Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Δ΄ ΒΑΣΙΛΕΙΩΝ

Δ΄ Βασιλειών, κεφάλαιο 18

37 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (25)
  1. 1

    ΚΑΙ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ ῾Ωσηὲ υἱῷ ᾿Ηλὰ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Εζεκίας υἱὸς ῎Αχαζ βασιλέως ᾿Ιούδα.

    Κατὰ τὸ τρίτον ἔτος τῆς βασιλείας τοῦ Ὠσηέ, υἱοῦ τοῦ Ἠλά, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰσραήλ, ἀνέβη εἰς τὸν θρόνον (τοῦ βασιλείου) τοῦ Ἰούδα ἱ Ἐζεκίας, υἱὸς τοῦ Ἄχαζ, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα.

  2. 2

    υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ῎Αβου θυγάτηρ Ζαχαρίου.

    Ὅταν ὁ Ἐζεκίας ἀνέβη εἰς τὸν θρόνον, ἦταν εἴκοσι πέντε ἐτῶν. Ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ εἴκοσι ἐννέα ἔτη. Ἡ μητέρα του ὠνομάζετο Ἄβου καὶ ἦταν κόρη τοῦ Ζαχαρία.

  3. 3

    καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.

    Ὁ Ἐζεκιας ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου, ἀκολουθῶν εἰς ὅλα τὸ παράδειγμα τοῦ Δαβίδ, τοῦ προπάτορός του.

  4. 4

    αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ ᾿Ισραὴλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.

    Ὁ Ἐζεκίας κατέστρεψε τοὺς εἰδωλολατρικοὺς τόπους τῆς λατρείας, ποὺ εὑρίσκοντο εἰς ὑψηλὲς τοποθεσίες, συνέτριψε τὶς πέτρινες εἰδωλολατρικὲς στῆλες καὶ ἐξωλόθρευσε τὰ εἴδωλα τῆς θεᾶς Ἀστάρτης. Ἐπίσης κατέστρεψε τὸ χάλκινον φίδι, ποὺ εἶχε κατασκευάσει εἰς τὴν ἔρημον ὁ Μωϋσῆς, διότι μέχρι τῶν ἡμερῶν τῆς βασιλείας τοῦ Ἐζεκία ὁ Ἰσραηλιτικὸς λαὸς ἐπρόσφεραν εἰς τὸ ὁμοίωμα ἐκεῖνο θυμίαμα λατρείας. Ὁ Ἐζεκίας ὠνόμασε τὸ χάλκινον ἐκεῖνο φίδι Νεεσθάν.

  5. 5

    ἐν Κυρίῳ Θεῷ ᾿Ισραὴλ ἤλπισε, καὶ μετ᾿ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν ᾿Ιούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ·

    Ὁ βασιλιᾶς Ἐζεκίας εἶχεν ἀπόλυτον ἐμπιστοσύνην καὶ ἐστήριζεν ὅλην τὴν ἐλπίδα του εἰς τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ· μετὰ ἀπὸ τὸν Ἐζεκίαν δὲν παρουσιάσθη ἄλλος βασιλιᾶς μεταξὺ τῶν βασιλέων τοῦ Ἰούδα ὅμοιος μὲ αὐτὸν ἀλλ’ οὔτε καὶ ἄλλος ὅμοιός του, ἀπὸ ἐκείνους ποὺ ὑπῆρξαν πρὶν ἀπὸ αὐτόν.

  6. 6

    καὶ ἐκολλήθη τῷ Κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξε τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ·

    Ὁ Ἐζεκίας προσεκολλήθη καὶ μὲ ἅγιον πόθον προσεδέθη καὶ συνεδέθη στενὰ καὶ ἀκολουθοῦσε πιστὰ τὸν Κύριον καὶ δὲν ἀπεμακρύνθη ἀπὸ αὐτὸν καὶ ἐφύλαξε μὲ προσοχὴν ὅλες τὶς ἐντολὲς τοῦ Κυρίου, τὶς ὁποῖες εἶχε δώσει εἰς τὸν Μωϋσῆν.

  7. 7

    καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ ἐν πᾶσιν, οἷς ἐποίει, συνῆκε. καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ ᾿Ασσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ.

    Ἔτσι ὁ Κύριος ἦταν μαζί του καὶ δι' αὐτὸ εἰς ὅλα, ὅσα ἔκαμνεν, εὐτυχοῦσε καὶ προώδευεν. Ὁ Ἐζεκίας ἐπανεστάτησε κατὰ τοῦ βασιλιᾶ τῆς Ἀσσυρίας καὶ ἀρνήθηκε νὰ εἶναι πλέον εἰς αὐτὸν φόρου ὑποτελής,

  8. 8

    αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.

    Ὁ Ἐζεκίας ἐπετέθη ἐπίσης καὶ ἐνίκησε τοὺς Φιλισταίους μέχρι τῆς Γάζης καὶ μέχρι τῶν συνόρων της, ἀπὸ τὸ πιὸ μικρὸ χωριό, τὸν πιὸ μικρὸν συνοικισμόν, ὅπου εὐρίσκετο ἐλαχίστη φρουρὰ ἀνδρῶν, μέχρι τῶν μεγάλων καὶ ὠχυρωμένων πόλεων.

  9. 9

    Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ ᾿Εζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ ῾Ωσηὲ υἱῷ ᾿Ηλὰ βασιλεῖ ᾿Ισραὴλ) ἀνέβη Σαλαμανασὰρ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾿ αὐτήν·

    Συνέβη δὲ τοῦτο: Κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας τοῦ Ἐζεκία (αὐτὸ ἦταν τὸ ἕβδομον ἔτος τῆς βασιλείας τοῦ Ὡσηέ, υἱοῦ τοῦ Ἠλά, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ) εἰσέβαλεν ὁ Σαλαμανασάρ, βασιλιᾶς τῶν Ασσυρίων, εἰς τὸ βασίλειον τοῦ Ἰσραήλ, ἐπροχώρησε μέχρι τῆς Σαμαρείας καὶ τὴν ἐπολιόρκησε.

  10. 10

    καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ ᾿Εζεκίᾳ (αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ ῾Ωσηὲ βασιλεῖ ᾿Ισραήλ), καὶ συνελήφθη Σαμάρεια.

    Καὶ εἰς τὸ τέλος τῶν τριῶν ἐτῶν πολιορκίας τὴν κατέλαβεν· ἡ πτῶσις τῆς Σαμαρείας συνέβη κατὰ τὸ ἕκτον ἔτος τῆς βασιλείας τοῦ Ἐζεκία (αὐτὸ ἦταν τὸ ἔνατον ἔτος τῆς βασιλείας τοῦ Ὡσηέ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ).

  11. 11

    καὶ ἀπῴκισε βασιλεὺς ᾿Ασσυρίων τὴν Σαμάρειαν εἰς ᾿Ασσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν ᾿Αλαὲ καὶ ἐν ᾿Αβὼρ ποταμῷ Γωζὰν καὶ ὄρη Μήδων,

    Καὶ ὁ βασιλιᾶς τῶν Ἀσσυρίων μετέφερεν ὡς μετοίκους τοὺς Ἰσραηλίτες τῆς Σαμαρείας εἰς τὴν χώραν τῶν Ἀσσυρίων καὶ τοὺς ἐγκατέστησεν ἄλλους εἰς τὴν Ἀλαέ, ἄλλους κοντὰ εἰς τὸν ποταμὸν Ἀβὼρ τῆς χώρας Γωζὰν καὶ ἄλλους εἰς τὰ βουνά (ἢ κατ' ἄλλην γραφήν: Εἰς τὶς πόλεις) τῶν Μήδων.

  12. 12

    ἀνθ᾿ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου Θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωυσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.

    Ἡ Σαμάρεια ἔπεσε καὶ οἱ Ἰσραηλῖται ὠδηγήθησαν ὡς αἰχμάλωτοι εἰς τὴν Ἀσσυρίαν, διότι δὲν ἐπειθάρχησαν εἰς τὴν φωνὴν τοῦ Κυρίου καὶ Θεοῦ των καὶ παρέβησαν τὴν διαθήκην, ποὺ εἶχε συνάψει μαζί των, καὶ γενικῶς παρήκουσαν ὅλους τοὺς νόμους, ποὺ τοὺς ἔδωκεν ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου. Οἱ Ἰσραηλῖται οὔτε ὑπήκουσαν οὔτε ἐφήρμοσαν τὶς ἐντολὲς τοῦ Θεοῦ.

  13. 13

    Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τοῦ βασιλέως ᾿Εζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὰς πόλεις ᾿Ιούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.

    Κατὰ τὸ δέκατον τέταρτον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ Ἐζεκία ὁ Σενναχηρίμ, βασιλιᾶς τῶν Ἀσσυρίων, ἐπετέθη ἐναντίον τῶν ἀχυρῶν πόλεων τοῦ βασιλείου τοῦ Ἰούδα καὶ τὶς ἐκυρίευσε.

  14. 14

    καὶ ἀπέστειλεν ᾿Εζεκίας βασιλεὺς ᾿Ιούδα ἀγγέλους πρὸς βασιλέα ᾿Ασσυρίων εἰς Λαχὶς λέγων· ἡμάρτηκα, ἀποστράφηθι ἀπ᾿ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπ᾿ ἐμέ, βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ ᾿Εζεκίαν βασιλέα ᾿Ιούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου.

    Τότε ὁ Ἐζεκίας, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα, ἔστειλεν ἀγγελιαφόρους πρὸς τὸν βασιλιᾶ τῶν Ἀσσυρίων, ποὺ εὑρίσκετο εἰς τὴν Λαχίς, καὶ τοῦ εἶπεν: «Ἔπταισα μὲ τὸ να ἐπαναστατήσω ἐναντίον σου· σταμάτησε τὴν ἐπίθεσίν σου καὶ φύγε ἀπὸ τὸ βασίλειόν μου ὅ,τι φόρον μοῦ ἐπιβάλῃς, θὰ τὸν δεχθῶ καὶ θὰ τὸν ὑποφέρω». Τότε ὁ βασιλιᾶς τῶν Ἀσσυρίων ἐπέβαλεν ὡς φόρον εἰς τὸν Ἐζεκίαν, τὸν βασιλιᾶ του βασιλείου τοῦ Ἰούδα, τριακόσια ἀργυρὰ τάλαντα καὶ τριάντα χρυσὰ τάλαντα.

  15. 15

    καὶ ἔδωκεν ᾿Εζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως.

    Ἔτσι ὁ Ἐζεκίας ἔδωκεν εἰς τὸν Σενναχηρὶμ ὅλον τὸ ἀσῆμι, ποὺ εὑρίσκετο εἰς τὸν Ναὸν τοῦ Κυρίου καὶ εἰς τὰ θησαυροφυλάκια τοῦ βασιλικοῦ ἀνακτόρου.

  16. 16

    ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν ᾿Εζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα, ἃ ἐχρύσωσεν ᾿Εζεκίας ὁ βασιλεὺς ᾿Ιούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ ᾿Ασσυρίων.

    Ἐπίσης κατὰ τὸν χρόνον ἐκεῖνον ὁ Ἐζεκίας ἀπέκοψε καὶ ἀφήρεσε τὸ χρυσάφι ἀπὸ τὶς θύρες τοῦ Ναοῦ τοῦ Κυρίου καὶ τὸ χρυσάφι, μὲ τὸ ὁποῖον ὁ ἴδιος ὁ Ἐζεκίας, ὁ βασιλιᾶς τοῦ Ἰούδα, εἶχε καλύψει καὶ διακοσμήσει τοὺς στύλους τῶν θυρῶν ὅλα αὐτὰ τὰ ἔδωκεν εἰς τὸν βασιλιᾶ τῶν Ἀσσυρίων.

  17. 17

    καὶ ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων τὸν Θαρθὰν καὶ τὸν Ραφὶς καὶ τὸν Ραψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα ᾿Εζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ ῾Ιερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

    Ὁ βασιλιᾶς τῶν Ἀσσυρίων ἀπέστειλεν ἀπὸ τὴν πόλιν Λαχὶς τρεῖς ἀνωτάτους ἀξιωματούχους του, τὸν Θαρθάν, τὸν Ραφὶς καὶ τὸν Ραψάκην ἐναντίον του βασιλιᾶ Ἐζεκία εἰς τὴν Ἱερουσαλήμ, μὲ πολὺν στρατόν. Ὅταν ἡ μεγάλη αὐτὴ στρατιωτικὴ Ἀσσυριακὴ δύναμις ἔφθασεν εἰς τὴν Ἱερουσαλήμ, ἐστρατοπέδευσε προκλητικὰ κοντὰ εἰς τὴν ἄνω δεξαμενὴν τοῦ ὑδραγωγείου τῆς Ἱερουσαλήμ, ἡ ὁποία εἶναι εἰς τὸν δρόμον τοῦ χωραφιοῦ τοῦ λευκαντοῦ (τοῦ τεχνίτου, ὁ ὁποῖος κατεργάζεται τὸ μαλλὶ καὶ τὰ μάλλινα ὑφάσματα).

  18. 18

    καὶ ἐβόησαν πρὸς ᾿Εζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν ῾Ελιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ ᾿Ιωὰς ὁ υἱὸς Σαφὰτ ὁ ἀναμιμνῄσκων.

    Καὶ ὅταν ἦλθαν, ἐφώναζαν καὶ ἐκάλεσαν τὸν βασιλιᾶ Ἐζεκίαν. Ἀντὶ τοῦ βασιλιᾶ ἦλθαν πρὸς αὐτόν (τὸν Ραψάκην· κατ' ἄλλην γραφήν: Ἦλθαν πρὸς αὐτούς), διὰ νὰ τὸν συναντήσουν καὶ διαπραγματευθοῦν μαζί του, ὁ Ἐλιακίμ, ὁ υἱὸς τοῦ Χελκία, ὁ ἀρχηγὸς τοῦ βασιλικοῦ οἴκου, καὶ ὁ Σωμνάς, ὁ γραμματεὺς τῆς αὐλῆς, καὶ ὁ Ἰωάς, ὁ υἱὸς τὸν Σαφάτ (ἢ Ἀσάφ), ὁ ὑπομνηματογράφος, ὁ ἐπὶ κεφαλῆς τοῦ ἱστορικοῦ ἀρχείου.

  19. 19

    καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· εἴπατε δὴ πρὸς ᾿Εζεκίαν· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ βασιλεὺς ᾿Ασσυρίων· τί ἡ πεποίθησις αὕτη, ἣν πέποιθας;

    Ὁ Ἀσσύριος ἀξιωματοῦχος Ραψάκης εἶπε πρὸς αὐτούς: «Πέστε λοιπὸν εἰς τὸν Ἐζεκίαν «αὐτὰ λέγει ὁ βασιλιᾶς ὁ Μέγας, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων: Ποιὰ εἶναι αὐτὴ ἡ πεποίθησις, εἰς τὴν ὁποίαν στηρίζεσαι καὶ ἀνθίστασαι εἰς ἐμέ;

  20. 20

    εἶπας· πλὴν λόγοι χειλέων, βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;

    Εἶπες, ἀλλὰ αὐτά (ποὺ εἶπες) εἶναι λόγια μάταια· ἐγὼ ἔχω καὶ θέλησιν καὶ ἀπόφασιν καὶ δύναμιν διὰ πόλεμον. Τώρα λοιπὸν εἰς ποῖον ἐστήριξες τὴν ἐλπίδα καὶ τὴν πεποίθησίν σου, ὥστε ἐπανεστάτησες ἐναντίον μου καὶ ἀπετίναξες τὸν ζυγόν μου;

  21. 21

    νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον; ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσι τοῖς πεποιθόσιν ἐπ᾿ αὐτόν.

    Τώρα νά· ἐστηρίχθης εἰς αὐτὸ τὸ τσακισμένο καλαμένιο ραβδί, δηλαδὴ τὴν Αἴγυπτον; Ἀλλ' ὅποιος στηριχθῇ εἰς τὸ ραβδὶ αὐτό, τὸ σπασμένο καλάμι θὰ μπῇ εἰς τὸ χέρι του καὶ θὰ τὸ τρυπήσῃ. Τέτοιο ἀδύνατον καὶ ἐπικίνδυνον στήριγμα εἶναι ὁ Φαραώ, ὁ βασιλιᾶς τῆς Αἰγύπτου, καὶ ἔτσι συμβαίνει εἰς ὅλους, ὅσοι στηρίζονται εἰς τὴν δύναμίν του»).

  22. 22

    καὶ ὅτι εἶπας πρός με· ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν ᾿Εζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ ᾿Ιούδᾳ καὶ τῇ ῾Ιερουσαλήμ· ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν ῾Ιερουσαλήμ;

    Καὶ ὁ Ραψάκης συνέχισε: «Πιθανὸν θᾳ μοῦ εἰπῇς·«ἔχομεν στηρίξει τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα μας εἰς τὸν Κύριον, τὸν Θεον μας». Ἀλλὰ πῶς νὰ σᾶς βοηθήσῃ, ἀφοῦ τὸν ἔχετε δυσαρεστήσει; Διότι αὐτὸς δὲν εἶναι Ἐκεῖνος, τοῦ ὁποίου ὁ Ἐζεκίας κατήργησε τοὺς ὑψηλοὺς τόπους τῆς λατρείας καὶ τὰ θυσιαστήρια καὶ διέταξε τοὺς κατοίκους τοῦ βασιλείου τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ· «ἐμπρὸς εἰς τὸ θυσιαστήριον αὐτό, τῆς πόλες Ἱερουσαλήμ, θὰ προσκυνῆτε καὶ θὰ λατρεύετε τὸν Θεόν»;

  23. 23

    καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ ᾿Ασσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾿ αὐτούς.

    Τώρα λοιπὸν ἐλᾶτε καὶ συμπλακῆτε (κατ' ἄλλην ἑρμηνείαν: Ἐλᾶτε καὶ συμμαχήσατε) μὲ τὸν κύριόν μου, τὸν βασιλιᾶ τῶν Ἀσσυρίων· ἐγὼ δὲ θὰ σᾶς δώσω δύο χιλιάδες ἵππους, ἂν σεῖς μπορέσετε νὰ δώσετε ἀπὸ μέρους σας ἀναλόγους ἱππεῖς, οἱ ὁποῖοι νὰ τοὺς ἰππεύσουν.

  24. 24

    καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾿ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς.

    Ἐὰν ὅμως εἶσθε τόσον ἀδύνατοι καὶ δὲν διαθέτετε οὔτε δύο χιλιάδες ἱππεῖς, πῶς ἠμπορεῖτε νὰ ἀτενίσετε τὸ πρόσωπον ἐνὸς μόνον Ἀσσυρίου τοπάρχου, ἀπὸ τοὺς πολὺ μικροὺς καὶ ἀσήμους δούλους τοῦ κυρίου μου; Σὺ ὅμως ἐστήριξες τὴν ἐλπίδα σου καὶ ἐνεπιστεύθης τὸν ἑαυτόν σου εἰς τὴν Αἴγυπτον, διὰ νὰ σοῦ στείλουν ἀπὸ ἐκεῖ πολεμικὰ ἅρματα καὶ ἱππεῖς.

  25. 25

    καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν.

    Τώρα δὲ μήπως νομίζεις ὅτι χωρὶς τὸ θέλημα τοῦ Κυρίου εἰσεβάλαμε εἰς τὴν χώραν αὐτήν, διὰ νὰ τὴν καταστρέψωμεν; Ὁ ἴδιος ὁ Κύριος μοῦ εἶπε: «Προχώρει ἐναντίον τῆς χώρας αὐτῆς καὶ κατάστρεψέ την».

  26. 26

    καὶ εἶπεν ῾Ελιακὶμ υἱὸς Χελκίου καὶ Σωμνὰς καὶ ᾿Ιωὰς πρὸς Ραψάκην· λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ᾿ ἡμῶν ᾿Ιουδαϊστί, καὶ ἱνατί λαλεῖς ἐν τοῖς ὠσὶ τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;

    ὁ Ἐλιακίμ, ὁ υἱὸς τοῦ Χελκία, καὶ ὁ Σωμνὰς καὶ ὁ Ἰωὰς εἶπαν εἰς τὸν Ραψάκην: «Μίλησε, σὲ παρακαλοῦμεν, πρὸς ἡμᾶς τοὺς δούλους σου εἰς τὴν Συριακήν (=Ἀραμαϊκήν) γλῶσσαν, διότι ἐμεῖς τὴν καταλαβαίνομε, καὶ μὴ ὁμιλῇς μαζὶ μᾶς εἰς τὴν Ἑβραϊκὴν γλῶσσαν. Διατὶ ὁμιλεῖς εἰς τὰ Ἑβραϊκὰ καὶ σὲ ἀκούει ὁ Ἰουδαϊκὸς λαός, ποὺ εὑρίσκεται ἐπάνω εἰς τὸ τεῖχος;»

  27. 27

    καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ᾿ ὑμῶν ἅμα;

    Ὁ Ραψάκης τοὺς ἀπάντησε: «Μήπως νομίζετε ὅτι ὁ κύριός μου μὲ ἔστειλε νὰ εἴπω τὰ λόγια αὐτὰ μόνον εἰς τὸν κύριον σου, τὸν βασιλιᾶ Ἐζεκίαν, καὶ πρὸς σέ; Δὲν μὲ ἔστειλε μᾶλλον νὰ τὰ εἴπω εἰς τοὺς ἄνδρες, ποὺ κάθονται ἐπάνω εἰς τὸ τεῖχος τῆς Ἱερουσαλήμ, καὶ νὰ τοὺς ἀναγγείλω ὅτι τοὺς περιμένουν τέτοια φοβερὰ δεινὰ ἀπὸ τὴν πολιορκίαν μας, ὥστε εἶναι καταδικασμένοι νὰ φάγουν τὴν κόπρον των καὶ νὰ πιοῦν τὰ οὖρα των μαζὶ καὶ συγχρόνως μὲ σᾶς;»

  28. 28

    καὶ ἔστη Ραψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ ᾿Ιουδαϊστὶ καὶ ἐλάλησε καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως ᾿Ασσυρίων·

    Κατόπιν ὁ Ραψάκης ἐστάθη μὲ ἀλαζονείαν καὶ εἰς κατάλληλον θέσιν καὶ ἐφώναξε μὲ μεγάλην φωνὴν εἰς τὰ Ἑβραϊκὰ καὶ εἶπεν: «Ἀκούστε, κάτοικοι τῆς Ἱερουσαλήμ, τὰ λόγια τοῦ βασιλιᾶ του Μεγάλου, τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων.

  29. 29

    τάδε λέγει ὁ βασιλεύς· μὴ ἐπαιρέτω ὑμᾶς ᾿Εζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου.

    Αὐτὰ λέγει ὁ βασιλιᾶς τῶν Ἀσσυρίων: «Μὴ σᾶς φουσκώνῃ καὶ μὴ σᾶς ἀπατᾷ ὁ Ἐζεκίας μὲ λόγια, διότι δὲν θὰ ἠμπορέσῃ νὰ σᾶς γλυτώσῃ ἀπὸ τὰ χέρια μου».

  30. 30

    καὶ μὴ ἐλπιζέτω ὑμᾶς ᾿Εζεκίας πρὸς Κύριον λέγων· ἐξαιρούμενος ἐξελεῖται Κύριος, οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως ᾿Ασσυρίων.

    Καὶ ἂς μὴ σᾶς ἐνισχύῃ ὁ Ἐζεκίας μὲ ἐλπίδες πρὸς τὸν Κύριον, λέγοντάς σας· «ὁ Κύριος θὰ μᾶς γλυτώσῃ ὁπωσδήποτε καὶ δὲν θὰ παραδοθῇ ἡ πόλις αὐτὴ εἰς τὰ χέρια τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων».

  31. 31

    μὴ ἀκούετε ᾿Εζεκίου· ὅτι τάδε λέγει ὁ βασιλεὺς ᾿Ασσυρίων· ποιήσατε μετ᾿ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ,

    Μὴ ἀκούετε τὸν Ἐζεκίαν, διότι αὐτὰ λέγει ὁ βασιλιᾶς τῶν Ἀσσυρίων: Συνθηκολογῆστε μαζί μου, βγῆτε ἀπὸ τὰ τείχη τῆς πόλεως, ἐλᾶτε καὶ παραδοθῆτε εἰς ἐμέ. Καὶ τότε θὰ ἔχετε τὴν ἄδειαν, ὥστε καθένας σας νὰ πιῇ κρασὶ ἀπὸ τὸ ἀμπέλι του καὶ καθένας σας νὰ φάγῃ σῦκα ἀπὸ τὴν συκιά του καὶ νὰ πιῇ νερὸν ἀπὸ τὸ πηγάδι (ἢ τὴν στέρναν) του.

  32. 32

    ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε ᾿Εζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων· Κύριος ρήσεται ὑμᾶς.

    Θὰ τρώγετε τὰ σταφύλια καὶ τὰ σῦκα σας μέχρις ὅτου ἔλθω καὶ σᾶς μεταφέρω εἰς ἄλλην χώραν, ἡ ὁποία θὰ εἶναι πολὺ ὁμοία μὲ τὴν χώραν σας· δηλαδὴ εἰς χώραν, ποὺ παράγει σιτάρι καὶ κρασὶ καὶ ψωμὶ καὶ ἔχει ἀμπέλια· εἰς χώραν, ποὺ ἔχει ἐλαιόδενδρα καὶ παράγει λάδι καὶ μέλι. Εἰς τὴν χώραν αὐτὴν θὰ ζήσετε καὶ δὲν θὰ ἀποθάνετε». Μὴ ἀκούετε λοιπὸν τὸν Ἐζεκίαν, διότι σᾶς ἐξαπατᾷ λέγοντάς σας· «ὁ Κύριος θὰ σᾶς γλυτώσῃ».

  33. 33

    μὴ ρυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων;

    Μήπως ἐγλύτωσαν πράγματι οἱ θεοὶ τῶν ἄλλων ἐθνῶν ὁ καθένας τὴν χώραν του ἀπὸ τὸ χέρι τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων;

  34. 34

    ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ ᾿Αρφάδ; ποῦ ἐστιν ὁ θεὸς Σεπφαουραΐμ, ᾿Ανὰ καὶ ᾿Αβά, ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου;

    Ποὺ εἶναι ὁ θεὸς τηςΑἰμὰθ καὶ τῆς Ἀρφάδ; Ποὺ εἶναι οἱ θεοὶ τῆς πόλεως Σεπφαρουαΐμ, ὁ Ἀνὰ καὶ ὁ Ἀβά; Μήπως ἐγλύτωσαν αὐτοὶ τὴν Σαμάρειαν ἀπὸ τὰ χέρια μου;

  35. 35

    τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται Κύριος τὴν ῾Ιερουσαλὴμ ἐκ χειρός μου;

    Ποῖος καὶ πότε ἀπὸ ὅλους τοὺς θεοὺς τῶν ἄλλων χωρῶν ἐγλύτωσε τὴν χώραν του ἀπὸ τὰ χέρια μου; Τότε τί σᾶς κάμνει νὰ πιστεύετε ὅτι θὰ γλυτώσῃ ὁ Κύριος τὴν Ἱερουσαλὴμ ἀπὸ τὰ χέρια μου;»

  36. 36

    καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων· οὐκ ἀποκριθήσεσθε αὐτῷ.

    Οἱ Ἰσραηλῖται, ποὺ εὑρίσκοντο ἐπάνω εἰς τὸ τεῖχος τῆς Ἱερουσαλήμ, ἐσιώπησαν καὶ κανεὶς δὲν τοῦ ἀπεκρίθη λέξιν, διότι ὁ βασιλιᾶς Ἐζεκίας ἐπρόσταξε καὶ εἶπε: «Μὴ τοῦ ἀποκριθῆτε».

  37. 37

    καὶ εἰσῆλθεν ῾Ελιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ ᾿Ιωὰς υἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων πρὸς ᾿Εζεκίαν, διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.

    Κατόπιν ὁ Ἐλιακίμ, ὁ υἱὸς τοῦ Χελκία, ὁ ἀρχηγὸς τοῦ βασιλικοῦ οἴκου, καὶ ὁ Σωμνάς, ὁ γραμματεὺς τῆς αὐλῆς, καὶ ὁ Ἰωάς, ὁ υἱὸς τοῦ Σαφάτ (ἢ Ἀσάφ), ὁ ὑπομνηματογράφος, ὁ ἐπὶ κεφαλῆς τοῦ ἱστορικοῦ ἀρχείου, ἦλθαν καὶ παρουσιάσθησαν ἐμπρὸς εἰς τὸν βασιλιᾶ Ἐζεκίαν μὲ σχισμένα τὰ ροῦχα των καὶ τοῦ ἀνήγγειλαν τὰ ὑπερήφανα καὶ ὑβριστικὰ καὶ βλάσφημα λόγια, ποὺ τοὺς εἶπεν ὁ Ραψάκης.