Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Δ΄ ΒΑΣΙΛΕΙΩΝ

Δ΄ Βασιλειών, κεφάλαιο 1

18 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (25)
  1. 1

    ΚΑΙ ἠθέτησε Μωὰβ ἐν ᾿Ισραὴλ μετὰ τὸ ἀποθανεῖν ᾿Αχαάβ.

    Οἱ κάτοικοι τῆς Μωὰβ ἐπανεστάτησαν ἐναντίον τῶν Ἰσραηλιτῶν μετὰ τὸν θάνατον τοῦ βασιλιᾶ Ἀχαάβ.

  2. 2

    καὶ ἔπεσεν ᾿Οχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησε. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπε πρὸς αὐτούς· δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ.

    Καὶ ὁ βασιλιᾶς Ὀχοζίας ἔπεσεν ἀπὸ τὸ δικτυωτὸν κιγκλίδωμα τὸν ἀνωγείου δωματίου του, ποὺ εὑρίσκετο εἰς τὴν Σαμάρειαν, καὶ ἐπληγώθη σοβαρά. Δι' αὐτὸ ἔστειλεν ἀπεσταλμένους, εἰς τοὺς ὁποίους εἶπε: «Πηγαίνετε εἰς τὴν πόλιν τῶν Φιλισταίων Ἀκκαρὼν καὶ ζητῆστε ἐκεῖ νὰ εὕρετε τὸ ἄγαλμα τοῦ Βάαλ, τοῦ θεοῦ τῶν μυγῶν, καὶ ρωτῆστε τὸν θεόν, ἐὰν θὰ θεραπευθῶ ἀπὸ τὴν ἀρρώστια μου αὐτήν». Οἱ ἀπεσταλμένοι ἐπῆγαν νὰ ἐρωτήσουν τὸ εἴδωλον τῆς Ἀκκαρὼν διὰ τὴν ὑγείαν τοῦ Ὀχοζία.

  3. 3

    καὶ ἄγγελος Κυρίου ἐκάλεσεν ᾿Ηλιοὺ τὸν Θεσβίτην λέγων· ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων ᾿Οχοζίου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν ᾿Ισραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών; καὶ οὐχ οὕτως·

    Τότε ὅμως ἄγγελος Κυρίου ἐκάλεσε τὸν Ἠλίαν τὸν Θεσβίτην καὶ τοῦ εἶπε: Σήκω ἐπάνω καὶ πήγαινε νὰ συναντήσεις τοὺς ἀπεσταλμένους τοῦ Ὀχοζία, βασιλιᾶ τῆς Σαμαρείας, καὶ νὰ τοὺς εἰπῇς: «Διατὶ πηγαίνετε εἰς τὴν Ἀκκαρών; Μήπως διότι νομίζετε ὅτι δὲν ὑπάρχει Θεὸς μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ δι' αὐτὸ πηγαίνετε νὰ ἐρωτήσετε τὸν Βάαλ, τὸν θεὸν τῶν μυγῶν, εἰς τὴν Ἀκκαρών; Δὲν πρέπει νὰ γίνῃ ἔτσι, διότι αὐτὸ δὲν εἶναι ὀρθόν».

  4. 4

    ὅτι τάδε λέγει Κύριος· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. καὶ ἐπορεύθη ᾿Ηλιοὺ καὶ εἶπε πρὸς αὐτούς.

    Διὰ τοῦτο αὐτὰ λέγει ὁ Κύριος πρὸς τὸν βασιλιᾶ Ὀχοζίαν: «Δὲν θὰ κατεβῇς θεραπευμένος ἀπὸ τὸ κρεββάτι, εἰς τὸ ὁποῖον ἀνέβης, ἐπειδὴ ἐτραυματίσθης σοβαρά· ἀλλὰ θὰ ἀποθάνῃς ὁπωσδήποτε!». Καὶ ὁ Ἠλίας ἐπῆγε, συνήντησε τοὺς ἀπεσταλμένους τοῦ Ὀχοζία καὶ τοὺς ἀνήγγειλε τὸ μήνυμα τοῦ Θεοῦ.

  5. 5

    καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐπεστρέψατε;

    Οἱ βασιλικοὶ ἀπεσταλμένοι ἐπέστρεψαν εἰς τὸν Ὀχοζίαν, αὐτὸς δὲ τοὺς ἐρώτησε: «Διατὶ ἐπεστρέψατε τόσον γρήγορα;»

  6. 6

    καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπε πρὸς ἡμᾶς· δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν· τάδε λέγει Κύριος· εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν ᾿Ισραὴλ σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

    Οἱ ἀπεσταλμένοι τοῦ ἀπάντησαν: «Κάποιος ἄνθρωπος ἦλθε, μᾶς συνήντησε καὶ μᾶς εἶπεν: «Ἐμπρός· γυρίστε πίσω εἰς τὸν βασιλιᾶ, ποὺ σᾶς ἔστειλε, καὶ πέστε του· αὐτὰ λέγει ο Κύριος: Διατὶ πηγαίνετε εἰς τὴν Ἀκκαρών; Μήπως διότι νομίζετε ὅτι δὲν ὑπάρχει Θεὸς μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ διὰ αὐτὸ πηγαίνετε νὰ ἐρωτήσετε τὸν Βάαλ, τὸν θεὸν τῶν μυγῶν, εἰς τὴν Ἀκκαρών; Δὲν πρέπει νὰ γίνῃ ἔτσι, διότι αὐτὸ δὲν εἶναι ὀρθόν. Σὺ ὁ Ὀχοζίας δὲν θὰ κατεβῇς θεραπευμένος ἀπὸ τὸ κρεββάτι, εἰς τὸ ὁποῖον ἀνέβης, ἐπειδὴ ἐτραυματίσθης σοβαρά· ἀλλὰ θὰ ἀποθάνῃς ὁπωσδήποτε!».

  7. 7

    καὶ ἐλάλησε πρὸς αὐτοὺς λέγων· τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;

    Καὶ ὁ βασιλιᾶς Ὀχοζίας ἐμιλησε εἰς τοὺς ἀπεσταλμένους του καὶ τοὺς εἶπε: «Τί εἶδους ἄνθρωπος καὶ ποῖα εἶναι τὰ χαρακτηριστικὰ τοῦ ἀνθρώπου, ποὺ ἦλθε καὶ σᾶς συνήντησε καὶ σᾶς εἶπε τὰ λόγια αὐτά;»

  8. 8

    καὶ εἶπαν πρὸς αὐτόν· ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ. καὶ εἶπεν· ᾿Ηλιοὺ ὁ Θεσβίτης οὗτός ἐστι.

    Οἱ ἀπεσταλμένοι ἀπάντησαν εἰς τὸν βασιλιᾶ: «Ἦταν ἄνθρωπος, ποὺ ἐφοροῦσε μαλλιαρὸν τρίχινον χιτῶνα (ἢ κατ' ἄλλην ἑρμηνείαν: Ἦταν ἄνθρωπος μὲ πλούσια μαλλιὰ καὶ γενειάδα) καὶ εἶχε ζωσμένην τὴν μέσην του μὲ δερματίνην ζώνην». Τότε ὁ Ὀχοζίας ἀνεφώνησε μὲ τρόμον: «Ὁ Ἠλίας ὁ Θεσβίτης εἶναι αὐτός!»

  9. 9

    καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν, καὶ ἰδοὺ ᾿Ηλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι.

    Κατόπιν ὁ βασιλιᾶς Ὀχοζίας ἔπεμψε πρὸς τὸν Ἠλίαν ἀξιωματικὸν πενῆντα στρατιωτῶν μαζὶ μὲ τοὺς πενῆντα ἄνδρες του· καὶ ὁ ἀξιωματικὸς μὲ τοὺς στρατιῶτες του ἐπῆγε εἰς τὸν Ἠλίαν. Καὶ νά· ὁ Ἠλίας ἦταν καθισμένος εἰς τὴν κορυφὴν τοῦ ὑψηλοῦ λόφου. Ὁ ἀξιωματικὸς τῶν πενῆντα στρατιωτῶν ἐμίλησε εἰς τὸν Ἠλίαν καὶ τοῦ εἶπεν: «Ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλιᾶς σὲ καλεῖ· κατέβα ἀπὸ ἐδῶ καὶ πήγαινε νὰ τὸν συναντήσῃς».

  10. 10

    καὶ ἀπεκρίθη ᾿Ηλιού, καὶ εἶπε πρὸς τὸν πεντηκόνταρχον· καὶ εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

    Ὁ Ἠλίας ἀπεκρίθη καὶ εἶπεν εἰς τὸν ἀξιωματικὸν τῶν πενῆντα στρατιωτῶν: «Ἐὰν ἐγὼ εἶμαι ἄνθρωπος τοῦ Θεοῦ, τότε θὰ πέσῃ φωτιὰ ἀπὸ τὸν οὐρανὸν καὶ θὰ καταφάγῃ σὲ καὶ τοὺς πενῆντα στρατιῶτες σου!» Καὶ εὐθὺς ἀμέσως ἔπεσε φωτιὰ ἀπὸ τὸν οὐρανὸν καὶ ἔκαμε κάρβουνο καὶ στάχτη τὸν ἀξιωματικὸν καὶ τοὺς πενῆντα ἄνδρες του.

  11. 11

    καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, τάδε λέγει ὁ βασιλεύς· ταχέως κατάβηθι.

    Καὶ πάλιν ὁ βασιλιᾶς Ὀχοζίας ἔπεμψε πρὸς τὸν Ἠλίαν ἄλλον ἀξιωματικὸν πενῆντα στρατιωτῶν μαζὶ μὲ τοὺς πενῆντα ἄνδρες του. Ὁ ἀξιωματικὸς τῶν πενῆντα στρατιωτῶν ἀνέβη εἰς τὴν κορυφὴν τοῦ λόφου καὶ ἐμίλησε πρὸς τὸν Ἠλίαν καὶ τοῦ εἶπεν: «Ἄνθρωπε τοῦ Θεοῦ, αὐτὰ λέγει ὁ βασιλιᾶς· κατέβα γρήγορα ἀπὸ ἐδῶ καὶ πήγαινε νὰ τὸν συναντήσῃς».

  12. 12

    καὶ ἀπεκρίθη ᾿Ηλιοὺ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· εἰ ἄνθρωπος Θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ καὶ κατέφαγε αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

    Ὁ Ἠλίας ἀπεκρίθη καὶ εἶπεν εἰς τὸν ἀξιωματικόν: «Ἐὰν ἐγὼ εἶμαι ἄνθρωπος τοῦ Θεοῦ, θὰ πέσῃ φωτιὰ ἀπὸ τὸν οὐρανὸν καὶ θὰ καταφάγῃ σὲ καὶ τοὺς πενῆντα στρατιῶτες σου!» Καὶ εὐθὺς ἀμέσως ἔπεσε φωτιὰ ἀπὸ τὸν οὐρανὸν καὶ ἔκαμε κάρβουνο καὶ στάχτη τὸν ἀξιωματικὸν καὶ τοὺς πενῆντα ἄνδρες του.

  13. 13

    καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι ᾿Ηλιοὺ καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν· ἄνθρωπε τοῦ Θεοῦ, ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου·

    Καὶ πάλιν ὁ βασιλιᾶς Ὀχοζίας ἔπεμψε πρὸς τὸν Ἠλίαν ἄλλον ἀξιωματικὸν μαζὶ μὲ τοὺς πενῆντα ἄνδρες του. Καὶ ὁ τρίτος ἀξιωματικὸς τῶν πενῆντα ἀνδρῶν ἦλθε καὶ ἔπεσε μὲ τὰ γόνατα ἐμπρὸς εἰς τὸν Ἠλίαν καὶ τὸν παρεκάλεσε, τοῦ ἐμίλησε δὲ μὲ ταπείνωσιν καὶ τοῦ εἶπεν: «Ἄνθρωπε τοῦ Θεοῦ, σὲ παρακαλῶ, λυπήσου μας καὶ ἂς θεωρηθῇ ἀπὸ σὲ πολύτιμος ἡ ζωή μου καὶ ἡ ζωὴ τῶν πενῆντα αὐτῶν δούλων σου στρατιωτῶν, ποὺ εἶναι μαζί μου!

  14. 14

    ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου.

    Διότι, να· (ὅπως γνωρίζω) ἔπεσε φωτιὰ ἀπὸ τὸν οὐρανὸν καὶ ἔκαμε κάρβουνο καὶ στάχτη τοὺς δύο πρώτους, πρὶν ἀπὸ ἐμέ, ἀξιωματικοὺς τῶν πενῆντα στρατιωτῶν καὶ τοὺς πενῆντα ἄνδρες των. Διὰ τοῦτο, σὲ παρακαλῶ, τώρα λυπήσου με καὶ ἂς θεωρηθῇ ἀπὸ σὲ πολύτιμος ἡ ζωή μου!»

  15. 15

    καὶ ἐλάλησεν ἄγγελος Κυρίου πρὸς ᾿Ηλιοὺ καὶ εἶπε· κατάβηθι μετ᾿ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη ᾿Ηλιοὺ καὶ κατέβη μετ᾿ αὐτοῦ πρὸς τὸν βασιλέα.

    Τότε ἄγγελος Κυρίου ἐμίλησε πρὸς τὸν Ἠλίαν καὶ τοῦ εἶπε: «Κατέβα ἀπὸ ἐδῶ, ὅπου εἶσαι, μαζλί του· μὴ τοὺς φοβηθῇς». Καὶ ὁ Ἠλίας ἐσηκώθη καὶ κατέβη καὶ ἐπῆγε μαζί του εἰς τὸν βασιλιᾶ.

  16. 16

    καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν ᾿Ηλιού· τάδε λέγει Κύριος· τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν ᾿Ακκαρών; οὐχ οὕτως· ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

    Ἐμίλησε δὲ ὁ Ἠλίας πρὸς τὸν Ὀχοζίαν καὶ τοῦ εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος· «Διατὶ ἔστειλες ἀπεσταλμένους νὰ ἐρωτήσουν διὰ τὴν πορείαν τῆς ὑγείας σου τὸν Βάαλ, τὸν θεὸν τῶν μυγῶν, εἰς τὴν Ἀκκαρών; Δὲν ἔπρεπε νὰ γίνῃ ἔτσι, διότι αὐτὸ δὲν εἶναι ὀρθόν. Δι' αὐτὸ δὲν θὰ κατέβῃς θεραπευμένος ἀπὸ τὸ κρεββάτι, εἰς τὸ ὁποῖον ἀνέβης, ἐπειδὴ ἐτραυματίσθης σοβαρά· ἀλλὰ θὰ ἀποθάνῃς ὁπωσδήποτε!».

  17. 17

    καὶ ἀπέθανε κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ᾿Ηλιού.

    Καὶ ὁ βασιλιᾶς Ὀχοζίας ἀπέθανε πράγματι, σύμφωνα μὲ τὸν λόγον τοῦ Κυρίου, τὸν ὁποῖον τοῦ εἶπε μὲ τὸ στόμα τοῦ Ἠλία.

  18. 18

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Οχοζίου, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; Καὶ ᾿Ιωρὰμ υἱὸς ᾿Αχαὰβ βασιλεύει ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἔτη δεκαδύο, ἐν ἔτει ὀκτω και δεκάτῳ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ, οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ. γκαὶ ἀπέστησε τὰς στήλας τοῦ Βάαλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου ῾Ιεροβοάμ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν. καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον ᾿Αχαάβ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ὀχοζία, τὰ ὁποῖα αὐτὸς ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»; (Ἐπειδὴ δὲ ὁ Ὀχοζίας δὲν εἶχεν υἱούς, δι’ αὐτὸ) ἐβασίλευσεν ὁ Ἰωράμ, ὁ (ἄλλος) υἱὸς τοῦ Ἀχαάβ, εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ μὲ ἕδραν τὴν Σαμάρειαν ἐπὶ δώδεκα χρόνια. Ἀνεκηρύχθη δὲ βασιλιᾶς κατὰ τὸ δέκατον ὄγδοον ἔτος τῆς βασιλείας τοῦ Ἰωσαφάτ, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα. Ὁ δὲ Ἰωρὰμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν· ὄχι ὅμως τόσον πολύ, ὅσον οἰ ἀδελφοί του, οὔτε τόσον, ὅσον ἡ μητέρα του, ἡ Ἰεζάβελ. Ὁ Ἰωρὰμ ἀφῄρεσε τὶς εἰδωλολατρικὲς στῆλες τοῦ βδελυκτοῦ εἰδώλου τοῦ Βάαλ, τὶς ὁποῖες κατεσκεύασεν ὁ πατέρας τοῦ Ἀχαάβ, καὶ τὶς συνέτριψεν. Ὅμως καὶ αὐτός (εἰς μικρότερον πάντως βαθμὸν ἀπὸ τοὺς γονεῖς καὶ τοὺς ἀδελφούς του) ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες τῆς οἰκογενείας τοῦ Ἱεροβοάμ, μὲ τὶς ὁποιες ἐκεινος παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν εἰς ὅλα αὐτὰ προσεκολλήθη καὶ ὁ Ἰωρὰμ καὶ δὲν ἀπεμακρύνθη ἀπὸ αὐτά. Ἐξ ἀφορμῆς αὐτῶν ὠργίσθη πάρα πολὺ ὁ Κύριος ἐναντίον τῶν ἀπογόνων τῆς οἰκογενείας τοῦ Ἀχαάβ.