Νά! μήπως ὁ Κύριος θὰ ἀνοίξῃ τοὺς καταρράκτες τοῦ οὐρανοῦ καὶ θὰ βρέξῃ... τρόφιμα; Ἔ! λοιπόν, αὐτὸ εἶναι δυνατὸν νὰ γίνῃ;» Ὁ Ἐλισαῖος τοῦ ἀπάντησε: «Νά! σὺ θὰ ἰδῇς τὸ γεγονὸς αὐτὸ μὲ τὰ μάτια σου, ἀλλ’ ἀπὸ τὶς τροφὲς αὐτὲς δὲν θὰ φάγῃς τίποτε!»
- 3
καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τί ἡμεῖς καθήμεθα ὧδε, ἕως ἀποθάνωμεν;
Τέσσερις ἄνδρες, ποὺ ἦσαν λεπροὶ εὑρίσκοντο ἔξω, κοντὰ εἰς τὴν πύλην τοῦ τείχους τῆς Σαμαρείας, καὶ ὁ ἕνας εἶπεν εἰς τὸν ἄλλον: «Διατὶ καθόμαστε ἐδῶ, ἔξω ἀπὸ τὴν πόλιν, μέχρις ὅτου ἀποθάνωμεν;
- 4
ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα.
Ἐὰν ἀποφασίσωμεν καὶ εἰποῦμε· «θὰ μποῦμε εἰς τὴν πόλιν», ἐφ’ ὅσον ἡ πεῖνα ὑπάρχει εἰς τὴν πόλιν, πάλιν θὰ ἀποθάνωμεν ἐκεῖ ἀπὸ τὴν πεῖναν. Ἐὰν μείνωμεν ἐδῶ ποὺ εὑρισκόμεθα, καὶ πάλιν θὰ ἀποθάνωμεν. Ἑπομένως τώρα μία λύσις μᾶς ἀπομένει· ἐμπρός, ἂς προχωρήσωμεν καὶ ἂς πέσωμεν εἰς τὸ στρατόπεδον τῶν Σύρων· ἐὰν δὲν μᾶς σκοτώσουν καὶ μᾶς ἀφήσουν ζωντανούς, θὰ μᾶς δώσουν νὰ φάγωμεν, ὁπότε θὰ ζήσωμεν· ἐὰν πάλι μᾶς σκοτώσουν, ἔ! Τότε θὰ ἀποθάνωμεν!»
- 5
καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.
Ἔτσι, ἀφοῦ ἐσκοτείνιασε, ἐσηκώθησαν καὶ ἐξεκίνησαν διὰ νὰ μποῦν εἰς τὸ στρατόπεδον τῶν Σύρων καὶ ἔφθασαν εἰς τὸ ἄκρον (τὰ ὅρια) τοῦ Συριακοῦ στρατοπέδου. Ἀλλά, νά! Ἐκεῖ δὲν ὑπῆρχε κανένας ἄνδρας.
- 6
καὶ κύριος ἀκουστὴν ἐποίησε παρεμβολὴν τὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ· νῦν ἐμισθώσατο ἐφ᾿ ἡμᾶς ὁ βασιλεὺς ᾿Ισραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν ἐφ᾿ ἡμᾶς.
Διότι ὁ Κύριος ἔκαμεν, ὥστε οἰ Σύροι στρατιῶται νὰ ἀκούσουν θόρυβον πολεμικῶν ἁρμάτων καὶ θόρυβον ἱππικοῦ καὶ θόρυβον ποὺ προήρχετο ἀπὸ μεγάλην δύναμιν πεζικοῦ. Ἐξ ἀφορμῆς τοῦ θορύβου αὐτοῦ ὁ κάθε Σύρος στρατιώτης εἶπε πρὸς τὸν συνάδελφόν του: «Ἀλλοίμονον! Νά! Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἐστρατολόγησεν ὡς μισθοφόρους τοὺς βασιλεῖς τῶν Χετταίων καὶ τοὺς βασιλεῖς τῶν Αἰγυπτίων, διὰ νὰ μᾶς ἐπιτεθοῦν».
- 7
καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὥς ἐστι καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.
Καὶ οἱ Σύροι ἀπὸ τὸν φόβον τῆς φανταστικῆς ἐπιθέσεως ἐσηκώθησαν ἀμέσως καὶ ἐτράπησαν εἰς φυγὴν μέσα εἰς τὸ σκοτάδι τῆς νύκτας καὶ ἐγκατέλειψαν τὶς σκηνές των καὶ τὸ ἰππικόν των καὶ τοὺς ὄνους των εἰς τὸ στρατόπεδον, ἔτσι ὅπως ἦσαν. Καὶ ἔφυγαν ἆρον - ἆρον, διὰ νὰ σώσουν τὴν ζωήν των.
- 8
καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν καὶ ἔφαγον καὶ ἔπιον καὶ ᾖραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύθησαν· καὶ ἐπέστρεψαν ἐκεῖθεν καὶ εἰσῆλθον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν καὶ κατέκρυψαν.
Ἔτσι οἱ τέσσερις λεπροί, ὅταν ἦλθαν εἰς τὸ ἄκρον (τὰ ὅρια) τοῦ στρατοπέδου, ἐμπῆκαν εἰς μίαν ἀπὸ τὶς ἐγκαταλελειμμένες σκηνὲς καὶ ἔφαγαν καὶ ἤπιαν καὶ ἅρπαξαν ἀπὸ ἐκεῖ ἀσῆμι καὶ χρυσάφι καὶ ρουχισμὸν καὶ ἀνεχώρησαν. Κατόπιν ἐπέστρεψαν ἀπὸ ἐκεῖ, ποὺ ἐπῆγαν, καὶ ἐμπῆκαν εἰς ἄλλην σκηνήν· ἐπῆραν καὶ ἀπὸ ἐκεῖ ὅ,τι ἠμποροῦσαν καὶ ἔφυγαν καὶ ἔκρυψαν ὅ,τι εἶχαν ἁρπάξει.
- 9
καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστί, καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως φωτὸς τοῦ πρωΐ καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως.
Κατόπιν ὅμως εἶπεν ὁ ἕνας πρὸς τὸν ἄλλον: «Δὲν πρέπει νὰ κάμνωμεν αὐτὸ ποὺ κάμνομεν· ἡ ἡμέρα αὐτὴ εἶναι ἡμέρα καλῶν καὶ χαρούμενων εἰδήσεων. Ἐμεῖς ὅμως σιωπῶμεν· ἐὰν μείνωμεν ἔτσι μέχρις ὅτου φέξῃ καὶ ξημερώσῃ, ὁπωσδήποτε θὰ τιμωρηθῶμεν ἀπὸ τὸν Θεόν. Ἐμπρὸς λοιπόν, τώρα ἀμέσως, ἂς τρέξωμεν καὶ ἂς μποῦμε εἰς τὴν Σαμάρειαν καὶ ἂς ἀναγγείλωμεν τὴν εὐχάριστη καὶ χαρούμενη εἴδησιν εἰς τὸ βασιλικὸν παλάτι».
- 10
καὶ εἰσῆλθον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς, λέγοντες· εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσί.
Οἱ τέσσερις λεπροὶ ἔφυγαν ἀπὸ τὸ στρατόπεδον τῶν Σύρων, ἐπῆγαν εἰς τὴν Σαμάρειαν καὶ ἐφώναξαν κοντὰ εἰς τὴν πόλην τῆς πόλεως καὶ ἀνήγγειλαν εἰς τοὺς φρουροὺς τῆς πόλεως: «Ἐμπήκαμε εἰς τὸ στρατόπεδον τῶν Σύρων καὶ νά· ἐκεῖ δὲν ὑπάρχει ἄνθρωπος, οὔτε φωνὴ ἀνθρώπου ἀκούεται, παρὰ μόνον ὑπάρχουν δεμένοι οἱ ἵπποι καὶ οἱ ὄνοι καὶ οἱ σκηνὲς τῶν στρατιωτῶν ἄθικτες, ὅπως τὶς ἐγκατέλειψαν».
- 11
καὶ ἐβόησαν οἱ θυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω.
Οἱ θυρωροὶ τῆς πόλεως ἐφώναξαν εἰς τοὺς φρουρούς, ποὺ ἦσαν μέσα εἰς τὴν πόλιν, καὶ αὐτοὶ ἀνήγγειλαν τὴν εἴδησιν εἰς τὸ βασιλικὸν παλάτι.
- 12
καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπε πρὸς τοὺς παῖδας αὐτοῦ· ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ὑμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες· ὅτι ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλληψόμεθα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεθα.
Ὁ βασιλιᾶς ἐσηκώθη κατὰ τὴν νύκτα καὶ εἶπε πρὸς τοὺς ὑπηρέτες (ἢ ἀξιωματικούς) του: «Τώρα θὰ σᾶς ἀναγγείλω, ὅσα ἐμηχανεύθησαν δι' ἠμᾶς οἱ Σύροι! Ἔμαθαν ὅτι ἐμεῖς πεινοῦμε καὶ ἐβγῆκαν ἀπὸ τὸ στρατόπεδον καὶ ἐκρύφθησαν ἔξω εἰς τὰ χωράφια μὲ τὴν ἑξῆς σκέψιν· οἱ πολιορκημένοι Ἰσραηλῖται θὰ βγοῦν ἀπὸ τὴν Σαμάρειαν διὰ νὰ εὔρουν τροφήν, ὁπότε ἐμεῖς θὰ τοὺς συλλάβωμεν ζωντανοὺς καὶ κατόπιν θὰ μποῦμε εἰς τὴν πόλιν».
- 13
καὶ ἀπεκρίθη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπε· λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων, οἳ κατελείφθησαν ὧδε, ἰδού εἰσι πρὸς πᾶν τὸ πλῆθος ᾿Ισραὴλ τὸ ἐκλεῖπον· καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεθα.
Ἕνας ὅμως ἀπὸ τοὺς ὑπηρέτες (ἢ ἀξιωματικούς) του ἀπάντησε εἰς τὸν βασιλιᾶ καὶ τοῦ εἶπεν: «Ἂς πάρουν, παρακαλοῦμεν, πέντε ἄνδρες πέντε ἵππους ἀπὸ ἐκεῖνους, ποὺ ἀπέμειναν ζωντανοὶ διότι νά· αὐτοὶ οἱ λίγοι μᾶς ἔμειναν ἐδῶ ἀπὸ τοὺς πολλοὺς ποὺ εἴχαμε. Αὐτοὺς τοὺς πέντε ἂς ἀποστείλωμεν ἐκεῖ εἰς τὸ στρατόπεδον τῶν Σύρων, διὰ νὰ ἑξακριβώσωμεν τὶ ἔχει συμβῇ».
- 14
καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς ᾿Ισραὴλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων· δεῦτε καὶ ἴδετε.
Ἐπῆραν δύο ἱππεῖς καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ τοὺς ἔστειλεν εἰς τὸ στρατόπεδον τοῦ Σύρου βασιλιᾶ μὲ τὴν ὁδηγίαν: «Πηγαίνετε νὰ ἐξακριβώσετε τὶ συμβαίνει».
- 15
καὶ ἐπορεύθησαν ὀπίσω αὐτῶν ἕως τοῦ ᾿Ιορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔρριψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ.
Οἱ ἀπεσταλμένοι τῶν Ἰσραηλιτῶν ἐπῆγαν πρὸς τὴν κατεύθυνσιν, ποὺ ἀκολούθησαν οἱ Σύροι, καὶ ἔφθασαν μέχρι τοῦ ποταμοῦ Ἰορδάνη. Καὶ νά· ὅλος ὁ δρόμος ἦταν γεμᾶτος ἀπὸ ροῦχα (στολὲς) καὶ ὁπλισμόν, τὰ ὁποῖα οἱ Σύροι στρατιῶται ἔρριψαν μέσα εἰς τὸν πανικὸν καὶ τὴν γεμάτην τρόμον φυγήν των. Καὶ οἱ ἀγγελιαφόροι τῶν Ἰσραηλιτῶν ἐπέστρεψαν εἰς τὴν Σαμάρειαν καὶ ἀνήγγειλαν εἰς τὸν βασιλιᾶ ὅσα εἶδαν καὶ διεπίστωσαν.
- 16
καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασαν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ρῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.
Τότε ὁ λαὸς τῆς Σαμαρείας ἐβγῆκε ἀπὸ τὴν πόλιν, ὥρμησε πρὸς τὸ στρατόπεδον τῶν Σύρων καὶ τὸ ἐλεηλάτησεν. Ἦσαν δὲ τόσον πολλὰ τὰ λάφυρα καὶ τὰ τρόφιμα, ὥστε συνέβη τοῦτο: Ἕνα «μέτρον» σιμιγδάλι ἐπωλεῖτο εἰς τὴν τιμὴν ἐνὸς σίκλου, ὅπως εἶπεν ὁ Κύριος διὰ τοῦ Ἐλισαίου, καὶ δύο «μέτρα» κριθάρι ἐπωλοῦντο ἐπίσης εἰς τὴν τιμὴν ἐνὸς σίκλου!
- 17
καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύσατο τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης. καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε, καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.
Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ὥρισε τότε τὸν πρωθυπουργὸν (ἢ ὑπασπιστὴν ἢ ἀρχιστράτηγον), εἰς τὸν ὁποῖον ὁ βασιλιᾶς, εἰς ἔνδειξιν τιμῆς, ἀκουμποῦσε τὸ χέρι του, ὡς ὑπεύθυνον ἐπόπτην καὶ φύλακα τῆς πύλης τῶν τειχῶν τῆς Σαμαρείας. Ὅμως ὁ λαός, ἕνεκα τοῦ συνωστισμοῦ καὶ τῆς ὁρμῆς του, τὸν ἐποδοπάτησεν ἐκεῖ εἰς τὴν πύλην καὶ ἔτσι ἀπέθανεν, ὅπως εἶχεν εἰπεῖ ὁ Ἐλισαῖος, ὁ ἄνθρωπος τοῦ Θεοῦ, εἰς τὸν βασιλιᾶ, ὅταν αὐτὸς ἐπῆγε πρὸς τὸν Ἐλισαῖον μὲ τὸν ἀγγελιαφόρον του.
- 18
καὶ ἐγένετο καθὰ ἐλάλησεν ῾Ελισαιὲ πρὸς τὸν βασιλέα λέγων· δίμετρον κριθῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὔριον ἐν τῇ πύλῃ Σαμαρείας·
Ἔτσι συνέβη ἀκριβῶς ἐκεῖνο, τὸ ὁποῖον προεῖπεν ὁ Ἐλισαῖος πρὸς τὸν βασιλιᾶ: «Δύο «μέτρα» κριθάρι θὰ πωλοῦνται εἰς τὴν τιμὴν ἐνὸς σίκλου καὶ ἕνα «μέτρον» σιμιγδάλι θὰ πωλῆται ἐπίσης εἰς τὴν τιμὴν ἐνὸς σίκλου· καὶ αὐτὰ θὰ συμβοῦν τέτοιαν περίπου ὥραν αὔριον εἰς τὴν πύλην τῶν τειχῶν τῆς Σαμαρείας».
- 19
καὶ ἀπεκρίθη ὁ τριστάτης τῷ ῾Ελισαιὲ καὶ εἶπεν· ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ρῆμα τοῦτο; καὶ εἶπεν ῾Ελισαιέ· ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.
Τότε ὁ πρωθυπουργὸς (ἢ ὑπασπιστὴς ἢ ἀρχιστράτηγός) τοῦ βασιλιᾶ εἶχεν ἀπαντήσει εἰς τὸν Ἐλισαῖον καὶ τοῦ εἶπε μὲ εἰρωνικὸν τρόπον: «Νά· μήπως ὁ Κύριος θὰ ἀνοίξῃ τοὺς καταρράκτες τοῦ οὐρανοῦ καὶ θὰ βρέξῃ... τρόφιμα; Ἔ! Λοιπόν, αὐτὸ εἶναι δυνατὸν νὰ γίνῃ;» Ὁ Ἐλισαῖος ὅμως τοῦ ἀπεκρίθη: «Νά! Σὺ θὰ ἰδῇς τὸ γεγονὸς αὐτὸ μὲ τὰ μάτια σου, ἀλλ' ἀπὸ τὶς τροφὲς αὐτές δὲν θὰ φάγῃς τίποτε!»
- 20
καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ καὶ ἀπέθανε.
Καὶ πράγματι ἔτσι ἐξελίχθησαν τὰ γεγονότα! Ὁ λαὸς ἐπάνω εἰς τὸν συνωστισμὸν καὶ τὴν ὁρμήν του ἐποδοπάτησε τὸν βασιλικὸν ἀξιωματοῦχον εἰς τὴν πύλην τοῦ τείχους τῆς Σαμαρείας καὶ ἔτσι ἀπέθανε!
