Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Δ΄ ΒΑΣΙΛΕΙΩΝ

Δ΄ Βασιλειών, κεφάλαιο 15

38 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (25)
  1. 1

    ΕΝ ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ ῾Ιεροβοὰμ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Αζαρίας υἱὸς ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα.

    Κατὰ τὸ εἰκοστὸν ἕβδομον ἔτος τῆς βασιλείας τοῦ Ἱεροβοὰμ Β', βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰσραήλ, ἀνέβη εἰς τὸν βασιλικὸν Θρόνον (τοῦ βασιλείου) τοῦ Ἰούδα ὁ Ἀζαρίας, υἱὸς τοῦ Ἀμεσσία.

  2. 2

    υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ῾Ιεχελία ἐξ ῾Ιερουσαλήμ.

    Ὅταν ὁ Ἀζαρίας ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον, ἦταν δεκαέξι ἐτῶν· ἐβασίλευσε δὲ ἐπὶ πενῆντα δύο χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Ἰεχελία καὶ κατήγετο ἀπὸ τὴν Ἱερουσαλήμ.

  3. 3

    καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αμεσσίας ὁ πατὴρ αὐτοῦ·

    Ὁ Ἀζαρίας ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου εἰς ὅλα, κατὰ τὸ παράδειγμα τοῦ βασιλιᾶ Ἀμεσσία, τοῦ πατέρα του.

  4. 4

    πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς,

    Δὲν κατέστρεψεν ὅμως τοὺς εἰδωλολατρικοὺς τόπους, ποὺ εὑρίσκοντο εἰς ὑψηλὲς τοποθεσίες, καὶ ἔτσι ὁ λαὸς συνέχιζε νὰ προσφέρῃ εἰς τὰ εἴδωλα θυσίες καὶ θυμίαμα εἰς τοὺς τόπους ἐκείνους.

  5. 5

    καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ, καὶ ᾿Ιωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς.

    Διὰ τοῦτο ὁ Κύριος ἐτιμώρησε τὸν βασιλιᾶ μὲ λέπραν, ἡ ὁποία διετηρήθη μέχρι τῆς ἡμέρας τοῦ θανάτου του. Δι’ αὐτὸ ὁ μὲν Ἀζαρίας ἑκατοικοῦσε ὡς βασιλιᾶς εἰς ἰδιαίτερον ἀπομονωμένον σπίτι, ὁ δὲ υἱός του, ὁ Ἰωάθαμ, ἔμενεν εἰς τὸ βασιλικὸν ἀνάκτορον καὶ ἀπὸ ἐκεῖ ἐκυβερνοῦσε καὶ ἔκρινε τὸν λαὸν τῆς χώρας ὡς ἀντιβασιλιάς.

  6. 6

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αζαρίου, καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἀζαρία καὶ ὅλα, ὅσα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;

  7. 7

    καὶ ἐκοιμήθη ᾿Αζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

    Ἀπέθανεν ὁ Ἀζαρίας καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ τὸν ἔθαψαν μαζὶ μὲ τοὺς προπάτορές του εἰς τὴν Ἱερουσαλήμ, τὴν πόλιν τοῦ Δαβίδ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἰωάθαμ, ὁ υἱός του.

  8. 8

    ᾿Εν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς ῾Ιεροβοὰμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον.

    Κατὰ τὸ τριακοστὸν ὄγδοον ἔτος τῆς βασιλείας τοῦ Ἀζαρία, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον (τοῦ βασιλείου) τοῦ Ἰσραὴλ ὁ Ζαχαρίας, υἱὸς τοῦ Ἱεροβοὰμ Β'· αὐτὸς ἐβασίλευσε μὲ ἔδραν τὴν Σαμάρειαν ἐπὶ ἕξι μῆνες.

  9. 9

    καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.

    Ὁ βασιλιᾶς Ζαχαρίας παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν, ὅπως ἔκαμαν καὶ οἱ προπάτορές του. Δὲν ἀπεμακρύνθη ἀπὸ τὸ ἁμαρτωλὸν παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, ὁ ὁποῖος μὲ τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες του παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν.

  10. 10

    καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν Σελλοὺμ υἱὸς ᾿Ιαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν, καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.

    Καὶ ὠργάνωσαν συνωμοσίαν ἐναντίον του ὁ Σελλούμ, υἱὸς τοῦ Ἰαβίς, καὶ ὁ Κεβλαάμ, τὸν ἐκτύπησαν καὶ τὸν ἐθανάτωσαν, ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Σελλούμ.

  11. 11

    καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ζαχαρία, νά· αὐτὰ εἶναι γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ».

  12. 12

    ὁ λόγος Κυρίου, ὃν ἐλάλησε πρὸς ᾿Ιοὺ λέγων· υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ᾿Ισραήλ· καὶ ἐγένετο οὕτως.

    Μὲ τὸν θάνατον τοῦ Ζαχαρία ἐπραγματοποιήθη ὁ λόγος (ἡ ὑπόσχεσις), τὸν ὁποῖον εἶχε προείπει ὁ Κύριος πρὸς τὸν Ἰού· τοῦ εἶπε δηλαδή: «Σοῦ ὑπόσχομαι ὅτι οἱ ἀπόγονοί σου μέχρι τετάρτης γενεᾶς θὰ ἀναδειχθοῦν βασιλεῖς τοῦ Ἰσραήλ». Πράγματι ἔτσι ἔγινε καὶ ἐξεπληρώθη ἡ θεία ὑπόσχεσις!

  13. 13

    Καὶ Σελλοὺμ υἱὸς ᾿Ιαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ.

    Ὁ Σελλούμ, υἱὸς τοῦ Ἰαβίς, ἀνῆλθεν εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰσραήλ. Κατὰ τὸ τριακοστὸν ἔνατον ἔτος τῆς βασιλείας τοῦ Ἀζαρία, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον ὁ Σελλούμ. Ἐβασίλευσε δὲ ἐπὶ ἕνα μῆνα μὲ ἕδραν τὴν Σαμάρειαν.

  14. 14

    καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν ᾿Ιαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν.

    Διότι ὁ Μαναήμ, ὁ υἱὸς τοῦ Γαδδί, ἀνέβη ἀπὸ τὴν Θαρσιλὰ καὶ ἦλθεν εἰς τὴν Σαμάρειαν καὶ ἐκτύπησε τὸν βασιλιᾶ Σελλούμ, υἱὸν τοῦ Ἰαβίς, εἰς τήν ἕδραν του, τὴν Σαμάρειαν, καὶ τὸν ἐφόνευσε.

  15. 15

    καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Σελλοὺμ καὶ ἡ συνωμοσία, τὴν ὁποίαν ὠργάνωσε, νά· ὅλα αὐτὰ εἶναι γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ».

  16. 16

    τότε ἐπάταξε Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.

    Ἐνῷ ὁ Μαναὴμ ἐπροχωροῦσε ἀπὸ τὴν Θαρσιλὰ εἰς τὴν Σαμάρειαν, ἐπετέθη ἐναντίον τῆς πόλεως Θερσὰ καὶ ἐναντίον ὅλων, ὅσοι ἦσαν εἰς αὐτὴν καὶ τὴν γύρω ἀπὸ αὐτὴν περιοχήν, διότι οἱ κάτοικοι τῆς δὲν τοῦ ἄνοιξαν τὶς πύλες τῆς πόλεως καὶ δὲν παρεδόθησαν εἰς αὐτόν. Ἔτσι ἐκτύπησε καὶ ἐκυρίευσε τὴν Θερσὰ καὶ ἔσχισε τὶς κοιλιὲς τῶν γυναικῶν, ποὺ ἦσαν ἔγκυες!

  17. 17

    ᾿Εν ἔτει τριακοστῷ καὶ ἐνάτῳ τῷ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη.

    Κατὰ τὸ τριακοστὸν ἔνατον ἔτος τῆς βασιλείας τοῦ Ἀζαρία, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰσραὴλ ὁ Μαναήμ, υἱὸς τοῦ Γαδδί. Ἐβασίλευσε δὲ μὲ ἕδραν τὴν Σαμάρειαν ἐπὶ δέκα χρόνια.

  18. 18

    καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.

    Ὁ Μαναὴμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν. Δὲν ἀπεμακρύνθη ἀπὸ τὸ ἁμαρτωλὸν παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, ὁ ὁποῖος μὲ τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες του παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν.

  19. 19

    ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ.

    Κατὰ τὴν διάρκειαν τῆς βασιλείας τοῦ Μαναὴμ ὁ Φούλ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων, εἰσέβαλεν εἰς τὸ βασίλειον τοῦ Ἰσραήλ. Καὶ ὁ Μαναὴμ ἔδωκεν εἰς τὸν Φοὺλ χίλια ἀργυρᾶ τάλαντα (=34.000 χιλιόγραμμα ἀσῆμι) διὰ νὰ ἔχῃ τὴν ὑποστήριξιν καὶ τὴν βοήθειάν του εἰς ὦρες ἐπιθέσεως ἐχθρῶν κατὰ τοῦ Ἰσραήλ.

  20. 20

    καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν ᾿Ισραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν ᾿Ασσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς ᾿Ασσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ.

    Ὁ βασιλιᾶς Μαναὴμ ἐπῆρε τὸ ποσὸν αὐτὸ ἀπὸ τὸν Ἰσραηλιτικὸν λαόν, καὶ πρὸ παντὸς ἀπὸ τοὺς πλουσίους, διὰ νὰ τὰ δώσῃ εἰς τὸν βασιλιᾶ τῶν Ἀσσυρίων. Ὁ Μαναὴμ ἐπίεσε τὰ πρόσωπα αὐτά, ὥστε νὰ δώσῃ ὁ καθένας πενῆντα ἀργυροῦς σίκλους. Κατόπιν τούτου ὁ βασιλιᾶς τῶν Ἀσσυρίων ἐπέστρεψεν εἰς τὴν χώραν του καὶ δὲν ἔμεινεν εἰς τὸ βασίλειον τοῦ Ἰσραήλ, εἰς τὸ ὁποῖον εἶχεν εἰσβάλει.

  21. 21

    καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Μαναὴμ καὶ ὅλα, ὅσα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;

  22. 22

    καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

    Ἀπέθανεν ὁ Μαναὴμ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Φακεσίας, ὁ υἱός του.

  23. 23

    ᾿Εν ἔτει πεντηκοστῷ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.

    Κατὰ τὸ πεντηκοστὸν ἔτος τῆς βασιλείας τοῦ Ἀζαρία, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰσραὴλ ὁ Φακεσίας, υἱὸς τοῦ Μαναήμ. Ἐβασίλευσε δὲ μὲ ἕδραν τὴν Σαμάρειαν ἐπὶ δύο χρόνια.

  24. 24

    καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.

    Ὁ βασιλιᾶς Φακεσίας παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν. Δὲν ἀπεμακρύνθη ἀπὸ τὸ ἁμαρτωλὸν παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, ὁ ὁποῖος μὲ τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες του παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν.

  25. 25

    καὶ συνεστράφη ἐπ᾿ αὐτὸν Φακεὲ υἱὸς Ρομελίου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοͺ ᾿Αργόβ καὶ μετὰ τοῦ ᾿Αρία, καὶ μετ᾿ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.

    Ὠργανωσε συνωμοσίαν ἐναντίον τοῦ Φακεσία ὁ Φακεέ, υἱὸς τοῦ Ρομελίου, ὁ πρωθυπουργὸς (ἤ ἀνώτατος ἀξιωματοῦχος) του, καὶ τὸν ἐσκότωσεν εἰς τὴν Σαμάρειαν ἐμπρὸς εἰς τὸ βασιλικὸν ἀνάκτορον (κατ’ ἄλλην γραφήν: Μέσα εἰς τὸ ἐσωτερικώτερον φρούριον τοῦ ἀνακτόρου). Ἐσκότωσαν τὸν Φακεσίαν, μαζὶ δὲ μὲ αὐτὸν καὶ τὸν Ἀργὸβ καὶ τὸν Ἀρίαν καὶ πενῆντα ἄνδρες ἀπὸ τοὺς τετρακοσίους τῆς βασιλικῆς φρουρᾶς του. Ὁ Φακεὲ ἐθανάτωσε τὸν Φακεσίαν καὶ ἐβασίλευσεν ὡς διάδοχός του εἰς τὸν θρόνον τοῦ βασιλείου τοῦ Ἰσραήλ.

  26. 26

    καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Φακεσία καὶ ὅλα, ὅσα ἔκαμε, νά· ὅλα αὐτὰ εἶναι γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ».

  27. 27

    ᾿Εν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ρομελίου ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη.

    Κατὰ τὸ πεντηκοστὸν δεύτερον ἔτος τῆς βασιλείας τοῦ Ἀζαρία, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰσραὴλ ὁ Φακεέ, υἱὸς τοῦ Ρομελία. Ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Σαμάρειαν ἐπὶ εἴκοσι χρόνια.

  28. 28

    καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.

    Ὁ Φακεὲ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν. Δὲν ἀπεμακρύνθη ἀπὸ τὸ ἁμαρτωλὸν παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, ὁ ὁποῖος μὲ τὴν ἁμαρτωλὴν πολιτείαν του καὶ τὶς ἁμαρτίες του παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν.

  29. 29

    ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως ᾿Ισραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς ᾿Ασσυρίων καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν ᾿Αβελβαιθαμααχὰ καὶ τὴν ᾿Ανιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν ᾿Ασὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς ᾿Ασσυρίους.

    Κατὰ τὴν διάρκειαν τῆς βασιλείας τοῦ Φακεέ, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰσραήλ, ἦλθεν ὁ Θαγλαθφελλασάρ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων, καὶ ἐκυρίευσε τὴν πόλιν Αἲν καὶ τὴν Ἀβελβαιθαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαῖον καὶ ὅλην τὴν περιοχὴν Νεφθαλί, αἰχμαλώτισε δὲ τὸν Ἰσραηλιτικὸν λαὸν τῶν περιοχῶν αὐτῶν καὶ τοὺς μετέφερεν ὡς αἰχμαλώτους εἰς τὴν Ἀσσυρίαν.

  30. 30

    καὶ συνέστρεψε σύστρεμμα ῾Ωσηὲ υἱὸς ᾿Ηλὰ ἐπὶ Φακεὲ υἱὸν Ρομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσε καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ἐν ἔτει εἰκοστῷ ᾿Ιωάθαμ υἱοῦ ᾿Αζαρίου.

    Καὶ ὁ Ὡσηέ, υἱὸς τοῦ Ἠλά, ὠργάνωσε συνωμοσίαν ἐναντίον τοῦ βασιλιᾶ Φακεέ, υἱοῦ τοῦ Ρομελία, τὸν ἐκτύπησε καὶ τὸν ἐφόνευσεν. Ἔτσι ὁ Ὡσηὲ ἐβασίλευσεν ὡς διάδοχος τοῦ Φακεὲ κατὰ τὸ εἰκοστὸν ἔτος τοῦ βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα Ἰωάθαμ, υἱοῦ τοῦ Ἀζαρία.

  31. 31

    καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα, ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Φακεὲ καὶ ὅλα, ὅσα ἔκαμε, νά· ὅλα αὐτὰ εἶναι γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ».

  32. 32

    ᾿Εν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ρομελίου βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς ᾿Αζαρίου βασιλέως ᾿Ιούδα.

    Κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ Φακεέ, υἱοῦ τοῦ Ρομελία, βασιλιᾶ (τοῦ βασιλείου) τὸν Ἰσραήλ, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰούδα ὁ Ἰωάθαμ, υἱὸς τοῦ Ἀζαρία.

  33. 33

    υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ Σαδώκ.

    Ὅταν ὁ Ἰωάθαμ ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον, ἦταν εἴκοσι πέντε ἐτῶν, ἐβασίλευσε δὲ ἐπὶ δεκαέξι χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Ἱερουσά, αὐτὴ δὲ ἦταν κόρη τοῦ Σαδώκ.

  34. 34

    καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αζαρίας ὁ πατὴρ αὐτοῦ·

    Ὁ Ἰωάθαμ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου εἰς ὅλα, κατὰ τὸ παράδειγμα τοῦ βασιλιᾶ Ἀζαρία, τοῦ πατέρα του.

  35. 35

    πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸ ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω.

    Ὅμως δὲν κατέστρεψε τοὺς εἰδωλολατρικοὺς τόπους τῆς λατρείας, ποὺ εὑρίσκοντο εἰς ὑψηλὲς τοποθεσίες, καὶ ἔτσι ὁ λαὸς συνέχιζε νὰ προσφέρῃ εἰς τὰ εἴδωλα θυσίες καὶ θυμίαμα εἰς τοὺς τόπους ἐκείνους. Ὁ βασιλιᾶς Ἰωάθαμ ἔκτισε τὴν Ὑψηλὴν (Βορείαν) πύλην τοῦ Ναοῦ.

  36. 36

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάθαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἰωάθαμ καὶ ὅλα, ὅσα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;

  37. 37

    ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν ᾿Ιούδᾳ τὸν Ραασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ρομελίου.

    Κατὰ τὴν διάρκειαν τῆς βασιλείας τοῦ Ἰωαθὰμ ἄρχισε νὰ ἑξαποστέλλῃ ὁ Κύριος ἐναντίον τοῦ βασιλείου τοῦ Ἰούδα τὸν Ραασσών, βασιλιᾶ τῆς Συρίας, καὶ τὸν βασιλιᾶ του Ἰσραὴλ Φακεέ, υἱὸν τοῦ Ρομελία.

  38. 38

    καὶ ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν ῎Αχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

    Ἀπέθανεν ὁ βασιλιᾶς Ἰωάθαμ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη μὲ τοὺς ἀποθαμένους προγόνους του εἰς τὴν Ἱερουσαλήμ, τὴν πόλιν τοῦ προπάτορός του Δαβίδ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἄχαζ, ὁ υἱός του.