Δ΄ Βασιλειών, κεφάλαιο 14
- 1
ΕΝ ἔτει δευτέρῳ τῶ ᾿Ιωὰς υἱῷ ᾿Ιωάχαζ βασιλεῖ ᾿Ισραὴλ καὶ ἐβασίλευσεν ᾿Αμεσσίας υἱὸς ᾿Ιωὰς βασιλεὺς ᾿Ιούδα.
Κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ Ἰωάς, υἱοῦ τοῦ Ἰωαχάζ, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰσραήλ, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ βασιλείου τοῦ Ἰούδα ὁ βασιλιᾶς Ἀμεσσίας, υἱὸς τοῦ Ἰωάς.
- 2
υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Ιωαδὶμ ἐξ ῾Ιερουσαλήμ.
Ὅταν ὁ Ἀμεσσίας ἀνέβη εἰς τὸν θρόνον, ἦταν εἴκοσι πέντε ἐτῶν, ἐβασίλευσε δὲ εἴκοσι ἐννέα χρόνιά μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Ἰωαδίμ, κατήγετο δὲ αὐτὴ ἀπὸ τὴν Ἱερουσαλήμ.
- 3
καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν ᾿Ιωὰς ὁ πατὴρ αὐτοῦ, ἐποίησε·
Ὁ Ἀμεσσίας ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου, ὄχι ὅμως ὅπως ὁ βασιλιᾶς Δαβίδ, ὁ προπάτοράς του. Ἀντ’ αὐτοῦ ἀκολούθησε εἰς ὅλα τὸ παράδειγμα τοῦ Ἰωάς, του πατέρα του.
- 4
πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
Δὲν κατέστρεψεν ὅμως τοὺς εἰδωλολατρικοὺς τόπους τῆς λατρείας, ποὺ εὑρίσκοντο εἰς ὑψηλὲς τοποθεσίες, καὶ ἔτσι ὁ λαὸς συνέχιζε νὰ προσφέρῃ εἰς τὰ εἴδωλα θυσίες καὶ θυμίαμα εἰς τοὺς τόπους ἐκείνους.
- 5
καὶ ἐγένετο ὅτε κατίσχυεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ·
Συνέβη δὲ τοῦτο: Μόλις ἡ βασιλικὴ ἐξουσία του ἐστερεώθη καλὰ εἰς τὰ χέρια του, ἐσκότωσε τοὺς δούλους, οἱ ὁποῖοι ἐδολοφόνησαν τὸν πατέρα του Ἰωάς.
- 6
καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾿ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται.
Δὲν ἐσκότωσεν ὅμως καὶ τὰ παιδιὰ τῶν δολοφόνων αὐτῶν, σύμφωνα μὲ τὴν διάταξιν τοῦ Μωσαϊκοῦ Νόμου, εἰς τὸν ὁποῖον ὁ Κύριος λέγει: «Οἱ πατέρες δὲν πρέπει νὰ θανατώνωνται δι' ἐγκλήματα, ποὺ ἔκαμαν τὰ παιδιά τους, οὔτε τὰ παιδιὰ πρέπει νὰ θανατώνωνται διὰ ἐγκλήματα, ποὺ ἔκαμαν οἱ πατέρες των ἀλλὰ κάθε ἄνθρωπος πρέπει νὰ θανατώνεται διὰ τὰ ἐγκλήματα (τίς ἁμαρτίες), ποὺ διέπραξεν αὐτὸς ὁ ἴδιος».
- 7
αὐτὸς ἐπάταξε τὴν ᾿Εδὼμ ἐν Γαιμελὲ δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης.
Ὁ βασιλιᾶς Ἀμεσσίας ἐπετέθη κατὰ τῶν Ἰδουμαίων εἰς τὴν Γαιμελὲ καὶ ἐσκότωσε δέκα χιλιάδες Ἰδουμαίους στρατιῶτες, κατὰ τὸν πόλεμον δὲ αὐτὸν ἐκυυρίευσε τὴν Πέτραν, τὴν ὁποίαν ὠνόμασε Καθοήλ· τὸ ὄνομα τοῦτο διατηρεῖται μέχρι τῆς ἡμέρας, ποὺ γράφονταὶ οἱ γραμμὲς αὐτές.
- 8
τότε ἀπέστειλεν ᾿Αμεσσίας ἀγγέλους πρὸς ᾿Ιωὰς υἱὸν ᾿Ιωάχαζ υἱοῦ ᾿Ιοὺ βασιλέως ᾿Ισραὴλ λέγων· δεῦρο ὀφθῶμεν προσώποις.
Κατόπιν ὁ Ἀμεσσίας ἔστειλεν ἀπεσταλμένους εἰς τὸν Ἰωάς, τὸν υἱὸν τοῦ Ἰωαχάζ, υἱοῦ τοῦ Ἰού, βασιλιᾶ τοῦ Ἰσραήλ, καὶ τοῦ εἶπεν: «Ἐμπρός, ἔλα νὰ ἀναμετρηθῶμεν εἰς πόλεμον».
- 9
καὶ ἀπέστειλεν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Αμεσσίαν βασιλέα ᾿Ιούδα λέγων· ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὴν ἄκανα.
Ἀλλ’ ὁ Ἰωάς, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ, ἔστειλε πρὸς τὸν Ἀμεσσίαν τὴν ἑξῆς ἀπάντησιν: «Κάποτε τὸ καταφρονημένον ἀγκάθι, ποὺ φύεται εἰς τὸ ὅρος Λίβανος, ἔστειλε μήνυμα εἰς τὴν μεγαλοπρεπῆ κέδρον, ποὺ ὑψώνεται εἰς τὸ ὅρος Λίβανος, μὲ τὸ ὁποῖον τῆς ἔλεγε· «δῶσε τὴν κόρην σου ὡς σύζυγον εἰς τὸν υἱόν μου». Τὰ ἄγρια θηρία ὅμως, ποὺ ἄκουσαν τὴν προσβλητικὴν αὐτὴν πρότασιν τοῦ ἀγκαθιοῦ πρὸς τὴν μεγαλοπρεπῆ κέδρον, ἐθύμωσαν, ἐπέρασαν ἐπάνω ἀπὸ τὸν θάμνον τοῦ ἀγκαθιοῦ καὶ τὸν ἐποδοπάτησαν!
- 10
τύπτων ἐπάταξας τὴν ᾿Ιδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ ᾿Ιούδας μετὰ σοῦ.
Τώρα σύ, βασιλιᾶ Ἀμεσσία, ἐπετέθης καὶ ἐνίκησες πράγματι τοὺς Ἰδουμαίους καὶ ἀπὸ τὸ γεγονὸς αὐτὸ ἐγέμισεν ὑπερηφάνειαν ἡ καρδιά σου. Μεῖνε λοιπὸν ἰκανοποιημένος μὲ τὴν φήμην καὶ τὶς δάφνες τοῦ νικητοῦ καὶ κάθησε εἰς τὸ σπίτι σου· διατί φιλονικεῖς καὶ προκαλεῖς ζητήματα ἕνεκα τοῦ ἐγωϊσμοῦ σου; Ἡ πρόκλησίς σου αὐτὴ θὰ γίνῃ αἰτία νὰ καταστραφῇς καὶ σὺ καὶ ὅλος ὁ Ἰουδαϊκὸς λαὸς μαζί σου».
- 11
καὶ οὐκ ἤκουσεν ᾿Αμεσσίας. καὶ ἀνέβη ᾿Ιωὰς βασιλεὺς ᾿Ισραήλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ ᾿Αμεσσίας βασιλεὺς ᾿Ιούδα ἐν Βαιθσαμὺς τῇ τοῦ ᾿Ιούδα·
Ἀλλ’ ὁ Ἀμεσσίας ἀρνηθηκε νὰ ἀκούσῃ τὴν ἀπάντησιν καὶ νὰ δεχθῇ τὴν συμβουλὴν τοῦ Ἰωάς. Δι’ αὐτὸ ὁ Ἰωὰς ἐβάδισε μὲ τὸν στρατόν του ἐναντίον τοῦ Ἀμεσαία· καὶ ἔτσι ἦλθαν ἀντιμέτωποι αὐτὸς καὶ ὁ Ἀμεσσίας, ὁ βασιλιᾶς τοῦ Ἰούδα, εἰς τὴν πόλιν Βαιθσαμύς, ποὺ ἀνῆκεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα.
- 12
καὶ ἔπταισεν ᾿Ιούδας ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ·
Κατὰ τὴν μάχην ἐνικήθησαν οἱ Ἰουδαῖοι ἀπὸ τοὺς Ἰσραηλίτες, καὶ οἱ Ἰουδαῖοι στρατιῶται κατέφυγαν ὁ καθένας εἰς τὸ σπίτι του.
- 13
καὶ τὸν ᾿Αμεσσίαν υἱὸν ᾿Ιωὰς υἱοῦ ᾿Οχοζίου συνέλαβεν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ ἐν Βαιθσαμύς. καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ καὶ καθεῖλεν ἐν τῷ τείχει ῾Ιερουσαλὴμ ἐν τῇ πύλῃ ᾿Εφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις·
Καὶ ὁ Ἰωάς, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ, συνέλαβεν εἰς τὴν Βαιθσαμὺς αἰχμάλωτον τὸν βασιλιᾶ Ἀμεσσίαν, τὸν υἱὸν τοῦ Ἰωὰς καὶ ἔγονον τοῦ Ὀχοζία. Κατόπιν ο Ἰωὰς ἐπροχώρησε καὶ ἦλθεν εἰς τὴν Ἱερουσαλὴμ καὶ ἔρριξε κάτω τὸ τεῖχος τῆς Ἱερουσαλὴμ ἀπὸ τὴν πύλην τοῦ Ἐφραίμ (εἰς τὰ βόρεια τῆς Ἱερουσαλήμ) μέχρι τὴν πύλην τῆς Γωνίας (εἰς τὰ βορειοδυτικὰ τῆς Ἱερουσαλήμ)· δηλαδὴ ἐκρήμνισε μίαν ἔκτασιν μήκους 190-210 μέτρων.
- 14
καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.
Ὁ Ἰωὰς ἔλαβεν ἐπίσης ὅλον τὸ χρυσάφι καὶ ὅλον τὸ ἀσῆμι καὶ ὅλα τὰ ἱερὰ σκεύη, ποὺ εὑρέθησαν εἰς τὸν Ναὸν τοῦ Κυρίου καὶ εἰς τὰ θησαυροφυλάκια τοῦ βασιλικοῦ ἀνακτόρου, καθὼς καὶ τούς (ἐπισήμους;) ὁμήρους καὶ ἐπέστρεψε μὲ ὅλα αὐτὰ εἰς τὴν Σαμάρειαν.
- 15
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάς, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησε μετὰ ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἰωὰς καὶ ὅλα τὰ πολεμικά του κατορθώματα, τὰ ὁποῖα ἐπέτυχεν εἰς τὸν πόλεμον ἐναντίον τοῦ Ἀμεσσία, βασιλιᾶ τοῦ Ἰούδα, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τὸν βασιλείου) τοῦ Ἰσραήλ»;
- 16
καὶ ἐκοιμήθη ᾿Ιωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων ᾿Ισραήλ, καὶ ἐβασίλευσεν ῾Ιεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Ἀπέθανεν ὁ Ἰωὰς καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη εἰς τὴν Σαμάρειαν μὲ τοὺς βασιλεῖς τοῦ Ἰσραήλ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἱεροβοὰμ Β', ὁ υἱός του.
- 17
καὶ ἔζησεν ᾿Αμεσσίας υἱὸς ᾿Ιωὰς βασιλεὺς ᾿Ιούδα μετὰ τὸ ἀποθανεῖν ᾿Ιωὰς υἱὸν ᾿Ιωάχαζ βασιλέα ᾿Ισραὴλ πεντεκαίδεκα ἔτη.
Ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα Ἀμεσσίας, ὁ υἱὸς τοῦ Ἰωάς, ἔζησε μετὰ τὸν θάνατον τοῦ Ἰωάς, τοῦ υἱοῦ τοῦ Ἰωαχάζ, βασιλιᾶ τοῦ Ἰσραήλ, δεκαπέντε χρόνια.
- 18
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αμεσσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἀμεσσία καὶ ὅλα, ὅσα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;
- 19
καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν ῾Ιερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
Ὠργάνωσαν συνωμοσίαν εἰς τὴν Ἱερουσαλήμ, διὰ νὰ δολοφονήσουν τὸν Ἀμεσσίαν, καὶ αὐτὸς διὰ νὰ γλυτώσῃ κατέφυγεν εἰς τὴν πόλιν Λαχίς· οἱ ἐχθροί του ὅμως ἔστειλαν πίσω του τὰ ὄργανά των εἰς τὴν Λαχὶς καὶ τὸν ἐσκότωσαν ἐκεῖ.
- 20
καὶ ᾖραν αὐτὸν ἐφ᾿ ἵππων, καὶ ἐτάφη ἐν ῾Ιερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.
Τὸ νεκρὸν σῶμα του τὸ ἐφόρτωσαν εἰς ἵππους καὶ τὸ μετέφεραν εἰς τὴν Ἱερουσαλήμ, καὶ τὸν ἔθαψαν εἰς τὴν πόλιν τοῦ Δαβὶδ εἰς τοὺς βασιλικοὺς τάφους μαζὶ μὲ τοὺς ἀποθαμένους προγόνους του.
- 21
καὶ ἔλαβε πᾶς ὁ λαὸς ᾿Ιούδα τὸν ᾿Αζαρίαν —καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν— καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ ᾿Αμεσσίου.
Κατόπιν αὐτοῦ ὅλος ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα ἐπῆρε τὸν Ἀζαρίαν - αὐτὸς δὲ ἦταν τότε δεκαέξι ἔτων - καὶ τὸν ἀνεκήρυξαν βασιλιᾶ εἰς τὸν βασιλικὸν θρόνον τοῦ πατέρα του Ἀμεσσία.
- 22
αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ ᾿Ιούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
Ὁ Ἀζαρίας ἐκυρίευσε καὶ ἑξανάκτισε τὴν πόλιν Αἰλὼθ καὶ τὴν ἐπανέφερεν εἰς τὴν κυριαρχίαν τοῦ βασιλείου τοῦ Ἰούδα μετὰ τὸν θάνατον τοῦ βασιλιᾶ, τοῦ πατέρα τοῦ Ἀμεσσία, ὁ ὁποῖος εἶχε προστεθῇ εἰς τοὺς ἀποθαμένους προγόνους του.
- 23
᾿Εν ἔτει πεντεκαιδεκάτῳ τοῦ ᾿Αμεσσίου υἱῷ ᾿Ιωὰς βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ῾Ιεροβοὰμ υἱὸς ᾿Ιωὰς ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος.
Κατὰ τὸ δέκατον πέμπτον ἔτος τῆς βασιλείας τοῦ Ἀμεσσία, υἱοῦ τοῦ Ἰωάς, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰσραὴλ ὁ Ἱεροβοὰμ Β' υἱὸς τοῦ Ἰωάς. Ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Σαμάρειαν ἐπὶ σαράντα ἕνα ἔτη.
- 24
καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.
Ὁ Ἱεροβοὰμ Β' παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν. Δὲν ἀπεμακρύνθη ἀπὸ τὸ ἁμαρτωλὸν παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, ὁ ὁποῖος μὲ τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες του παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν.
- 25
αὐτὸς ἀπέστησε τὸ ὅριον ᾿Ισραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς ῎Αραβα κατὰ τὸ ρῆμα Κυρίου Θεοῦ ᾿Ισραήλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ᾿Ιωνᾶ υἱοῦ ᾿Αμαθὶ τοῦ προφήτου τοῦ ἐν Γεθχοφέρ.
Ὁ Ἱεροβοὰμ Β' κατέκτησε τὴν περιοχήν, ποὺ ἀνῆκεν ἄλλοτε εἰς τὸν Ἰσραήλ, καὶ ἔτσι ἐπανέφερε τὰ σύνορα τοῦ βασιλείου τοῦ Ἰσραὴλ ἀπὸ τὴν εἴσοδον Αἰμὰθ εἰς τὰ βόρεια (Κοίλη Συρία) μέχρι τῆς Νεκρᾶς θαλάσσης εἰς τὰ νότια, σύμφωνα μὲ τὸν λόγον, ποὺ εἶπεν ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, μὲ τὸ στόμα τοῦ προφήτου Ἰωνά, υἱοῦ τοῦ Ἀμαθί, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Γεθχοφέρ.
- 26
ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν ᾿Ισραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ ᾿Ισραήλ.
Αὐτὸ ἔγινε, διότι ὁ Κύριος εἶδε τὶς πολὺ πικρὲς θλίψεις καὶ τοὺς θλιβεροὺς καὶ μεγάλους ἐξευτελισμοὺς τοῦ Ἰσραηλιτικοῦ λαοῦ· εἶδε τοὺς Ἰσραηλῖτες νὰ ὀλιγοστεύουν καὶ νὰ πιέζωνται· νὰ ἐλαττώνωνται, νὰ γίνωνται σπάνιοι καὶ νὰ ἐγκαταλείπωνται, χωρὶς νὰ ὑπάρχῃ κανεὶς νὰ βοηθήσῃ τὸν Ἰσραηλιτικὸν λαόν.
- 27
καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα ᾿Ισραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς ῾Ιεροβοὰμ υἱοῦ ᾿Ιωάς.
Δὲν ἦταν ὅμως σκοπὸς καὶ πρόθεσις τοῦ Κυρίου νὰ ἑξαφανίσῃ τοὺς ἀπογόνους του Ἰσραηλιτικο λαοῦ ἀπὸ τὸ πρόσωπον τῆς γῆς· δι’ αὐτὸ τοὺς ἔσωσε διὰ το βασιλιᾶ Ἱεροβοὰμ Β', υἱοῦ τοῦ Ἰωάς.
- 28
καὶ τὰ λοιπὰ τῶν λόγων ῾Ιεροβοὰμ καὶ πάντα, ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν Αἰμὰθ τῷ ᾿Ιούδᾳ ἐν ᾿Ισραήλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἱεροβοαὰμ Β' καὶ ὅλα, ὅσα ἔκαμε, καὶ ὅλα τὰ πολεμικά τουῦ κατορθώματα, τὰ ὁποῖα ἐπέτυχεν εἰς τὸν πόλεμον διὰ τὴν κατάκτησιν καὶ ἐπιστροφὴν εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ τῆς Δαμασκοῦ καὶ τῆς Αἰμάθ, ποὺ κατεῖχε τὸ βασίλειον τοῦ Ἰούδα, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 29
καὶ ἐκοιμήθη ῾Ιεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων ᾿Ισραήλ, καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Ἀπέθανεν ὁ Ἱεροβοὰμ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του, τοὺς βασιλεῖς τοῦ Ἰσραήλ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ζαχαρίας, ὁ υἱός του.
