Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Δ΄ ΒΑΣΙΛΕΙΩΝ

Δ΄ Βασιλειών, κεφάλαιο 3

27 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (25)
  1. 1

    ΚΑΙ ᾿Ιωρὰμ υἱὸς ᾿Αχαὰβ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα καὶ ἐβασίλευσε δώδεκα ἔτη.

    Ο Ἰωράμ, υἱὸς τοῦ Ἀχαάβ, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰσραὴλ κατὰ τὸ δέκατον ὄγδοον ἔτος τῆς βασιλείας τοῦ Ἰωσαφάτ, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα· ὁ Ἰωρὰμ ἐβασίλευσε μὲ ἔδραν τὴν Σαμάρειαν δώδεκα χρόνια.

  2. 2

    καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ. καὶ μετέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·

    Ὁ Ἰωρὰμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν· ὄχι ὅμως τόσον πολύ, ὅσον ὁ πατέρας του καὶ ὅσον ἡ μητέρα του Ἰεζάβελ. Καὶ κατέστρεψε τὶς εἰδωλολατρικὲς στῆλες τοῦ βδελυκτοῦ Βάαλ, τὶς ὁποῖες κατεσκεύασεν ὁ πατέρας τοῦ Ἀχαάβ.

  3. 3

    πλὴν ἐν τῇ ἁμαρτίᾳ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῆς.

    Ὅμως καὶ αὐτός (εἰς μικρότερον πάντως βαθμὸν ἀπὸ τοὺς γονεῖς καὶ τοὺς ἀδελφούς του) ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίς τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, μὲ τὶς ὁποῖες ἐκεῖνος παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν· εἰς ὅλα αὐτὰ προσεκολλήθη καὶ ὁ Ἰωρὰμ καὶ δὲν ἀπεμακρύνθη ἀπὸ αὐτά.

  4. 4

    καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήδ, καὶ ἐπέστρεφε τῷ βασιλεῖ ᾿Ισραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων.

    Ὁ Μωσά, βασιλιᾶς τῆς Μωάβ, εἶχε κοπάδια προβάτων, καὶ κάθε χρόνον ἐπλήρωνεν εἰς τὸν βασιλιᾶ του Ἰσραὴλ ὡς φόρον, ἕνεκα μιᾶς ἐπαναστάσεώς του κατὰ τοῦ Ἰσραήλ, ἡ ὁποία ἀπέτυχεν, ἑκατὸν χιλιάδες ἀρνιὰ καὶ ἑκατὸν χιλιάδες κριάρια, μὲ τὸ μαλλί των.

  5. 5

    καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν ᾿Αχαὰβ καὶ ἠθέτησε βασιλεὺς Μωὰβ ἐν βασιλεῖ ᾿Ισραήλ.

    Συνέβη ὅμως τοῦτο: Μόλις ἀπέθανεν ὁ Ἀχαάβ, ὁ βασιλιᾶς τῆς Μωὰβ ἀρνήθηκε νὰ πληρώνῃ πλέον φόρον καὶ ἐπανεστάτησεν ἐναντίον τὸν βασιλιᾶ του Ἰσραηλιτικοῦ λαοῦ.

  6. 6

    καὶ ἐξῆλθεν ὁ βασιλεὺς ᾿Ιωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν ᾿Ισραήλ·

    Τότε ὁ βασιλιᾶς Ἰωρὰμ ἐβγῆκε ἀμέσως ἀπὸ τὴν Σαμάρειαν καὶ ἐπεθεώρησεν, ἀπέγραψε καὶ ἀρίθμησε τὸν Ἰσραηλιτικὸν λαόν.

  7. 7

    καὶ ἐπορεύθη καὶ ἐξαπέστειλε πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα λέγων· βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν· ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου.

    Ἔπειτα ἐπῆγε καὶ ἔστειλε μήνυμα πρὸς τὸν βασιλιᾶ Ἰωσαφάτ, τοῦ βασιλείου τοῦ Ἰούδα, τὸ ὁποῖον ἔλεγεν: «Ὁ βασιλιᾶς τῆς Μωὰβ ἀρνεῖται νὰ μοῦ πληρώνῃ πλέον φόρον καὶ ἐπανεστάτησεν ἐναντίον μου· θέλεις νὰ συμμαχήσῃς μαζί μου εἰς τὸν πόλεμον ἐναντίον τῆς Μωάβ;» Ὁ Ἰωσαφὰτ ἀπάντησε: «Ναί· θὰ ἀνέβω μαζί σου· εἶμαι εἰς τὴν διάθεσίν σου. Διότι ὅπως εἶμαι ἐγώ, ἔτσι εἶσαι καὶ σύ· ὅπως εἶναι ὁ λαός μου, ἔτσι εἶναι καὶ ὁ λαός σου· ὅπως εἶναι τὸ ἱππικόν μου, ἔτσι εἶναι καὶ τὸ ἱππικόν σου».

  8. 8

    καὶ εἶπε· ποία ὁδῷ ἀναβῶ; καὶ εἶπεν· ὁδὸν ἔρημον ᾿Εδώμ.

    Καὶ ὁ Ἰωσαφὰτ ἐρώτησε: «Ἀπὸ ποῖον δρόμον πρέπει νὰ ἀνέβω;» Καὶ ὁ Ἰωρὰμ τοῦ ἀπάντησε: «Θὰ ἀκολουθήσωμεν) τὸν δρόμον, ποὺ περνᾷ ἀπὸ τὴν ἔρημον τῆς Ἰδουμαίας».

  9. 9

    καὶ ἐπορεύθη ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ὁ βασιλεὺς ᾿Ιούδα καὶ ὁ βασιλεὺς ᾿Εδὼμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσι τοῖς ἐν τοῖς ποσὶν αὐτῶν.

    Ἔτσι ἐσυμμάχησαν ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ καὶ ὁ βασιλιᾶς τοῦ Ἰούδα καὶ ὁ βασιλιᾶς τῆς Ἰδουμαίας. Ἐπροχώρησαν καὶ ἐβάδισαν ὄχι ἀπ’ εὐθείας, ἀλλὰ γύρω - γύρω τὸν δρόμον τῆς ἐρήμου· τὰ στρατεύματα, ἀφοῦ ἐβάδισαν ἐπὶ ἑπτὰ ἡμέρες, ἀντιμετώπισαν (λόγῳ τῆς ἐρήμου) τὴν ἔλλειψιν νεροῦ διὰ τοὺς στρατιῶτες καὶ τὰ μεταφορικὰ ζῶα, ποὺ τοὺς ἀκολουθοῦσαν.

  10. 10

    καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραήλ· ὦ, ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωὰβ

    Τότε ὁ Ἰωράμ, βασιλιᾶς τοῦ Ἰσραήλ, εἶπεν: «Ἀλλοίμονον, ἐχαθήκαμε! Διότι ὁ Κύριος ἐπροσκάλεσε ἐμᾶς τοὺς τρεῖς βασιλεῖς, ποὺ ἐσυμμαχήσαμε κατὰ τῆς Μωάβ, διὰ νὰ μᾶς παραδώσῃ εἰς τὰ χέρια τοῦ βασιλιᾶ τῆς Μωάβ!»

  11. 11

    καὶ εἶπεν ᾿Ιωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπιζητήσωμεν τὸν Κύριον παρ᾿ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων τοῦ βασιλέως ᾿Ισραὴλ καὶ εἶπεν· ὧδε ῾Ελισαιὲ υἱὸς Σαφάτ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας ᾿Ηλιού.

    Ὁ βασιλιᾶς ὅμως Ἰωσαφὰτ εἶπε: «Δὲν ὑπάρχει ἐδῶ προφήτης τοῦ Κυρίου, ὥστε νὰ συμβουλευθῶμεν τὸν Κύριον μέσῳ τοῦ προφήτου αὐτοῦ;» Καὶ ἕνας ἀπὸ τοὺς στρατιῶτες (ἢ ὑπηρέτες) τοῦ βασιλιᾶ του Ἰσραὴλ ἀπάντησε: «Ἐδῶ εἶναι ὁ προφήτης Ἐλισαῖος, ὁ υἱὸς τοῦ Σαφάτ, ὁ ὁποῖος ὑπῆρξε πιστὸς ὑπηρέτης τοῦ προφήτου Ἠλία καὶ ἔχυνε νερὸν εἰς τὰ χέρια του».

  12. 12

    καὶ εἶπεν ᾿Ιωσαφάτ· ἔστιν αὐτῷ ρῆμα Κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα καὶ βασιλεὺς ᾿Εδώμ.

    Τότε ὁ βασιλιᾶς Ἰωσαφὰτ εἶπε: «Γνωρίζω ὅτι αὐτὸς εἶναι γνήσιος καὶ ἀληθινὸς Προφήτης καὶ εἰς αὐτὸν ὁμιλεῖ πράγματι ὁ Θεός». Ἔτσι ὁ Ἰωράμ, βασιλιᾶς τὸν Ἰσραήλ, καὶ ὁ Ἰωσαφάτ, βασιλιᾶς τοῦ Ἰούδα, καὶ ὁ βασιλιᾶς τῆς Ἰδουμαίας ἐπῆγαν νὰ συναντήσουν τὸν προφήτην Ἐλισαῖον.

  13. 13

    καὶ εἶπεν ῾Ελισαιὲ πρὸς βασιλέα ᾿Ισραήλ· τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τοὺς προφήτας τῆς μητρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς ᾿Ισραήλ· μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;

    Καὶ ὁ Ἐλισαῖος εἶπε πρὸς τὸν βασιλιᾶ του Ἰσραήλ: «Ποία σχέσις ὑπάρχει μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ τί ζητεῖς ἀπὸ ἐμέ; Πήγαινε νὰ συμβουλευθῇς τούς (ψευδοπροφῆτες τοῦ πατέρα σου Ἀχαὰβ καὶ τῆς μητέρας σου Ἰεζάβελ». Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἀπάντησε εἰς τὸν Ἐλισαῖον: «Μήπως ὁ Κύριος ἐπροσκάλεσε ἐμᾶς τοὺς τρεῖς βασιλεῖς ἐδῶ, διὰ νὰ μᾶς παραδώσῃ εἰς τὰ χέρια τοῦ βασιλιᾶ τῆς Μωάβ;»

  14. 14

    καὶ εἶπεν ῾Ελισαιέ· ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον ᾿Ιωασαφὰτ βασιλέως ᾿Ιούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρός σε καὶ εἶδόν σε·

    Ὁ Ἐλισαῖος ἀπάντησε: «Εἰς τὸ ὄνομα τοῦ ζωντανοῦ Κυρίου τῶν οὐρανίων καὶ ἐπιγείων δυνάμεων, τὸν ὁποῖον ἐγὼ ὑπηρετῶ, σὲ βεβαιώνω ὅτι, ἐὰν δὲν ἐλάμβανα ὑπ' ὄψιν καὶ δὲν ἐκτιμοῦσα τὸν σύμμαχόν σου Ἰωσαφάτ, βασιλιᾶ τοῦ Ἰούδα, καθόλου δὲν θὰ σὲ ἐπρόσεχα καὶ οὔτε βλέμμα δὲν θὰ σοῦ ἔρριχνα.

  15. 15

    καὶ νῦν λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ Κυρίου,

    Τώρα ὅμως φέρε μου ἐδῶ ἄνθρωπον, ποὺ ξέρει νὰ παίζῃ μουσικὸν ὄργανον». Καὶ τότε συνέβη τοῦτο: Ἐνῷ ὁ μουσικός (ψαλμωδός) ἔπαιζε τὴν λύραν του, ἡ προστατευτικὴ δύναμις καὶ παντοδύναμος χάρις τοῦ Κυρίου ἐγέμισε τὴν ψυχὴν τοῦ Ἐλισαίου καὶ τὸν ἐνέπνευσε.

  16. 16

    καὶ εἶπε· τάδε λέγει Κύριος· ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους·

    Καὶ ὁ Ἐλισαῖος εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος· «Σκάψετε μικροὺς λάκκους (λακκοῦβες) εἰς ὅλην τὴν κοίτην τοῦ ξηροποτάμου αὐτοῦ».

  17. 17

    ὅτι τάδε λέγει Κύριος· οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν·

    Διότι αὐτὰ λέγει ὁ Κύριος: «Παρ’ ὅλον ὅτι δὲν θὰ ἀκούσετε ἄνεμον νὰ φυσᾷ, οὔτε θὰ ἰδῆτε βροχὴν νὰ πέφτη, ὁ ξηροπόταμος αὐτὸς θὰ γεμίσῃ νερόν· καὶ ἀπὸ αὐτὸ θὰ πιῆτε σεῖς καὶ τὰ ζῶα, ποὺ ἔχετε μαζί σας ὡς τροφήν, καὶ τὰ μεταφορικά σας ζῶα».

  18. 18

    καὶ κούφη αὐτὴ ἐν ὀφθαλμοῖς Κυρίου, καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν,

    Ἀλλ’ αὐτὸ εἶναι πολὺ εὔκολον πρᾶγμα εἰς τὰ χέρια τοῦ Κυρίου· ὁ Κύριος θὰ κάμῃ καὶ κάτι ἄλλο μεγαλύτερον· θὰ παραδώσῃ τοὺς Μωαβῖτες εἰς τὰ χέρια σας.

  19. 19

    καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξεσθε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις.

    Θὰ κτυπήσετε καὶ θὰ καταστρέψετε ὅλες τὶς ὀχυρὲς πόλεις τῶν Μωαβιτῶν καὶ θὰ κόψετε ὅλα τὰ καρποφόρα δένδρα των καὶ θὰ φράξετε ὅλες τὶς πηγὲς τῶν νερῶν καὶ θὰ ἀχρηστεύσετε ὅλα τὰ γόνιμα χωράφια τῆς χώρας, σκεπάζοντάς τα μὲ πέτρες».

  20. 20

    καὶ ἐγένετο πρωΐ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ ᾿Εδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.

    Αὐτὸ συνέβη πράγματι. Τὸ ἑπόμενον πρωΐ, τὴν ὥραν κατὰ τὴν ὁποίαν ἐπροσφέρετο πρὸς τὸν Θεὸν ἡ θυσία, ἔξαφνα νά· πολλὰ νερὰ κατέβαιναν ἀπὸ τὸν δρόμον (τὴν κατεύθυνσιν, τὰ ἀνατολικὰ βουνά) τῆς Ἰδουμαίας καὶ ὅλη ἡ χώρα ἐγέμισεν ἀπὸ νερόν.

  21. 21

    καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ τρεῖς βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένοι ζώνην καὶ εἶπαν· ὢ καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου.

    Ὅταν ὅλοι οἱ Μωαβῖται ἔμαθαν ὅτι οἱ τρεῖς βασιλεῖς ἦλθαν διὰ νὰ τοὺς ἐπιτεθοῦν, ἐφώναξαν καὶ ἐκάλεσαν εἰς τὰ ὅπλα. Καὶ ὅλοι, ὅσοι ἠμποροῦσαν νὰ φέρουν ὅπλα, συνεκεντρώθησαν καὶ εἶπαν: «Ἀλλοίμονον!» Καὶ ἀφοῦ ἐτοιμάσθηκαν, ἦλθαν καὶ ἔλαβαν θέσεις μάχης εἰς τὰ σύνορα τῆς χώρας των.

  22. 22

    καὶ ὤρθρισαν τὸ πρωΐ, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδε Μωὰβ ἐξεναντίας τὰ ὕδατα πυρὰ ὡσεὶ αἷμα

    Ἐσηκώθησαν δὲ τὴν ἑπομένην τὸ πρωΐ, ἐνῷ ὁ ἥλιος ἔρριχνε τὶς ἀκτῖνες του πάνω εἰς τὰ νερά· καὶ οἱ Μωαβῖται εἶδαν τὰ ἀπέναντί των νερὰ νὰ εἶναι ἐξ αἰτίας τοῦ ἡλίου κόκκινα, ὅπως τὸ αἷμα!

  23. 23

    καὶ εἶπαν· αἷμα τοῦτο τῆς ρομφαίας, καὶ ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωάβ.

    Ἐμπρὸς εἰς τὸ θέαμα αὐτὸ ἐφώναξαν: «Αὐτὸ τὸ αἷμα προέρχεται ἀπὸ ρομφαίαν. Οἱ (τρεῖς ἐχθροί μας) βασιλεῖς θὰ ἐσφάγησαν μεταξύ των καὶ ὁ ἕνας στρατιώτης θὰ ἐπετέθη καὶ θὰ ἐσκότωσε τὸν ἄλλον στρατιώτην, ποὺ ἦταν δίπλα του! Λοιπόν, Μωαβῖται, ἐμπρός· τρέξετε νὰ λαφυραγωγήσωμεν τὸ στρατόπεδόν των!»

  24. 24

    καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν ᾿Ισραήλ, καὶ ᾿Ισραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καί τύπτοντες τὴν Μωὰβ

    Ὅταν ὅμως ἐμπῆκαν εἰς τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν, οἱ Ἰσραηλῖται ἐσηκώθηκαν, ἐπετέθησαν κατὰ τῶν Μωαβιτῶν καὶ τοὺς ἐνίκησαν· καὶ οἱ Μωαβῖται ἔφυγαν ἀπὸ προσώπου τῶν Ἰσραηλιτῶν πανικόβλητοι. Τότε οἱ Ἰσραηλῖται συνέχισαν τὴν καταδίωξιν τῶν ἐχθρῶν των καὶ ἐμπῆκαν εἰς τὴν Μωάβ, κτυπῶντες τοὺς Μωαβῖτες.

  25. 25

    καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλωσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν.

    Οἱ Ἰσραηλῖται κατέστρεψαν τὶς πόλεις καί, διὰ νὰ ἀχρηστεύσουν ὅλα τὰ εὔφορα χωράφια, ἔρριψαν οἱ στρατιῶται πέτρες καὶ ἐσκέπασαν καὶ ἐγέμισαν τὰ χωράφια μὲ αὐτές· καὶ ἔφραξαν ὅλες τὶς πηγὲς καὶ ἔκοψαν ὅλα τὰ καρποφόρα δένδρα. Ἦταν τόση ἡ ὁρμὴ τῶν Ἰσραηλιτῶν, ὥστε εἰς κάποιαν πόλιν ἀφῆκαν μόνον τὶς ἐτοιμόρροπες πέτρες τοῦ τείχους. Οἱ στρατιῶται τῶν Ἰσραηλιτῶν, ποὺ ἦσαν ὡπλισμένοι μὲ σφενδόνες, ἐπολιόρκησαν τὴν πόλιν καὶ τὴν ἐκτύπησαν (ἢ τὴν κατέβαλαν).

  26. 26

    καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος. καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ρομφαίαν διακόψαι πρὸς βασιλέα ᾿Εδώμ, καὶ οὐκ ἠδυνήθησαν.

    Ὅταν ὁ βασιλιᾶς τῶν Μωαβιτῶν διεπίστωσεν ὅτι ἡ μάχη ἔκλινεν ἐναντίον του καὶ ἔχανε πλέον τὸν πόλεμον, ἐπῆρε μαζί του ἑπτακοσίους ἄνδρες, ἱκανοὺς νὰ χειρίζωνται τὴν ρομφαίαν, καὶ ἐδοκίμασε νὰ ἀνοίξῃ δρόμον καὶ νὰ ἐπιτύχῃ ἔξοδον πρὸς τὸν βασιλιᾶ τῶν Ἰδουμαίων, ἀλλὰ δὲν ἠμπόρεσαν.

  27. 27

    καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃν ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ ᾿Ισραήλ, καὶ ἀπῇραν ἀπ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.

    Δι’ αὐτὸ ἐπῆρε τὸν πρωτότοκον υἱόν του, ὁ ὁποῖος θὰ τὸν διεδέχετο εἰς τὸν βασιλικὸν θρόνον, καὶ τὸν προσέφερεν ὡς θυσίαν ὁλοκαυτώματος εἰς τὸν θεὸν τῆς Μωάβ, ἐπάνω εἰς τὸ τεῖχος τῆς πόλεως. Οἱ Ἰσραηλῖται, ὅταν εἶδαν τὴν φρικτὴν αὐτὴν θυσίαν, ἐταράχθησαν καὶ ἐτρομοκρατήθησαν πολύ. Καὶ δι' αὐτὸ μετεμελήθησαν, ὀπισθοχώρησαν καὶ ἔφυγαν ἀπὸ τὸ μέρος ἐκεῖνο καὶ ἐπέστρεψαν εἰς τὴν χώραν των.