Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Δ΄ ΒΑΣΙΛΕΙΩΝ

Δ΄ Βασιλειών, κεφάλαιο 2

25 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (25)
  1. 1

    ΚΑΙ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν ᾿Ηλιοὺ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη ᾿Ηλιοὺ καὶ ῾Ελισαιὲ ἐκ Γαλγάλων.

    Συνέβη δέ, ὅταν ὁ Κύριος ἐπρόκειτο νὰ ἀνεβάσῃ τὸν Ἠλίαν εἰς τὸν οὐρανὸν μὲ ἀνεμοστρόβιλον, ὁ Ἠλίας ἀνεχώρησε μαζὶ μὲ τὸν Ἐλισαῖον ἀπὸ τὰ Γάλγαλα.

  2. 2

    καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς ῾Ελισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ.

    Καὶ ὁ Ἠλίας εἶπε πρὸς τὸν Ἐλισαῖον: «Μεῖνε, σὲ παρακαλῶ, ἐδῶ, διότι ὁ Κύριος μὲ στέλλει νὰ πάω εἰς τὴν Βαιθήλ». Ὁ Ἐλισαῖος ὅμως τοῦ ἀπάντησε: «Ὁ Θεὸς εἶναι Θεὸς ζωντανὸς καὶ ἀκούει· ὁρκίζομαι εἰς αὐτὸν καὶ εἰς τὴν ζωήν σου, ὅτι δὲν θὰ σὲ ἀφήσω νὰ πᾶς μόνος σου». Ἔτσι ἦλθαν καὶ οἱ δύο μαζὶ εἰς τὴν Βαιθήλ.

  3. 3

    καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς ῾Ελισαιὲ καὶ εἶπον πρὸς αὐτόν· εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· κἀγὼ ἔγνωκα, σιωπᾶτε.

    Καὶ οἱ προφῆται, ποὺ ἦσαν εἰς τὴν Βαιθήλ, ἦλθαν εἰς τὸν Ἐλισαῖον καὶ τοῦ εἶπαν: «Γνωρίζεις μήπως ὅτι ὁ Κύριος θὰ παραλάβῃ σήμερα τὸν κύριόν σου μὲ ἀνάληψιν καὶ θὰ σὲ στερήσῃ τῆς ἀρχηγίας του;» Ὁ Ἐλισαῖος τοὺς ἀπάντησε: «Ναί· τὸ γνωρίζω καὶ ἐγώ· ἡσυχάζετε ὅμως καὶ μὴ κάμνετε λόγον διὰ τὸ γεγονὸς αὐτό».

  4. 4

    καὶ εἶπεν ᾿Ηλιοὺ πρὸς ῾Ελισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς ῾Ιεριχώ· καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς ῾Ιεριχώ.

    Καὶ ὁ Ἠλίας εἶπεν εἰς τὸν Ἐλισαῖον: «Μεῖνε, σὲ παρακαλῶ, ἐδῶ, διότι ὁ Κύριος μὲ στέλλει νὰ πάω εἰς τὴν Ἱεριχώ». Ὁ Ἐλισαῖος ὅμως τοῦ ἀπάντησε: «Ὁ Θεὸς εἶναι Θεὸς ζωντανὸς καὶ ἀκούει· ὁρκίζομαι εἰς αὐτὸν καὶ εἰς τὴν ζωήν σου, ὅτι δὲν θὰ σὲ ἀφήσω νὰ πᾶς μόνος σου». Ἔτσι ἦλθαν καὶ οἱ δύο μαζὶ εἰς τὴν Ἱεριχώ.

  5. 5

    καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ῾Ιεριχὼ πρὸς ῾Ελισαιὲ καὶ εἶπαν πρὸς αὐτόν· εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.

    Καὶ οἱ προφῆται, ποὺ εὑρίσκοντο εἰς τὴν Ἱεριχώ, ἐπλησίασαν τὸν Ἐλισαῖον καὶ τοῦ εἶπαν: «Γνωρίζεις μήπως ὅτι ὁ Κύριος θὰ παραλάβῃ σήμερα τὸν κύριον σου μὲ ἀνάληψιν καὶ θὰ σὲ στερήσῃ τῆς ἀρχηγίας του;» Ὁ Ἐλισαῖος τοὺς ἀπάντησε: «Ἀσφαλῶς τὸ γνωρίζω καὶ ἐγώ· ἡσυχάζετε ὅμως καὶ μὴ κάμνετε λόγον διὰ τὸ γεγονὸς αὐτό».

  6. 6

    καὶ εἶπεν αὐτῷ ᾿Ηλιού· κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν ᾿Ιορδάνην· καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι·

    Ὁ Ἠλίας εἶπεν εἰς τὸν Ἐλισαῖον: «Μεῖνε, σὲ παρακαλῶ, ἐδῶ, διότι ὁ Κύριος μὲ στέλλει νὰ πάω εἰς τὸν Ἰορδάνην». Ὁ Ἐλισαῖος ὅμως τοῦ ἀπάντησε: «Ὁ Θεὸς εἶναι Θεὸς ζωντανὸς καὶ ἀκούει· ὁρκίζομαι εἰς αὐτὸν καὶ εἰς τὴν ζωήν σου, ὅτι δὲν θὰ σὲ ἀφήσω νὰ πᾶς μόνος σου». Ἔτσι ἐπῆγαν καὶ οἱ δύο μαζὶ εἰς τὸν Ἰορδάνην.

  7. 7

    καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ ᾿Ιορδάνου.

    Πενῆντα δὲ προφῆται ἐπῆγαν καὶ ἐστάθηκαν ἀπέναντι, μακριὰ ἀπὸ αὐτούς, διὰ νὰ παρακολουθήσουν ὅσα ἐπρόκειτο νὰ γίνουν. Οἱ δύο δέ, ὁ Ἠλίας καὶ ὁ Ἐλισαῖος, ἐστάθησαν εἰς τὴν ὄχθην τοῦ Ἰορδάνη.

  8. 8

    καὶ ἔλαβεν ᾿Ηλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.

    Τότε ὁ Ἠλίας ἐπῆρε τὴν μηλωτήν του, τὴν ἐπεριτύλιξε καὶ ἐκτύπησε μὲ αὐτὴν τὰ νερὰ τοῦ ποταμοῦ, αὐτὰ δὲ ἐχωρίσθησαν καὶ παρεμέρισαν ἀπὸ ἐδῶ καὶ ἀπὸ ἐκεῖ· ἔτσι ἐβάδισαν καὶ οἱ δύο μέσα ἀπὸ τὸ στεγνὸν πέρασμα, ποὺ ἐσχηματίσθη, καὶ ἐπέρασαν εἰς τὴν ἄλλην ὄχθην, εἰς τὴν ἀπέναντι ἔρημον.

  9. 9

    καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ ᾿Ηλιοὺ εἶπε πρὸς ῾Ελισαιέ· αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. καὶ εἶπεν ῾Ελισαιέ· γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾿ ἐμέ.

    Τότε συνέβη τοῦτο: Ὅταν ἐπέρασαν εἰς τὴν ἀπέναντι ὄχθην, ὁ Ἠλίας εἶπε πρὸς τὸν Ἐλισαῖον: «Ζήτησε, τί θέλεις νὰ σοῦ κάμω πρὶν ἀναληφθῶ ἀπὸ κοντά σου εἰς τὸν οὐρανόν». Ὁ Ἐλισαῖος ἀπάντησε: «Ἂς γίνῃ, σὲ παρακαλῶ, εἰς ἐμὲ διπλῆ ἡ χάρις, ἡ δωρεὰ τοῦ πνεύματος, ποὺ ὑπάρχει εἰς σέ».

  10. 10

    καὶ εἶπεν ᾿Ηλιού· ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.

    Καὶ ὁ Ἠλίας τοῦ εἶπε: «Μεγάλη εἶναι ἡ ἀπαίτησίς σου, δύσκολον πρᾶγμα ἐζήτησες· ὅμως, ἐὰν μὲ ἰδῇς νὰ ἀναλαμβάνωμαι ἀπ’ ἐμπρός σου εἰς τὸν οὐρανόν, τὸ αἴτημά σου θὰ πραγματοποιηθῇ ὅπως τὸ ἐζήτησες· ἐὰν ὅμως δὲν μὲ ἰδῇς νὰ ἀναλαμβάνωμαι, δὲν θὰ πραγματοποιηθῇ».

  11. 11

    καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη ᾿Ηλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.

    Τότε συνέβη τοῦτο: Ἐνῶ αὐτοὶ ἐβάδιζαν καὶ συνωμιλοῦσαν, ἔξαφνα νά! παρουσιάσθη ἅρμα πύρινον, ποὺ τὸ ἔσερναν ἄλογα πύρινα καὶ ἐπέρασαν μεταξὺ τοῦ Ἠλία καὶ τοῦ Ἐλισαίου καὶ τοὺς ἐχώρισαν· καὶ ὁ Ἠλίας ἀνελήφθη μέσα εἰς ἀνεμοστρόβιλον πρὸς τὰ ἄνω, ὡς εἰς τὸν οὐρανόν!

  12. 12

    καὶ ῾Ελισαιὲ ἑώρα καὶ ἐβόα· πάτερ, πάτερ, ἅρμα ᾿Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ρήγματα.

    Καὶ ὁ Ἐλισαῖος, καθὼς ἔβλεπε τὸ θαυμαστὸν γεγονός, ἐφώναζε: «Πατέρα μου, πατέρα μου! Σὺ ἤσουν τὰ ἅρματα καὶ τὸ ἱππικὸν τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὁ ἰσχυρὸς μυστικὸς ὁδηγὸς τοῦ λαοῦ· φεύγεις καὶ ποὺ μᾶς ἀφήνεις τώρα;» Καὶ ὁ Ἐλισαῖος δὲν ξαναεῖδε πλέον τὸν Ἠλίαν. Ὁ Ἐλισαῖος, εἰς ἔνδειξιν πένθους διὰ τὴν στέρησιν τοῦ πνευματικοῦ του πατέρα καὶ τοῦ πνευματικοῦ ὁδηγοῦ τοῦ Ἰσραήλ, ἔπιασε τὰ ροῦχα του καὶ τὰ ἔσχισεν εἰς δύο κομμάτια.

  13. 13

    καὶ ὕψωσε τὴν μηλωτὴν ᾿Ηλιού, ἣ ἔπεσεν ἐπάνωθεν ῾Ελισαιέ, καὶ ἐπέστρεψεν ῾Ελισαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ ᾿Ιορδάνου·

    Ὁ Ἐλισαῖος ἐσήκωσε κατόπιν ἀπὸ τὸ ἔδαφος τὴν μηλωτὴν τοῦ Ἠλία, ποὺ ἔπεσεν ἀπὸ ἐπάνω ψηλά, μόλις ἀνελήφθη ὁ Ἠλίας, ἐγύρισε δὲ πίσω καὶ ἐστάθη εἰς τὴν ὄχθην τοῦ Ἰορδάνη.

  14. 14

    καὶ ἔλαβε τὴν μηλωτὴν ᾿Ηλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη· καὶ εἶπε· ποῦ ὁ Θεὸς ᾿Ηλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη ῾Ελισαιέ.

    Καὶ ἐπῆρε τὴν μηλωτὴν τοῦ Ἠλία, ἡ ὁποία ἔπεσεν ἀπὸ ψηλὰ ἐπάνω του, καὶ ἐκτύπησε μὲ αὐτὴν τὰ νερὰ τοῦ ποταμοῦ, ὅμως αὐτὰ δὲν ἐχωρίσθησαν καὶ δὲν παρεμέρισαν. Καὶ ὁ Ἐλισαῖος εἶπε: «Ποὺ εἶναι ὁ Θεὸς τοῦ Ἠλία; Ποὺ εἶναι (τώρα αὐτός);» Καὶ γεμᾶτος πίστιν καὶ θάρρος ἐκτύπησε πάλιν τὰ νερά· καὶ τότε αὐτὰ ἐχωρίσθησαν καὶ παρεμέρισαν ἀπὸ ἐδῶ καὶ ἀπὸ ἐκεῖ. Ἔτσι ὁ Ἐλισαῖος ἐπέρασε τὸν ποταμὸν Ἰορδάνην.

  15. 15

    καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν ῾Ιεριχὼ ἐξεναντίας καὶ εἶπον· ἐπαναπέπαυται τὸ πνεῦμα ᾿Ηλιοὺ ἐπὶ ῾Ελισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.

    Ὅταν οἰ πενῆντα προφῆται, ποὺ ἦσαν εἰς τὴν ἀπέναντι ὄχθην τοῦ Ἰορδάνη, πρὸς τὴν πλευρὰν τῆς Ἱεριχοῦς, καὶ παρακολουθοῦσαν τὰ γινόμενα, εἶδαν τὸν προφήτην Ἐλισαῖον, εἶπαν: «Πράγματι· τὸ πνεῦμα (ἡ δύναμις ἡ θαυματουργική) τοῦ Ἠλία ἔχει ἔλθει καὶ ἔχει ἀναπαυθῆ πλήρως εἰς τὸν Ἐλισαῖον!» Καὶ οἱ προφῆται αὐτοὶ ἦλθαν νὰ συναντήσουν τὸν Ἐλισαῖον καί, ἐπειδὴ τὸν ἀνεγνώρισαν πλέον ὡς ἀνώτερόν των, ἔπεσαν μπρούμυτα εἰς τὴν γῆν, τὸν ἐπροσκύνησαν εὐλαβικὰ καὶ ταπεινά,

  16. 16

    καὶ εἶπον πρὸς αὐτόν· ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ ᾿Ιορδάνῃ ἢ ἐφ᾿ ἓν τῶν ὀρέων ἢ ἐφ᾿ ἕνα τῶν βουνῶν. καὶ εἶπεν ῾Ελισαιέ· οὐκ ἀποστελεῖτε.

    καὶ τοῦ εἶπαν: «Νά· μαζὶ μὲ ἡμᾶς τοὺς δούλους σου εἶναι καὶ πενῆντα γεροδεμένοι καὶ δυνατοὶ ἄνδρες· δῶσε τους τὴν ἄδειαν, σὲ παρακαλοῦμεν, νὰ ἐρευνήσουν διὰ νὰ εὔρουν τὸν κύριόν σου, τὸν Ἠλίαν, μήπως ἄνεμος Κυρίου (κατ' ἄλλην ἑρμηνείαν: Τὸ Πνεῦμα τοῦ Κυρίου) τὸν ἅρπαξε καὶ τὸν ἔρριψεν εἰς τὸν Ἰορδάνην ἢ ἐπάνω εἰς κάποιο βουνὸ ἢ εἰς κάποιον λόφον». Ὁ Ἐλισαῖος τοὺς ἀπάντησε: «Ὄχι· νὰ μὴ τοὺς στείλετε».

  17. 17

    καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο. καὶ εἶπεν· ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν.

    Αὐτοὶ ὅμως ἐπέμεναν καὶ τὸν ἐπίεζαν νὰ δεχθῇ, μέχρις ὅτου ὁ Ἐλισαῖος ἐντρέπετο νὰ ἀρνῆται, τελικῶς δὲ ὑπεχώρησεν εἰς τὸ αἴτημά των καὶ εἶπε: «Στείλετέ τους». Καὶ οἱ προφῆται ἔστειλαν πενῆντα ἄνδρες, οἱ ὁποῖοι ἐρεύνησαν ἐπὶ τρεῖς ἡμέρες, ἀλλὰ δὲν εὑρῆκαν τὸν Ἠλίαν.

  18. 18

    καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν ῾Ιεριχώ, καὶ εἶπεν ῾Ελισαιέ· οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;

    Καὶ ἐπέστρεψαν πάλιν πρὸς τὸν Ἐλισαῖον, αὐτὸς δὲ εὑρίσκετο εἰς τὴν Ἱεριχώ. Καὶ ὁ Ἐλισαῖος τοὺς εἶπε: «Δὲν σᾶς εἶπα νὰ μὴ πάτε;»

  19. 19

    καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς ῾Ελισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη.

    Καὶ οἱ ἄνδρες τῆς Ἱεριχοῦς εἶπαν εἰς τὸν Ἐλισαῖον: «Νά· ἡ τοποθεσία τῆς πόλεως καὶ ἡ γύρω ἀπὸ αὐτὴν περιοχὴ εἶναι θαυμασία, ὅπως ἄλλωστε καὶ σύ, ὁ κύριός μας, βλέπεις· ὅμως τὰ νερὰ εἶναι ἀνθυγιεινὰ καὶ δι' αὐτὸ τὸ ἔδαφος εἶναι ἄγονον (μαζὶ δὲ μὲ τὴν γῆν ἄτεκνοι καὶ τὰ ζῶα καὶ οἱ ἄνθρωποι».

  20. 20

    καὶ εἶπεν ῾Ελισαιέ· λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον καὶ ἤνεγκαν πρὸς αὐτόν.

    Τότε ὁ Ἐλισαῖος τοὺς εἶπε: «Φέρετέ μου μιὰ καινούργία μικρὴ πήλινη στάμνα καὶ βάλετε μέσα ἀλάτι». Ἐπῆραν καὶ τοῦ τὴν ἔφεραν.

  21. 21

    καὶ ἐξῆλθεν ῾Ελισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπε· τάδε λέγει Κύριος· ἴαμαι τὰ ὕδατα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.

    Καὶ ὁ Ἐλισαῖος ἐβγῆκε ἀπὸ τὴν πόλιν καὶ ἐπῆγε εἰς τὴν πηγὴν τῶν νερῶν καὶ ἔρριψεν ἐκεῖ μέσα τὸ ἁλάτι καὶ εἶπε: «Αὐτὰ λέγει ὁ Κύριος· «θεραπεύω τὰ νερὰ αὐτά, ἀπὸ ἀνθυγιεινὰ τὰ κάνω καθαρὰ καὶ ὑγιεινά· ἀπὸ αὐτὰ δὲν θὰ πηγάζῃ πιὰ θάνατος, οὔτε θὰ γίνωνται αὐτὰ αἰτία νὰ μένῃ ἡ γῆ ἄγονος καὶ τὰ ζῶα καὶ οἱ ἄνθρωποι ἄτεκνοι».

  22. 22

    καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ρῆμα ῾Ελισαιέ, ὃ ἐλάλησε.

    Πράγματι· τὰ νερὰ ἐκαθαρίσθησαν, ἔγιναν ὑγιεινὰ μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές, κατὰ τὴν ἐντολὴν ποὺ ἔδωκεν ὁ Ἐλισαῖος, μὲ τὸν λόγον ποὺ εἶπεν.

  23. 23

    καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ· ἀνάβαινε, φαλακρέ, ἀνάβαινε.

    Ἀπὸ ἐκεῖ ὁ Ἐλισαῖος ἀνέβη εἰς τὴν πόλιν Βαιθήλ. Καὶ καθὼς ἐβάδιζε καὶ ἀνέβαινεν, ἐβγῆκαν ἀπὸ τὴν πόλιν μικρὰ παιδιὰ καὶ τὸν εἰρωνεύοντο καὶ τοῦ ἔλεγαν: «Ἀνέβαινε, φαλακρέ, ἀνέβαινε».

  24. 24

    καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ᾿ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.

    Ὁ Ἐλισαῖος ἐγύρισε πίσω, τὰ ἐκύτταξε καὶ τὰ κατηράσθη μὲ τὸ νὰ ἐπικαλεσθῇ τὸ ὄνομα τοῦ Κυρίου. Καὶ τότε, νά! ἔξαφνα ἐβγῆκαν ἀπὸ τὸ κοντινὸν δάσος δύο ἀρκοῦδες καὶ κατεσπάραξαν ἀπὸ αὐτὰ σαράντα δύο παιδιά.

  25. 25

    καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον κἀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

    Ἀπὸ ἐκεῖ ὁ Ἐλισαῖος ἐπῆγε εἰς τὸ ὅρος Καρμήλιον, καὶ ἀπὸ ἐκεῖ ἐπέστρεψε κατόπιν εἰς τὴν Σαμάρειαν.