Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Δ΄ ΒΑΣΙΛΕΙΩΝ

Δ΄ Βασιλειών, κεφάλαιο 17

41 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (25)
  1. 1

    ΕΝ ἔτει δωδεκάτῳ τοῦ ῎Αχαζ βασιλέως ᾿Ιούδα ἐβασίλευσεν ῾Ωσηὲ υἱὸς ᾿Ηλὰ ἐν Σαμαρείᾳ ἐπὶ ᾿Ισραὴλ ἐννέα ἔτη.

    Κατὰ τὸ δωδέκατον ἔτος τῆς βασιλείας τὸν Ἄχαζ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν θρόνον τοῦ βασιλείου τοῦ Ἰσραὴλ ὁ Ὡσηέ, υἱὸς τοῦ Ἠλά. Ὁ Ὠσηὲ ἐβασίλευσεν ἐπὶ ἐννέα χρόνια μὲ ἔδραν τὴν Σαμάρειαν.

  2. 2

    καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς ᾿Ισραήλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ.

    Ὁ Ὡσηὲ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν. Ὄχι ὅμως τόσον πολύ, ὅσον οἰ βασιλεῖς τοῦ βασιλείου τοῦ Ἰσραήλ, ποὺ ἐβασίλευσαν πρὶν ἀπὸ αὐτόν.

  3. 3

    ἐπ᾿ αὐτὸν ἀνέβη Σαλαμανασὰρ βασιλεὺς ᾿Ασσυρίων, καὶ ἐγενήθη αὐτῷ ῾Ωσηὲ δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναά.

    Ἐναντίον τοῦ Ὡσηὲ ἐξεστράτευσεν ὁ Σαλαμανασάρ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων· καὶ ὁ Ὡσηὲ ὑπεδουλώθη εἰς τὸν Σαλαμανασάρ, ἔγινε ὑποτελής του καὶ τοῦ ἐπλήρωνε κάθε χρόνον φόρον ὑποτελείας.

  4. 4

    καὶ εὗρε βασιλεὺς ᾿Ασσυρίων ἐν τῷ ῾Ωσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκε μαναὰ τῷ βασιλεῖ ᾿Ασσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς ᾿Ασσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς.

    Ἀλλ’ ὁ βασιλιᾶς τῶν Ἀσσυρίων ἀνεκάλυψε συνωμοσίαν τοῦ Ὡσηέ· διότι ὁ Ὡσηὲ ἔστειλεν ἀπεσταλμένους του εἰς τὸν Σηγώρ, τὸν βασιλιᾶ τῆς Αἰγύπτου, διὰ νὰ τοῦ ζητήσῃ βοήθειαν, καὶ κατὰ τὸ ἔτος ἐκεῖνο δὲν ἐπλήρωσε φόρον ὑποτελείας εἰς τὸν βασιλιᾶ τῶν Ἀσσυρίων, ὅπως ἐπλήρωνε κάθε χρόνον. Διὰ τοῦτο, μόλις ὁ βασιλιᾶς τῶν Ἀσσυρίων ἐπληροφορήθη τὸ γεγονός, συνέλαβε τὸν Ὡσηέ, τὸν ἔδεσε καὶ τὸν ἔκλεισεν εἰς τὴν φυλακήν.

  5. 5

    καὶ ἀνέβη ὁ βασιλεὺς ᾿Ασσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν ἐπ᾿ αὐτὴν τρία ἔτη.

    Κατόπιν ὁ Σαλαμανασάρ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων, εἰσέβαλεν εἰς ὅλην τὴν χώραν τοῦ Ἰσραήλ, ἔφθασεν εἰς τὴν Σαμάρειαν καὶ τὴν ἐπολιόρκησεν ἐπὶ τρία χρόνια.

  6. 6

    ἐν ἔτει ἐνάτῳ ῾Ωσηὲ συνέλαβε βασιλεὺς ᾿Ασσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν ᾿Ισραὴλ εἰς ᾿Ασσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν ᾿Αλαὲ καὶ ἐν ᾿Αβὼρ ποταμοῖς Γωζάν, καὶ ὄρη Μήδων.

    Κατὰ τὸ τρίτον ἔτος τῆς πολιορκίας, ποὺ ἦταν τὸ ἔνατον ἔτος τῆς βασιλείας τοῦ Ὡσηέ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων ἐκυρίευσε τὴν Σαμάρειαν καὶ μετέφερεν (Ἕνα μέρος ἀπό) τοὺς Ἰσραηλίτες εἰς τὴν χώραν τῶν Ἀσσυρίων καὶ ἐγκατέστησεν ἄλλους εἰς τὴν Ἀλαέ, ἄλλους κοντὰ εἰς τὸν ποταμὸν Ἀβὼρ τῆς χώρας Γωζὰν καὶ ἄλλους εἰς τὰ βουνά (ἢ κατ' ἄλλην γραφήν: Εἰς τὶς πόλεις) τῶν Μήδων.

  7. 7

    καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ ᾿Ισραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους

    Ὅλα αὐτὰ συνέβησαν, διότι οἱ Ἰσραηλῖται ἁμάρτησαν εἰς τὸν Κύριον καὶ Θεόν των, ὀ ὁποῖος τοὺς ἀνέβασε εἰς τὴν Γῆν τῆς ἐπαγγελίας ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου καὶ ἀπὸ τὴν δουλείαν τοῦ Φαραώ, τοῦ βασιλιᾶ τῆς Αἰγύπτου. Οἱ Ἰσραηλῖται ὅμως, ἀντὶ νὰ συνεχίσουν νὰ λατρεύουν τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεόν, ἐλάτρευσαν ἄλλους, ξένους θεούς.

  8. 8

    καὶ ἐπορεύθησαν τοῖς δικαιώμασι τῶν ἐθνῶν, ὧν ἐξῇρε Κύριος ἐκ προσώπου υἱῶν ᾿Ισραήλ, καὶ οἱ βασιλεῖς ᾿Ισραήλ, ὅσοι ἐποίησαν,

    Καὶ ἀκολούθησαν τοὺς νόμους καὶ τὰ ἔθιμα τῶν εἰδωλολατρικῶν ἐθνῶν, τὰ ὁποῖα ἐξερρίζωσεν ὁ Κύριος, καθὼς οἱ Ἰσραηλῖται ἐπροχωροῦσαν καὶ ἐγκαθίσταντο εἰς τὴν Γῆν τῆς ἐπαγγελίας. Ἐπίσης οἱ Ἰσραηλῖται ἀπεδέχθησαν καὶ υἱοθέτησαν ἔθιμα, τὰ ὁποῖα εἰσήγαγαν καὶ ἐπέβαλαν οἱ βασιλεῖς τοῦ βασιλείου τοῦ Ἰσραήλ.

  9. 9

    καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ ᾿Ισραὴλ λόγους οὐχ οὕτως κατὰ Κυρίου Θεοῦ αὐτῶν. καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς

    Οἱ Ἰσραηλῖται ἔλεγαν λόγια μυστικὰ καὶ ἔκαμναν κρυφὰ ἔργα, ποὺ τοὺς παρουσίαζαν εὐσεβεῖς, τὰ ὁποῖα ὅμως ὀ Κύριος, ὁ Θεός των, δὲν τὰ ἐνέκρινεν οὔτε τὰ ἐδέχετο. Ἔκτισαν διὰ τοὺς ἑαυτούς των εἰδωλολατρικοὺς τόπους λατρείας εἰς ὑψηλὰ μέρη εἰς ὅλες τὶς πόλεις των, ἀπὸ τὸ πιὸ μικρὸ χωριό, τὸν πιὸ μικρὸν συνοικισμόν, εἰς τὸν ὁποῖον εὑρίσκετο ἐλαχίστη φρουρὰ ἀνδρῶν, μέχρι τῶν μεγάλων καὶ ὠχυρωμένων πόλεων.

  10. 10

    καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους

    Ἔστησαν διὰ τοὺς ἑαυτούς των ἱερὲς πέτρινες στῆλες καὶ ἐφύτευσαν ἱερὰ δάση, εἰς τὰ ὁποῖα ἔβαλαν τὰ εἴδωλα τῆς θεᾶς Ἀστάρτης εἰς κάθε ὑψηλὸν λόφον καὶ κάτω ἀπὸ κάθε πυκνόφυλλον σκιερὸν δένδρον.

  11. 11

    καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη, ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον

    Καὶ ἐκεῖ, εἰς ὅλους τοὺς ὑψηλοὺς εἰδωλολατρικοὺς τόπους, ἐπρόσφεραν θυμίαμα εἰς τὰ εἴδωλα, ὅπως ἔκαμναν τὰ εἰδωλολατρικὰ ἔθνη, τὰ ὁποῖα ἀπεμάκρυνε καὶ ἔδιωξε ὁ Κύριος ἀπ’ ἐμπρός των ἀπὸ τὴν Γῆν τῆς ἐπαγγελίας. Οἱ Ἰσραηλῖται ἐσυμφώνησαν μὲ τὰ ἔθνη καὶ ἐμολύνθησαν μὲ τὰ ἔργα ἐκείνων, τὰ βδελυκτὰ καὶ σιχαμερὰ εἰς τὸν Θεόν, καὶ ἐχάραξαν τὴν ἀπόφασίν των μὲ ἀνεξίτηλα γράμματα ἐπάνω εἰς τὴν πέτραν, ἀπεφάσισαν δηλαδὴ σταθερὰ νὰ προκαλοῦν ἔτσι τὴν ὀργὴν τοῦ Κυρίου.

  12. 12

    καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπε Κύριος αὐτοῖς· οὐ ποιήσετε τὸ ρῆμα τοῦτο τῷ Κυρίῳ.

    Οἱ Ἰσραηλῖται ἐλάτρευσαν τὰ εἴδωλα, διὰ τὰ ὁποῖα ὁ Κύριος τοὺς εἶπε: «Δὲν θὰ κάμετε τὸ πρᾶγμα αὐτό (τὴν εἰδωλολατρίαν), τὸ ὁποῖον λυπεῖ καὶ ἐξοργίζει τὸν Θεόν».

  13. 13

    καὶ διεμαρτύρατο Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἐν τῷ ᾿Ιούδᾳ καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ, παντὸς ὁρῶντος λέγων· ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ φυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον, ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν.

    Ὁ Κύριος ὅμως δὲν τοὺς ἔδωκεν ἁπλῶς τὴν ἐντολὴν αὐτὴν προέβη καὶ εἰς ἔντονον διαμαρτυρίαν καὶ προτροπὴν εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ καὶ εἰς τὸ βασίλειον τοῦ Ἰούδα, καὶ μὲ τὸ στόμα ὅλων τῶν προφητῶν του καὶ ὅλων ἐκείνων, ποὺ ἔβλεπαν θεῖες ὀπτασίες καὶ ἀποκαλυπτικὰ ὁράματα, τοὺς ἔλεγεν ἐπανειλημμένως: «Ἐπιστρέφετε ἀπὸ τὰ πονηρά σας ἔργα, ἀρνηθῆτε τὶς κακίες σας, μετανοῆστε καὶ φυλάξετε τὶς ἐντολές μου καὶ ὅλα, ὅσα δικαιοῦμαι ὡς Κύριος καὶ δημιουργός σας νὰ ζητῶ ὅπως φυλάσσῃ ὁ καθένας σας, καὶ γενικῶς ὅλον τὸν Νόμον, τὸν ὁποῖον ἔδωκα ὡς ἐντολὴν εἰς τοὺς προπάτορές σας, ὅλα, ὅσα τοὺς διεβίβασα μὲ τὸ στόμα τῶν δούλων μου τῶν προφητῶν».

  14. 14

    καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν

    Οἱ Ἰσραηλῖται ὅμως δὲν ὑπήκουσαν καὶ μάλιστα ἐφάνησαν ἄκαμπτοι, σκληροτράχηλοι, ἀμετανόητοι, περισσότερον ἀπὸ τοὺς ἀκάμπτους, σκληροτράχηλους, ἀμετανοήτους προπάτορές των.

  15. 15

    καὶ τὰ μαρτύρια αὐτοῦ, ὅσα διεμαρτύρατο αὐτοῖς, οὐκ ἐφύλαξαν καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα.

    Ἐπὶ πλέον τὶς μαρτυρίες καὶ ἐντολὲς τοῦ στόματος τοῦ Κυρίου, τὶς ὁποῖες μὲ ἔντονες διαμαρτυρίες καὶ ἐπανειλημμένες προτροπὲς τοὺς παρέδωκε, δὲν τὶς ἐφύλαξαν οὔτε τὶς ὑπήκουσαν ἀντ' αὐτῶν ἀκολούθησαν καὶ ἐλάτρευσαν τὰ μηδαμινὰ καὶ τιποτένια εἴδωλα καὶ κατήντησαν καὶ αὐτοὶ εἰδωλολάτραι μηδαμινοὶ καὶ τιποτένιοι, ἀφοῦ ἀκολούθησαν τὸ παράδειγμα καὶ τὶς συνήθειες τῶν εἰδωλολατρικῶν ἐθνῶν, ποὺ τοὺς ἐπερικύκλωναν. Ἔτσι παρέβαιναν τὴν ἐντολὴν τοῦ Κυρίου, ὁ ὁποῖος τοὺς διέταξε νὰ μὴ μιμοῦνται τὰ ἤθη καὶ τὰ ἔθιμα τῶν εἰδωλολατρῶν.

  16. 16

    ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βάαλ

    Ἐγκατέλειψαν καὶ παρέβησαν τὶς ἐντολὲς τοῦ Κυρίου, τοῦ Θεοῦ των, καὶ κατεσκεύασαν διὰ τοὺς ἐαυτούς των δύο χάλκινα χυτὰ ὁμοιώματα δαμαλίδων καὶ κατεσκεύασαν εἴδωλα τῆς Ἀστάρτης εἰς τὰ ἱερὰ ἄλση καὶ ἐπροσκύνησαν ὅλα τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τὸν βδελυκτὸν Βάαλ.

  17. 17

    καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

    Καὶ ἐθυσίαζαν τοὺς υἱούς των καὶ τὶς θυγατέρες των εἰς τὰ εἴδωλα (κατ' ἄλλους: Ἐπερνοῦσαν τοὺς υἱούς των καὶ τὶς θυγατέρες των ἀπὸ τὴν φωτιὰ διὰ νὰ τοὺς ἑξαγνίσουν) καὶ ἐπεδίδοντο εἰς μαγεῖες καὶ εἰδωλολατρικὲς μαντεῖες μὲ «μέντιουμ»· ἀφιερώθησαν δὲ τόσον πολὺ εἰς τὴν εἰδωλολατρίαν, ποὺ κυριολεκτικῶς ἐπώλησαν τοὺς ἑαυτούς των καὶ ἔγιναν δοῦλοι καὶ σκλάβοι, ὥστε νὰ κάμνουν αὐτό, ποὺ εἶναι σιχαμερὸν καὶ κακὸν εἰς τὰ μάτια τοῦ Κυρίου, καὶ ἔτσι ἐξώργιζαν τὸν Θεόν.

  18. 18

    καὶ ἐθυμώθη Κύριος σφόδρα ἐν τῷ ᾿Ισραήλ, καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ ᾿Ιούδα μονωτάτη.

    Καὶ ὠργίσθη πάρα πολὺ ὁ Κύριος, ἄναψε ὁ θυμός του ἐναντίον τοῦ Ἰσραηλιτικοῦ λαοῦ, τὸν ἀπεδοκίμασε καὶ τὸν ἀπεμάκρυνεν ἀπὸ τὸ πρόσωπόν του, ἀπὸ τὴν Γῆν τῆς ἐπαγγελίας, ὅπου εἶχε στραμμένον τὸ βλέμμα τῆς ἀγάπης του. Εἰς δὲ τὴν Γῆν τῆς ἐπαγγελίας ἔμεινε μόνον τὸ βασίλειον τοῦ Ἰούδα, εἰς τὸ ὁποῖον εὑρίσκετο ἡ φυλὴ τοῦ Ἰούδα.

  19. 19

    καί γε ᾿Ιούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐπορεύθησαν ἐν τοῖς δικαιώμασιν ᾿Ισραήλ, οἷς ἐποίησαν,

    Ἀλλὰ καὶ αὐτὸς ἐπίσης ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα δὲν ἐφύλαξε τοὺς νόμους καὶ τὶς ἐντολὲς τοῦ Κυρίου, τοῦ Θεοῦ των ἐμιμήθη καὶ αὐτὸς τὸ εἰδωλολατρικὸν παράδειγμα καὶ τὰ ἁμαρτωλὰ ἔθιμα, τὰ ὁποῖα ἀκολουθοῦσε ὁ Ἰσραηλιτικὸς λαός.

  20. 20

    καὶ ἀπεώσαντο τὸν Κύριον, καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι ᾿Ισραὴλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.

    Ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα ἐπεριφρόνησαν, παρεμέρισαν καὶ ἀπεμάκρυναν τὸν Κύριον. Αποτέλεσμα τούτου ἦταν ὅτι ἐθύμωσεν ὁ Κύριος ἐναντίον ὁλοκλήρου τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ τοὺς συνεκλόνισε καὶ τοὺς παρέδωκεν εἰς τὰ χέρια σκληρῶν ἐχθρῶν, ποὺ εἰσωρμοῦσαν εἰς τὴν χώραν των καὶ τοὺς ἐλεηλατοῦσαν, μέχρις ὅτου τελικῶς τοὺς ἀπώθησε καὶ τοὺς ἀπέρριψεν ἀπὸ τὸ πρόσωπόν του καὶ τὴν παντοδύναμον προστασίαν του.

  21. 21

    ὅτι πλὴν ᾿Ισραὴλ ἐπάνωθεν οἴκου Δαυὶδ καὶ ἐβασίλευσαν τὸν ῾Ιεροβοὰμ υἱὸν Ναβάτ, καὶ ἐξέωσεν ῾Ιεροβοὰμ τὸν ᾿Ισραὴλ ἐξόπισθεν Κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην.

    Ἄλλο μεγάλο ἁμάρτημά των ἦταν τοῦτο: Οἱ δέκα φυλὲς τοῦ Ἰσραὴλ ἐχωρίσθησαν ἀπὸ τὸν οἶκον τοῦ Δαβὶδ καὶ ἀνεκήρυξαν ὡς βασιλιᾶ τους τὸν Ἱεροβοάμ, τὸν υἱὸν τοῦ Ναβάτ. Ὁ δὲ Ἱεροβοὰμ ἐξώθησε καὶ ἀπεξένωσε τὸν Ἰσραηλιτικὸν λαὸν ἀπὸ τὸν Κύριον, τὸν μόνον ἀληθινὸν Θεόν, καὶ μὲ τὴν ἁμαρτωλὴν πολιτείαν του παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν μεγάλην ἁμαρτίαν, δηλαδὴ τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν.

  22. 22

    καὶ ἐπορεύθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν πάσῃ ἁμαρτίᾳ ῾Ιεροβοάμ, ᾗ ἐποίησεν, οὐκ ἀπέστησαν ἀπ᾿ αὐτῆς,

    Διότι ὁ Ἰσραηλιτικὸς λαὸς ἀκολούθησε τὸ παράδειγμα τοῦ Ἱεροβοὰμ καὶ ἐμιμήθη εἰς ὅλα τὴν ἁμαρτωλὴν πολιτείαν του καὶ δὲν ἀπεμακρύνθη καθόλου ἀπὸ αὐτήν,

  23. 23

    ἕως οὗ μετέστησε Κύριος τὸν ᾿Ισραὴλ ἀπὸ προσώπου αὐτοῦ, καθὼς ἐλάλησε Κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν, καὶ ἀπῳκίσθη ᾿Ισραὴλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς ᾿Ασσυρίους ἕως τῆς ἡμέρας ταύτης.

    μέχρις ὅτου ὁ Κύριος ἀπεδοκίμασε καὶ ἀπεμάκρυνε τὸν Ἰσραηλιτικὸν λαὸν ἀπὸ τὸ πρόσωπόν του, ἀπὸ τὴν Γῆν τῆς ἐπαγγελίας, ὅπου εἶχε στραμμένον τὸ βλέμμα τῆς ἀγάπης του· αὐτὸ δὲ ἔγινε, ὅπως ἀκριβῶς εἶχε προείπει ὁ Κύριος μὲ τὸ στόμα ὅλων τῶν δούλων του τῶν προφητῶν. Ἔτσι ὁ Ἰσραηλιτικὸς λαὸς μετεφέρθη ἀπὸ τὴν χώραν του ὡς αἰχμάλωτος εἰς τὴν χώραν τῶν Ἀσσυρίων, συνεχίζει δὲ νὰ παραμένῃ ἀκόμη ἐκεῖ μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.

  24. 24

    Καὶ ἤγαγε βασιλεὺς ᾿Ασσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουθὰ ἀπὸ ᾿Αϊὰ καὶ ἀπὸ Αἰμὰθ καὶ Σεπφαρουαΐμ, καὶ κατῳκίσθησαν ἐν πόλεσι Σαμαρείας ἀντὶ τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατῴκισαν ἐν ταῖς πόλεσιν αὐτῆς.

    Ὁ βασιλιᾶς τῶν Ἀσσυρίων μετέφερε κατοίκους ἀπὸ τὶς πόλεις τῆς Βαβυλῶνος Χουθὰ καὶ Ἀϊὰ καὶ Αἰμὰθ καὶ Σεπφαρουαῒμ καὶ τοὺς ἐγκατέστησεν εἰς τὶς πόλεις τῆς Σαμαρείας εἰς ἀντικατάστασιν τῶν ἐξορίστων Ἰσραηλιτῶν. Ὅλοι αὐτοί, ποὺ μετεφέρθησαν ἀπὸ τὶς πόλεις τῆς Βαβυλῶνος, ἐκληρονόμησαν ὡς μόνιμον κατάκτησιν τὴν Σαμάρειαν καὶ ἐγκατεστάθησαν εἰς τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰσραήλ.

  25. 25

    καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καθέδρας αὐτῶν οὐκ ἐφοβήθησαν τὸν Κύριον, καὶ ἀπέστειλε Κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς.

    Συνέβη δὲ τοῦτο: Οἱ νέοι ἄποικοι εἰς τὴν ἀρχὴν τῆς ἐγκαταστάσεώς των δὲν ἐτίμησαν μὲ βαθὺν σεβασμόν, δὲν ἐλάτρευσαν τὸν Κύριον· δι’ αὐτὸ ὁ Κύριος ἔστειλεν εἰς αὐτοὺς λιοντάρια, τὰ ὁποῖα τοὺς ἐσκότωναν καὶ τοὺς ἐκατακομμάτιαζαν.

  26. 26

    καὶ εἶπαν τῷ βασιλεῖ ᾿Ασσυρίων λέγοντες· τὰ ἔθνη, ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσι θανατοῦντες αὐτούς, καθότι οὐκ οἴδασι τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς,

    Ἕνεκα τούτου παρουσιάσθησαν ὡρισμένοι εἰς τὸν βασιλιᾶ τῶν Ἀσσυρίων καὶ τοῦ εἶπαν: «Τὰ ἔθνη, τὰ ὁποῖα μετέφερες ἀπὸ τὴν Βαβυλῶνα καὶ ἐγκατέστησες εἰς τὶς πόλεις τῆς Σαμαρείας, δὲν γνωρίζουν τὸν νόμον καὶ τὸν τρόπον, μὲ τὸν ὁποῖον λατρεύεται ὁ Θεὸς τῆς χώρας· διὰ τοῦτο ὁ Θεὸς ἔστειλεν εἰς αὐτοὺς λιοντάρια, τὰ ὁποῖα, νά· ὁρμοῦν ἐναντίον των, τοὺς σκοτώνουν καὶ τοὺς κατακομματιάζουν, διότι δὲν γνωρίζουν τὸν νόμον καὶ τὸν τρόπον, μὲ τὸν ὁποῖον λατρεύεται ὁ Θεὸς τῆς χώρας».

  27. 27

    καὶ ἐνετείλατο ὁ βασιλεὺς ᾿Ασσυρίων λέγων· ἀπάγετε ἐκεῖθεν καὶ πορευέσθωσαν καὶ κατοικήτωσαν ἐκεῖ καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ Θεοῦ τῆς γῆς.

    Τότε ὁ βασιλιᾶς τῆς Ἀσσυρίας διέταξε καὶ εἶπε: «Στείλετε ἐκεῖ ἀνθρώπους, ἀπὸ αὐτοὺς ποὺ μετεφέρατε ἐδῶ εἰς τὴν Ἀσσυρίαν· αὐτοὶ ἂς γυρίσουν πίσω καὶ ἂς κατοικήσουν ἐκεῖ καὶ ἂς διδάξουν καὶ ἂς διαφωτίσουν τοὺς ἐποίκους τὸν νόμον τοῦ Θεοῦ τῆς χώρας αὐτῆς καὶ τὸν τρόπον, μὲ τὸν ὁποῖον αὐτὸς λατρεύεται».

  28. 28

    καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάθισεν ἐν Βαιθὴλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσι τὸν Κύριον.

    Ἔτσι μετέφεραν ἕνα ἀπὸ τοὺς ἱερεῖς, τοὺς ὁποίους εἶχαν ὁδηγήσει ὡς ἐξορίστους (αἰχμαλώτους) εἰς τὴν Βαβυλῶνα ἀπὸ τὴν Σαμάρειαν· αὐτὸς ἐγκατεστάθη εἰς τὴν Βαιθὴλ καὶ ἐκεῖ ἐδίδασκε καὶ διεφώτιζε τοὺς νέους ἐποίκους μὲ ποῖον τρόπον πρέπει νὰ τιμοῦν μὲ βαθὺν σεβασμὸν τὸν Κύριον καὶ πῶς νὰ τὸν λατρεύουν.

  29. 29

    καὶ ἦσαν ποιοῦντες ἔθνη ἔθνη θεοὺς αὐτῶν καὶ ἔθηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν, ὧν ἐποίησαν οἱ Σαμαρεῖται, ἔθνη ἔθνη ἐν ταῖς πόλεσιν αὐτῶν, ἐν αἷς κατῴκουν.

    Παρ’ ὅλα ὅμως αὐτὰ κάθε ἔθνος, ποὺ εἶχεν ἐγκατασταθῇ εἰς τὴν Σαμάρειαν, συνέχιζαν νὰ ἔχουν κάθε ἕνα τὰ εἴδωλά των, τὰ ὁποῖα καὶ ἔβαλαν εἰς τὰ ἱερὰ τῶν ὑψηλῶν εἰδωλολατρικῶν τόπων, ποὺ εἶχαν κτίσει οἱ Ἰσραηλῖται. Ἀκόμη κάθε ἕνα ἀπὸ αὐτὰ τὰ ἔθνη κατεσκεύαζε τὸν ἰδικόν του εἰδωλολατρικὸν ναὸν εἰς τὶς πόλεις, εἰς τὶς ὁποῖες εἶχαν ἐγκατασταθῇ.

  30. 30

    καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σωκχὼθ Βαινίθ, καὶ οἱ ἄνδρες Χοὺθ ἐποίησαν τὴν Νηριγέλ, καὶ οἱ ἄνδρες Αἰμὰθ ἐποίησαν τὴν ᾿Ασιμάθ,

    Ἔτσι αὐτοὶ ποὺ ἦλθαν ἀπὸ τὴν Βαβυλῶνα, κατεσκεύασαν εἴδωλα - ἀγάλματα (ἢ ναόν) τῆς Σωκχὼθ Βαινίθ· αὐτοὶ ποὺ ἦλθαν ἀπὸ τὴν πόλιν Χούθ, κατεσκεύασαν εἴδωλα - ἀγάλματα (ἢ ναόν) τῆς Νηριγέλ· αὐτοὶ ποὺ ἦλθαν ἀπὸ τὴν πόλιν Αἰμάθ, κατεσκεύασαν εἴδωλα - ἀγάλματα (ἢ ναόν) τῆς Ἀσιμάθ.

  31. 31

    καὶ οἱ Εὐαῖοι ἐποίησαν τὴν ᾿Εβλαζὲρ καὶ τὴν Θαρθάκ, καὶ οἱ Σεπφαρουαΐμ κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ ᾿Αδραμέλεχ καὶ ᾿Ανημελέχ, θεοῖς Σεπφαρουαΐμ.

    Οἱ Εὐαῖοι κατεσκεύασαν εἴδωλα - ἀγάλματα (ἢ ναόν) τῆς Ἐβλαζὲρ καὶ τῆς Θαρθάκ. Αὐτοὶ δὲ ποὺ ἦλθαν ἀπὸ τὴν Σεπφαρουαΐμ, ἐθυσίαζαν τὰ παιδιά των εἰς τὴν φωτιὰ ὡς ὁλοκαυτώματα εἰς τοὺς θεοὺς Ἀδραμέλεχ καὶ Ἀνημελέχ, ποὺ ἦσαν οἱ εἰδωλολατρικοὶ θεοὶ τῆς πόλεως Σεπφαρουαΐμ.

  32. 32

    καὶ ἦσαν φοβούμενοι τὸν Κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν, ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει, ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν Κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἐν οἴκῳ τῶν ὑψηλῶν.

    Οἱ λαοὶ ἐκεῖνοι ἐλάτρευαν καὶ ἐτιμοῦσαν μὲ βαθὺν σεβασμὸν τὸν Κύριον μὲ αὐτὸν τὸν τρόπον ἐγκατέστησαν δὲ τὰ σιχαμερὰ εἰδωλολατρικά των ἀγάλματα εἰς τοὺς ναοὺς τῶν ὑψηλῶν εἰδωλολατρικῶν τόπων, ποὺ ἔκτισαν εἰς τὸ πρώην βασίλειον τῆς Σαμαρείας, κάθε ἔθνος εἰς τὴν πόλιν, εἰς τὴν ὁποίαν ἐγκατεστάθη. Αὐτοὶ ἐλάτρευαν μὲ τέτοιον τρόπον τὸν Κύριον καὶ ἐδιάλεξαν καὶ ἀνέδειξαν μεταξύ των ἱερεῖς διὰ τοὺς εἰδωλολατρικοὺς ναούς, ποὺ κατεσκεύασαν εἰς τοὺς ὑψηλοὺς τόπους.

  33. 33

    καὶ τὸν Κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισαν αὐτοὺς ἐκεῖθεν.

    Κατὰ τέτοιον τρόπον ἐλάτρευαν καὶ ἐτιμοῦσαν μὲ βαθὺν σεβασμὸν τὸν Κύριον, ἐλάτρευαν ὅμως ἐπίσης καὶ τοὺς ἰδικούς των εἰδωλολατρικοὺς θεοὺς κατὰ τὸν νόμον καὶ τὸν τρόπον τῶν εἰδωλολατρικῶν ἐθνῶν τῶν χωρῶν, ἀπὸ τὶς ὁποῖες τοὺς μετέφεραν ὡς ἐποίκους εἰς τὴν χώραν τοῦ πρώην βασιλείου τοῦ Ἰσραήλ.

  34. 34

    ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται καὶ αὐτοὶ ποιοῦσι κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν, ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς ᾿Ιακώβ, οὗ ἔθηκε τὸ ὄνομα αὐτοῦ ᾿Ισραήλ,

    Μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές, (οἱ ὀλίγοι Ἰσραηλῖται, ποὺ εἶχαν ἀπομείνει εἰς τὴν χώραν τοῦ Ἰσραήλ, καὶ οἱ λαοί, ποὺ μετεφέρθησαν ὡς ἔποικοι), ἐλάτρευαν τὸν Θεὸν κατὰ τὸν συγκρητιστικὸν αὐτὸν νόμον καὶ τρόπον· δηλαδὴ εἶχαν ἀνακατεμένην τὴν λατρείαν τοῦ Θεοῦ καὶ τὴν λατρείαν τῶν εἰδώλων. Λατρεύουν τὸν Θεὸν καὶ ζοῦν σύμφωνα μὲ τὰ ἀνακατεμένα ἤθη καὶ ἔθιμα τῶν ἐθνῶν καὶ σύμφωνα μὲ τὸν νόμον καὶ τὴν ἐντολήν, ποὺ ἔδωκεν ὁ Κύριος εἰς τοὺς ἀπογόνους τοῦ Ἰακώβ, τὸν ὁποῖον μετωνόμασε καὶ τοῦ ἔδωκε τὸ ὄνομα Ἰσραήλ.

  35. 35

    καὶ διέθετο Κύριος μετ᾿ αὐτῶν διαθήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς,

    Ὁ Θεὸς ὅμως συνῆψε μὲ τοὺς ἀπογόνους τοῦ Ἰακὼβ (τοὺς Ἰσραηλίτες) συμφωνίαν καὶ συνθήκην φιλίας, τοὺς ἔδωκε δὲ ἐντολὴν καὶ τοὺς εἶπε: «Δὲν θὰ τιμᾶτε καὶ δὲν θὰ ἀποδίδετε βαθὺν σεβασμὸν εἰς ἄλλους, ξένους θεούς· καὶ δὲν θὰ προσκυνῆτε οὔτε θὰ λατρεύετε αὐτοὺς οὔτε καὶ θὰ προσφέρετε θυσίαν εἰς αὐτούς.

  36. 36

    ὅτι ἀλλ᾿ ἢ τῷ Κυρίῳ, ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν φοβηθήσεσθε καὶ αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε·

    Σεῖς θὰ ὑπακούετε καὶ θὰ ὑποτάσσεσθε μόνον εἰς τὸν Κύριον, ὁ ὁποῖος σᾶς ἐλευθέρωσε καὶ σᾶς ἔβγαλε ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου μὲ μεγάλην ἰσχὺν καὶ δύναμιν ἀκαταγώνιστον, ἡ ὁποία ὑψώνεται ἐπάνω ἀπὸ κάθε ἀντίστασιν, τὴν ὁποίαν κατασυντρίβει. Αὐτὸν θὰ τιμᾶτε καὶ εἰς αὐτὸν θὰ ἀποδίδετε βαθὺν σεβασμόν· αὐτὸν θὰ προσκυνῆτε καὶ εἰς αὐτὸν θὰ προσφέρετε τὶς θυσίες σας.

  37. 37

    καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψεν ὑμῖν ποιεῖν, φυλάσσεσθε πάσας τὰς ἡμέρας καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους·

    Σεῖς, ὅσα δικαιοῦται ὁ Κύριος καὶ δημιουργὸς νὰ ζητῇ, ὅπως φυλάσσῃ ὁ καθένας, τὶς ἀποφάνσεις καὶ δίκαιες κρίσεις του καὶ τὸν νόμον καὶ τὶς ἐντολές, τὶς ὁποῖες παρέδωκεν εἰς σᾶς γραπτῶς, αὐτὰ νὰ φυλάσσετε πάντοτε, ὅλες τὶς ἡμέρες τῆς ζωῆς σας· δὲν θὰ τιμᾶτε οὔτε θὰ ἀποδίδετε βαθὺν σεβασμὸν καὶ λατρείαν εἰς ἄλλους, ξένους θεούς.

  38. 38

    καὶ τὴν διαθήκην, ἣν διέθετο μεθ᾿ ὑμῶν, οὐκ ἐπιλήσεσθε καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους,

    Τὴν δὲ συμφωνίαν καὶ συνθήκην φιλίας, τὴν ὁποίαν ὁ Κύριος συνῆψε μαζί σας, δὲν θὰ τὴν λησμονήσετε καὶ δὲν θὰ τιμᾶτε οὔτε θὰ ἀποδίδετε βαθὺν σεβασμὸν καὶ λατρείαν εἰς ἄλλους, ξένους θεούς·

  39. 39

    ἀλλ᾿ ἢ τὸν Κύριον Θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν·

    σεῖς θὰ τιμᾶτε καὶ θὰ ἀποδίδετε βαθὺν σεβασμὸν καὶ λατρείαν μόνον εἰς τὸν Κύριον, τὸν Θεόν σας· αὐτὸς δὲ θὰ σᾶς σῴζῃ καὶ θὰ σᾶς λυτρώνῃ ἀπὸ ὅλους τοὺς ἐχθρούς σας.

  40. 40

    καὶ οὐκ ἀκούσεσθε ἐπὶ τῷ κρίματι αὐτῶν, ὃ αὐτοὶ ποιοῦσι.

    Σεῖς, οἱ ἀπόγονοι τοῦ Ἰακώβ, δὲν θὰ συμμορφωθῆτε μὲ τοὺς νόμους καὶ τοὺς τρόπους τῶν εἰδωλολατρικῶν ἐθνῶν, σύμφωνα μὲ τοὺς ὁποίους αὐτὰ ζοῦν».

  41. 41

    καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν Κύριον καὶ τοῖς γλυπτοῖς αὐ-τῶν ἦσαν δουλεύοντες, καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν, καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν, ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης.

    Ἔτσι οἱ λαοὶ ἐκεῖνοι ἐτιμοῦσαν καὶ ἀπέδιδαν βαθὺν σεβασμὸν καὶ λατρείαν εἰς τὸν Κύριον, ταυτοχρόνως ὅμως ἐλάτρευαν καὶ ἐπροσκυνοῦσαν καὶ τὰ εἴδωλα -ἀγάλματά των. Ὄχι μόνον δὲ ἐκεῖνοι, ἀλλὰ καὶ αὐτοὶ ἀκόμη οἱ υἱοί των καὶ οἱ υἱοὶ τῶν υἱῶν των (οἱ ἀπόγονοί των) συνέχιζαν νὰ ζοῦν καὶ νὰ λατρεύουν ὅπως καὶ οἱ προπάτορές των μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.