Δ΄ Βασιλειών, κεφάλαιο 6
- 1
ΚΑΙ εἶπον υἱοὶ τῶν προφητῶν πρὸς ῾Ελισαιέ· ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀφ᾿ ἡμῶν·
Μίαν ἡμέραν οἱ προφῆται εἶπαν εἰς τὸν Ἑλισαῖον: «Νά· ὁ τόπος, εἰς τὸν ὁποῖον κατοικοῦμεν μαζί σου, εἶναι πολὺ περιωρισμένος καὶ στενόχωρος δι’ ἡμᾶς.
- 2
πορευθῶμεν δὴ ἕως τοῦ ᾿Ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκόν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπε· δεῦτε.
Δῶσε μας, σὲ παρακαλοῦμεν, τὴν ἄδειαν νὰ πᾶμε εἰς τὸν Ἰορδάνην, νὰ κόψωμεν μερικὰ δένδρα καὶ νὰ πάρῃ καθένας μας ἕνα δοκάρι (κορμόν), ὥστε να κατασκευάσωμεν ἐκεῖ διὰ τὸν ἑαυτόν μας νέαν κατοικίαν, διὰ νὰ κατοικῶμεν». Ὁ Ἐλισαῖος τοὺς ἀπάντησε: «Πολὺ καλά· πηγαίνετε».
- 3
καὶ εἶπεν ὁ εἷς ἐπιεικῶς· δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν· ἐγὼ πορεύσομαι.
Ἕνας δὲ ἀπὸ τοὺς προφῆτες παρεκάλεσε τὸν Ἑλισαῖον μὲ εὐγένειαν καὶ τοῦ εἶπεν: «Ἔλα καὶ σὺ μαζὶ μὲ τοὺς δούλους σου». Ὁ Ἐλισαῖος ἀπάντησε: «Θὰ ἔλθω καὶ ἐγώ».
- 4
καὶ ἐπορεύθη μετ᾿ αὐτῶν, καὶ ἦλθον εἰς τὸν ᾿Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα.
Ἔτσι ἐπῆγε μαζί των. Καὶ ὅταν ἔφθασαν εἰς τὸν Ἰορδάνην, ἄρχισαν νὰ κόβουν δένδρα.
- 5
καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν· ὧ Κύριε, καὶ αὐτὸ κεκρυμμένον.
Καὶ νά· καθὼς ἕνας ἀπὸ αὐτοὺς ἔκοβε καὶ ἔρριχνε κάτω ἔναν κορμὸν δένδρου, ἔξαφνα τὸ σίδερο τοῦ τσεκουριοῦ του ἔπεσεν εἰς τὸ νερὸν τοῦ Ἰορδάνη. Ὁ ξυλοκόπος προφήτης ἐφώναξεν: «Ὤ, κύριε, τὶ θὰ κάμω! Καὶ αὐτὸ τὸ τσεκούρι ἦταν δανεικόν!»
- 6
καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισε ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον.
Ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὁ Ἐλισαῖος, τοῦ εἶπε: «Ποὺ ἔπεσε;» Καὶ ὁ προφήτης τοῦ ἔδειξε τὸν τόπον. Ὁ Ἐλισαῖος ἔκοψεν ἕνα ξύλον, τὸ ἔκαμε στυλιάρι καὶ τὸ ἔρριξε ἐκεῖ, ὅπου ἔπεσε τὸ σίδερο· καὶ τότε τὸ σίδερο τὸν τσεκουριοῦ ἀνέβηκε εἰς τὴν ἐπιφάνειαν καὶ ἐπέπλεε!
- 7
καὶ εἴρηκεν· ὕψωσον σεαυτῷ· καὶ ἐξέτεινε τὴν χεῖρα καὶ ἔλαβεν αὐτό.
Καὶ ὁ Ἐλισαῖος εἶπεν εἰς τὸν ξυλοκόπον: «Πάρε το ἀπὸ ἐκεῖ ποὺ ἐπιπλέει». Καὶ ἐκεῖνος ἄπλωσε τὸ χέρι του καὶ τὸ ἐπῆρε.
- 8
καὶ ὁ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν ᾿Ισραὴλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων· εἰς τὸν τόπον τόνδε τινὰ ἐλμωνὶ παρεμβαλῶ.
Ὁ βασιλιᾶς τῆς Συρίας εὑρίσκετο εἰς πόλεμον μὲ τὸν Ἰσραηλιτικὸν λαὸν καὶ συνεκάλεσε συμβούλιον τῶν ἀξιωματικῶν του, εἰς τὸ ὁποῖον τοὺς εἶπεν: «Εἰς αὐτὸν καὶ εἰς ἐκεῖνον τὸν τόπον θὰ στρατοπεδεύσω καὶ θὰ στήσω ἐνέδραν ἐναντίον τοῦ Ἰσραήλ».
- 9
καὶ ἀπέστειλεν ῾Ελισαιὲ πρὸς τὸν βασιλέα ᾿Ισραὴλ λέγων· φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται.
Ἀλλ’ ὁ Ἐλισαῖος ἔστειλε μήνυμα πρὸς τὸν βασιλιᾶ του Ἰσραήλ, μὲ τὸ ὁποῖον τοῦ ἔλεγε: «Πρόσεξε μὴ περάσῃς ἀπὸ τὸν τόπον τοῦτον, διότι ἐκεῖ ἔχουν στήσει ἐνέδραν οἱ Σύροι».
- 10
καὶ ἀπέστειλεν ὁ βασιλεὺς ᾿Ισραὴλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ῾Ελισαιέ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.
Μετὰ τὴν πληροφορίαν αὐτὴν ὁ βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἔστειλε μήνυμα πρὸς τοὺς ἀνθρώπους, ποὺ εὑρίσκοντο εἰς τὸν τόπον ἐκεῖνον, τὸν ὁποῖον τοῦ ἐφανέρωσεν ὁ Ἐλισαῖος, καὶ τὸν ἐφρουροῦσαν· καὶ αὐτὸ δὲν συνέβη μίαν οὔτε δύο, ἀλλ’ ἀρκετὲς φορές.
- 11
καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ ᾿Ισραήλ;
Ἐξ ἀφορμῆς τοῦ γεγονότος αὐτοῦ, ἕνεκα τοῦ ὁποίου ἀπέτυχαν τὰ σχέδια, ἀνεστατώθη ὁ βασιλιᾶς τῆς Συρίας· ἐπροσκάλεσε δὲ τοὺς ἀξιωματικούς του καὶ τοὺς ἐρώτησε: «Δὲν θὰ μοῦ πῆτε ποῖος ἀποκαλύπτει καὶ προδίδει τὰ σχέδιά μου εἰς τὸν βασιλιᾶ του Ἰσραηλιτικοῦ λαοῦ;»
- 12
καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ· οὐχί κύριέ μου βασιλεῦ, ὅτι ῾Ελισαιὲ ὁ προφήτης ὁ ἐν ᾿Ισραὴλ ἀναγγέλλει τῷ βασιλεῖ ᾿Ισραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου.
Ἕνας ἀπὸ τοὺς ἀξιωματικούς του ἀπάντησε: «Κανεὶς ἀπὸ ἡμᾶς, κύριέ μου βασιλιᾶ· ὁ προφήτης Ἐλισαῖος, ποὺ εἶναι εἰς τὸ βασίλειον τοῦ Ἰσραήλ, αὐτὸς ἀποκαλύπτει εἰς τὸν βασιλιᾶ του Ἰσραὴλ ὅλα τὰ σχέδια καὶ αὐτὰ ἀκόμη τὰ λόγια, τὰ ὁποῖα θὰ εἰπῇς εἰς τὸ ἰδιαίτερον δωμάτιον τῆς κρεββατοκάμαράς σου».
- 13
καὶ εἶπε· δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήψομαι αὐτόν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἰδοὺ ἐν Δωθαΐμ.
Τότε ὁ Σύρος βασιλιᾶς διέταξεν: «Ἐμπρός, πηγαίνετε νὰ ἐξακριβώσετε ποὺ εὑρίσκεται αὐτός (ὁ Ἐλισαῖος), ὥστε νὰ ἀποστείλω ἀνθρώπους νὰ τὸν συλλάβουν». Ἀνήγγειλαν δὲ εἰς τὸν βασιλιᾶ καὶ τοῦ εἶπαν: «Νά· αὐτὸς εὑρίσκεται εἰς τὴν Δωθαΐμ».
- 14
καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.
Τότε ὁ βασιλιᾶς τῆς Συρίας ἔστειλεν ἐκεῖ ἱππικὸν καὶ πολεμικὰ ἅρματα καὶ ἰσχυρὰν δύναμιν πεζικοῦ· ὅλοι αὐτοὶ ἔφθασαν εἰς τὴν Δωθαῒμ κατὰ τὴν διαρκειαν τῆς νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.
- 15
καὶ ὤρθρισεν ὁ λειτουργὸς ῾Ελισαιὲ ἀναστῆναι καὶ ἐξῆλθε, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτόν· ὦ κύριε, πῶς ποιήσομεν;
Καὶ ὅταν τὴν ἑπομένην ἡμέραν ὁ ὑπηρέτης τοῦ Ἐλισαίου ἐσηκώθη ἐνωρὶς τὸ πρωῒ καὶ ἐβγῆκε ἀπὸ τὸ σπίτι, εἶδεν ἔξαφνα στρατιωτικὴν δύναμιν να περικυκλώνῃ τὴν πόλιν καὶ ἱππικὸν καὶ πολεμικὰ ἅρματα. Καὶ ὁ ὑπηρέτης ἐγύρισε καὶ εἶπεν εἰς τὸν Ἑλισαῖον: «Ὤ, κύριε, ἀλλοίμονον εἴμαστε καταδικασμένοι! Τί θὰ κάμωμεν τώρα;»
- 16
καὶ εἶπεν ῾Ελισαιέ· μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ᾿ ἡμῶν ὑπὲρ τοὺς μετ᾿ αὐτῶν.
Ὁ Ἐλισαῖος ἀπάντησε: «Μὴ φοβᾶσαι! Διότι ἐκεῖνοι ποὺ εἶναι μὲ τὸ μέρος μας, εἶναι περισσότεροι ἀπὸ ἐκείνους ποὺ εἶναι μαζί των!»
- 17
καὶ προσηύξατο ῾Ελισαιὲ καὶ εἶπε· Κύριε, διάνοιξον δὴ τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε. καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ ῾Ελισαιέ.
Τότε ὁ Ἐλισαῖος προσηυχήθη καὶ εἶπε: «Κύριε, ἄνοιξε, σὲ παρακαλῶ, τὰ πνευματικὰ μάτια τοῦ ὑπηρέτου, ὥστε νὰ ἰδῇ!» Καὶ ὁ Κύριος ἀπάντησε εἰς τὴν προσευχὴν τοῦ Ἐλισαίου καὶ ἄνοιξε τὰ μάτια τοῦ ὑπηρέτου καὶ εἶδε. Καὶ νά· τὸ ὅρος ἦταν γεμᾶτον ἀπὸ ἱππικὸν καὶ ἅρματα πύρινα γύρω - γύρω ἀπὸ τὸν Ἑλισαῖον.
- 18
καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπε· πάταξον δὴ τὸ ἔθνος τοῦτο ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ρῆμα ῾Ελισαιέ.
Ὅταν οἱ Σύροι κατέβηκαν καὶ ἐπετέθησαν ἐναντίον τοῦ Ἐλισαίου, ὁ Προφήτης προσηυχήθη εἰς τὸν Κύριον καὶ εἶπεν: «Ὤ, Κύριε, κτύπησε τὸ ἔθνος αὐτὸ μὲ ἀορασίαν». Καὶ ὁ Κύριος ἐκτύπησε τοὺς ἄνδρες ἐκείνους μὲ ἀορασίαν, σύμφωνα μὲ τὸ αἴτημα τοῦ Ἐλισαίου.
- 19
καὶ εἶπε πρὸς αὐτοὺς ῾Ελισαιέ· οὐχὶ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἄξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς πρὸς Σαμάρειαν.
Τότε ὁ Ἐλισαῖος τοὺς ἐπλησίασε καὶ τοὺς εἶπε: «Κάμνετε λάθος· δὲν εἶναι αὐτὴ ἡ πόλις, εἰς τὴν ὁποίαν πρέπει νὰ πᾶτε· οὔτε εἶναι αὐτὸς ὁ δρόμος, ποὺ πρέπει νὰ ἀκολουθήσετε· ἀκολουθήστε με καὶ ἐγὼ θὰ σᾶς ὁδηγήσω καὶ θὰ σᾶς φέρω εἰς τὸν ἄνθρωπον, τὸν ὁποῖον ζητεῖτε». Ἔτσι ὁ Ἐλισαῖος τοὺς ὠδήγησεν εις τὴν Σαμάρειαν.
- 20
καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν ῾Ελισαιέ· ἄνοιξον δή, Κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξε Κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας.
Συνέβη δὲ τοῦτο: Μόλις εμπηκαν εἰς τὴν Σαμάρειαν, ὀ Ἐλισαῖος προσηυχήθη καὶ εἶπε: «Κύριε, ἄνοιξε, σὲ παρακαλῶ, τὰ μάτια τους, ὥστε νὰ ἰδοῦν ποὺ εὑρίσκονται». Ὁ Κύριος ἄκουσε τὴν προσευχὴν τοῦ Ἐλισαίου καὶ ἄνοιξε τὰ μάτια τους καὶ τότε εἶδαν καὶ νά· εὑρίσκοντο εἰς τὸ κέντρον τῆς Σαμαρείας!
- 21
καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ῾Ελισαιέ, ὡς εἶδεν αὐτούς· εἰ πατάξας πατάξω, πάτερ;
Ὁ βασιλιᾶς τῆς Σαμαρείας, μόλις τοὺς εἶδεν, εἶπεν εἰς τὸν Ἑλισαῖον: «Νὰ τοὺς σκοτώσω; Νὰ τοὺς σκοτώσω, πατέρα μου;»
- 22
καὶ εἶπεν· οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ρομφαίᾳ σου καὶ τόξῳ σου σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν.
Ὁ Ἐλισαῖος τοῦ ἀπάντησε: «Ὄχι, νὰ μὴ τοὺς σκοτώσῃς· μόνον ἐκείνους, τοὺς ὁποίους συνέλαβες αἰχμαλώτους σὺ μὲ τὴν ρομφαίαν καὶ τὸ τόξον σου, ἔχεις δικαίωμα νὰ κτυπήσῃς. Πρόσφερέ τους ψωμιὰ καὶ νερὸ καὶ ἂς φάγουν καὶ ἂς πιοῦν καὶ κατόπιν ἂς φύγουν, διὰ νὰ ἐπιστρέψουν εἰς τὸν βασιλιᾶ των».
- 23
καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν ᾿Ισραήλ.
Ἔτσι ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ τοὺς παρέθεσε τραπέζι πλούσιον καὶ αὐτοὶ ἔφαγαν καὶ ἤπιαν. Κατόπιν τοὺς ἔστειλε πίσω ἐλευθέρους καὶ αὐτοὶ ἐπέστρεψαν εἰς τὸν βασιλιᾶ των τῆς Συρίας. Ἀπὸ τότε οἱ ληστρικὲς ὁμάδες τῆς Συρίας ἐσταμάτησαν πλέον τὶς ἐπιθέσεις των ἐναντίον τῆς χώρας τοῦ Ἰσραήλ.
- 24
Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς ῎Αδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν.
Μετὰ τὰ γεγονότα αὐτὰ συνέβη τοῦτο: Ὁ υἱὸς Ἄδερ, βασιλιᾶς τῆς Συρίας, συνήθροισεν ὅλον τὸν στρατόν του καὶ ἐπροχώρησε καὶ ἐπολιόρκησε τὴν πόλιν τῆς Σαμαρείας.
- 25
καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾿ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου.
Ἕνεκα τῆς πολιορκίας αὐτῆς ἔγινε μεγάλη πεῖνα μέσα εἰς τὴν Σαμάρειαν. Καὶ νά· οἱ Σύροι τὴν ἐπολιορκοῦσαν τόσον στενά, ἡ δὲ πεῖνα εἶχεν αὐξηθῇ τόσον πολύ, ὥστε ἡ κεφαλὴ ἐνὸς ὄνου ἐστοίχιζε πενῆντα ἀργυροῦς σίκλους καὶ 1/16 γαλλονιοῦ τῆς κόπρου τῶν περιστεριῶν ἐστοίχιζε πέντε ἀργυροῦς σίκλους.
- 26
καὶ ἦν ὁ βασιλεὺς διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησε πρὸς αὐτὸν λέγουσα· σῶσον, κύριε βασιλεῦ.
Καθὼς ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἐβάδιζε μίαν ἡμέραν ἐπάνω εἰς τὸ τεῖχος, κάποια γυναῖκα τοῦ ἐφώναξε καὶ τοῦ εἶπε: «Σῶσε με, κύριε βασιλιᾶ».
- 27
καὶ εἶπεν αὐτῇ· μή σε σώσαι Κύριος, πόθεν σώσω σε; μὴ ἀπὸ ἅλωνος ἢ ἀπὸ ληνοῦ;
Ὁ βασιλιᾶς τῆς ἀπάντησε: «Ἐὰν ὁ Κύριος δὲν σὲ σώσῃ, ἐγὼ ποίαν βοήθειαν ἠμπορῶ νὰ σοῦ προσφέρω; Μήπως ἀπὸ τὸ ἀνύπαρκτον σιτάρι τοῦ ἁλωνιοῦ ἢ ἀπὸ τὸ ἀνύπαρκτον κρασί τοῦ πατητηριοῦ σταφυλιῶν;»
- 28
καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί ἔστι σοι; καὶ εἶπεν ἡ γυνή· αὕτη εἶπε πρός με· δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου φαγόμεθα αὐτὸν αὔριον·
Καὶ ὁ βασιλιᾶς τὴν ἐρώτησε: «Τί σοῦ συμβαίνει;» Ἡ γυναῖκα τοῦ ἀπάντησε: «Αὐτὴ ἡ γυναῖκα μοῦ εἶπε· «δῶσε τὸν υἱόν σου νὰ τὸν φάγωμεν σήμερα, καὶ τὸν υἱόν μου θὰ τὸν φάγωμεν αὔριον»!
- 29
καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ· δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν. καὶ ἔκρυψε τὸν υἱόν αὐτῆς.
Ἔτσι ἐψήσαμε τὸν υἱόν μου καὶ τὸν ἐφάγαμε. Τὴν ἑπομένην ἡμέραν εἶπα εἰς αὐτήν: «Δῶσε τώρα τὸν υἱόν σου, διὰ νὰ τὸν φάγωμεν». Αὐτὴ ὅμως ἔκρυψε τὸν υἱόν της!»
- 30
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ᾿Ισραὴλ τοὺς λόγους τῆς γυναικός, διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους. καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν.
Μόλις ἄκουσε ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ τὰ λόγια αὐτὰ τῆς γυναίκας, ἔσχισε τὰ ροῦχα του ἀπὸ φρίκην καὶ τρόμον, καὶ ἐβάδιζεν ἐπάνω εἰς τὸ τεῖχος φορώντας σάκκον (τρίχινο, χονδρό, μαῦρο καὶ μονοκόμματο ἔνδυμα, χωρὶς σχισμὲς καὶ πτυχές, ποὺ ἔδεναν μὲ σχοινιὰ εἰς τὴν μέσην), εἰς ἔνδειξιν πένθους διὰ τὴν συμφοράν. Καὶ ὁ λαὸς εἶδε τὸν σάκκον, τὸ ἐσωτερικὸν πένθιμον ἔνδυμα, ποὺ ἐφοροῦσε ὁ βασιλιᾶς του κατασάρκα,
- 31
καὶ εἶπε· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ ῾Ελισαιὲ ἐπ᾿ αὐτῷ σήμερον.
Καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ γεμᾶτος ἀγανάκτησιν εἶπεν: «Εἴθε νὰ μὲ τιμωρήσῃ ὁ Θεὸς μὲ αὐτὴν τὴν συμφορὰν καὶ εἴθε νὰ μοῦ προσθέσῃ καὶ ἄλλες ἀκόμη χειρότερες συμφορές, ἐὰν σταθῇ ἡ κεφαλὴ τοῦ Ἐλισαίου ἐπάνω εἰς τὸ σῶμα του, πρὶν τελειώσῃ ἡ σημερινὴ ἡμέρα!»
- 32
καὶ ῾Ελισαιὲ ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾿ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπε πρὸς τοὺς πρεσβυτέρους· εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν· καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ;
Ἐν τῷ μεταξὺ ὁ Ἐλισαῖος εὑρίσκετο εἰς τὸ σπίτι του, μαζί του δὲ ἦσαν καὶ οἱ πρεσβύτεροι καὶ συνεσκέπτοντο. Καὶ ὁ βασιλιᾶς Ἰωρὰμ ἀπέστειλε κάποιον ἀπὸ τὸ προσωπικόν του πρὸς τὸν Ἑλισαῖον διὰ νὰ τὸν σκοτώσῃ. Ὅμως ὁ Προφήτης, πρὶν ἀκόμη φθάσῃ ὁ βασιλικὸς ἀπεσταλμένος, φωτιζόμενος ἀπὸ τὸν Θεὸν εἶπε πρὸς τοὺς πρεσβυτέρους: «Γνωρίζετε μήπως, ὅτι ὁ Ἰωράμ, αὐτὸς ὁ υἱὸς τοῦ φονιὰ Ἀχαάβ, ἔστειλεν ἀπεσταλμένον νὰ μὲ φονεύσῃ; Προσέξετε, λοιπόν· ὅταν φθάσῃ ὁ ἀπεσταλμένος αὐτός, κλείσετε καλὰ τὴν πόρταν καὶ ἐμποδίσετέ τον νὰ περάσῃ μέσα· μήπως δὲν ἀκούεται ὁ θόρυβος τῶν ποδιῶν τοῦ κυρίου τοῦ Ἰωρὰμ πίσω ἀπὸ αὐτόν;»
- 33
ἔτι αὐτοῦ λαλοῦντος μετ᾿ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν· ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ Κυρίῳ ἔτι;
Ἐνῷ ἀκόμη ὁ Ἐλισαῖος συνωμιλοῦσε μαζὶ μὲ τοὺς πρεσβυτέρους καὶ τοὺς ἔλεγεν αὐτά, νά· ἔξαφνα κατέφθασεν ὁ βασιλικὸς ἀπεσταλμένος, «Δὲν ἠμπόρεσεν ὅμως νὰ μπῇ εἰς τὸ δωμάτιον, ὅπου ἦταν ὁ Ἐλισαῖος, ἐπειδὴ ἡ πόρτα τοῦ σπιτιοῦ ἦταν κλειστή. Τότε κατέφθασε καὶ ὁ βασιλιᾶς, ὁ ὁποῖος μετὰ ἀπὸ δεύτερες σκέψεις ἔτρεξε πίσω ἀπὸ τὸν ἀπεσταλμένον του». Παρουσιάσθη δὲ ὁ βασιλιᾶς ἐμπρὸς εἰς τὸν Ἑλισαῖον καὶ τοῦ εἶπε: «Νά· αὐτὴ ἡ συμφορά, ποὺ ἐκτύπησε τὴν πόλιν, προέρχεται ἀπὸ τὸν Κύριον! Ἀρκετὰ ἐπερίμενα μέχρι τώρα· τί ἄλλο περισσότερον βαρὺ ἔχω νὰ περιμένω ἀπὸ τὸν Κύριον;»
