Δ΄ Βασιλειών, κεφάλαιο 13
- 1
ΕΝ ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ ᾿Ιωὰς υἱῷ ᾿Οχοζίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ᾿Ιωάχαζ υἱὸς ᾿Ιοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη.
Κατὰ τὸ εἰκοστὸν τρίτον ἔτος τῆς βασιλείας τοῦ Ἰωάς, υἱοῦ τοῦ Ὀχοζία, βασιλιᾶ (τοῦ βασιλείου) τοῦ Ἰούδα, ἔγινε βασιλιᾶς τοῦ Ἰσραὴλ ὁ Ἰωαχάζ, υἱὸς τοῦ Ἰού. Αὐτὸς ἐβασίλευσεν ἐπὶ δεκαεπτὰ ἔτη μὲ ἔδραν τὴν Σαμάρειαν.
- 2
καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν.
Ὁ Ἰωαχάζ, παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν καὶ ἀκολούθησε τὸ ἀσεβὲς παράδειγμα τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, καὶ ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες του, μὲ τὶς ὁποῖες παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν. Ὁ βασιλιᾶς Ἰωαχὰζ δὲν ἀπεμακρύνθη ἀπὸ τὴν ἀσέβειαν καὶ εἰδωλολατρίαν τὸν Ἱεροβοάμ.
- 3
καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ ᾿Αζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ ῎Αδερ υἱοῦ ᾿Αζαὴλ πάσας τὰς ἡμέρας.
Δι' αὐτὸ ὁ Κύριος ὠργίσθη πάρα πολύ, ἄναψε ὁ θυμός του κατὰ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, τὸν ἐγκατέλειψε καὶ τὸν παρέδωκεν εἰς τὰ χέρια τοῦ βασιλιᾶ τῆς Συρίας Ἀζαὴλ καὶ εἰς τὰ χέρια τοῦ υἱοῦ Ἄδερ, υἱοῦ τοῦ Ἀζαήλ, οἱ ὁποῖοι καθ' ὅλην τὴν διάρκειαν τῆς βασιλείας τοῦ Ἰωαχὰζ ἐνικοῦσαν καὶ ἐταπείνωναν τὸ βασίλειον τοῦ Ἰσραήλ.
- 4
καὶ ἐδεήθη ᾿Ιωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλῖψιν ᾿Ισραήλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
Ὁ Ἰωαχὰζ προσηυχήθη εἰς τὸν Θεὸν καὶ ἐζήτησε τὴν βοήθειάν του, καὶ ὁ Κύριος ἄκουσε τὴν δέησίν του, διότι εἶδε τὴν καταπίεσιν, ποὺ ὑφίστατο ὁ Ἰσραήλ, διότι τοὺς κατεπίεζε καὶ τοὺς ἐστενοχωροῦσε πολὺ ὁ βασιλιᾶς τῆς Συρίας.
- 5
καὶ ἔδωκεν Κύριος σωτηρίαν τῷ ᾿Ισραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας. καὶ ἐκάθισαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης·
Καὶ ὁ Κύριος τοὺς ἐλυπήθη καὶ ἔδωκε σωτηρίαν εἰς τὸν Ἰσραηλιτικὸν λαόν, καὶ ἔτσι ἀπέκτησαν τὴν ἐλευθερίαν των ἀπὸ τὴν δουλείαν τῶν Σύρων. Κατόπιν αὐτοῦ οἱ ἐλεύθεροι Ἰσραηλῖται ἐζοῦσαν καὶ πάλιν εἰς τὰ σπίτια των μὲ εἰρήνην, ὅπως καὶ προηγουμένως.
- 6
πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου ῾Ιεροβοάμ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
Ὅμως, παρ' ὅλα αὐτά, δὲν ἀπεμακρύνθησαν ἀπὸ τὴν ἀσέβειαν τοῦ οἴκου Ἰεροβοάμ, ὁ ὁποῖος παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ τὴν εἰδωλολατρίαν. Συνέχιζαν νὰ ἀκολουθοῦν τὸ ἁμαρτωλὸν παράδειγμά του· καὶ αὐτὸ ἀκόμη τὸ εἴδωλον τῆς θεὰς Ἀστάρτης ἔμενε στημένον (εἰς τὸ ἄλσος) εἰς τὴν πρωτεύουσάν των, τὴν Σαμάρειαν.
- 7
ὅτι οὐχ ὑπελείφθη τῷ ᾿Ιωάχαζ λαός, ἀλλ᾿ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
Ὁ θυμὸς τοῦ Θεοῦ ἐναντίον των ἦταν τόσος πολύς, ὥστε εἰς τὸν Ἰωαχὰζ δὲν εἶχεν ἀπομείνει στρατός· τοῦ εἶχαν ἀπομείνει μόνον πενῆντα ἱππεῖς, δέκα πολεμικὰ ἅρματα καὶ δέκα χιλιάδες πεζοί, διότι ὁ βασιλιᾶς τῆς Συρίας κατέστρεψε τοὺς Ἰσραηλίτες καὶ τοὺς ἔκαμε λεπτὴν σκόνην, διὰ νὰ τοὺς ποδοπατοῦν.
- 8
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἰωαχὰζ καὶ ὅλα, ὅσα ἔκαμε, καὶ ὅλα τὰ πολεμικά του κατορθώματα, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 9
καὶ ἐκοιμήθη ᾿Ιωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν ᾿Ιωὰς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Καὶ ἀπέθανεν ὁ Ἰωαχὰζ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του, καὶ τὸν ἔθαψαν εἰς τὴν Σαμάρειαν. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ υἱός του Ἰωάς.
- 10
᾿Εν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ ᾿Ιωὰς βασιλεῖ ᾿Ιούδα ἐβασίλευσεν ᾿Ιωὰς υἱὸς ᾿Ιωάχαζ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.
Κατὰ τὸ τριακοστὸν ἕβδομον ἔτος τῆς βασιλείας τοῦ Ἰωάς, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον τοῦ βασιλείου τοῦ Ἰσραὴλ ὁ Ἰωάς, υἱὸς τοῦ Ἰωαχαζ. Ἐβασίλευσε μὲ ἔδραν τὴν Σαμάρειαν ἐπὶ δεκαέξι ἔτη.
- 11
καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, ἐν αὐταῖς ἐπορεύθη.
Ὁ Ἰωὰς παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν καὶ δὲν ἀπεμακρύνθη ἀπὸ τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες τοῦ Ἱεροβοάμ, υἱοῦ τοῦ Ναβάτ, μὲ τὶς ὁποῖες παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν. Ἀκολούθησε τὸ ἴδιον παράδειγμα ἐκείνου.
- 12
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἃς ἐποίησε μετὰ ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;
Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἰωὰς καὶ ὅλα, ὅσα ἔκαμε, καὶ ὅλα τὰ πολεμικά του κατορθώματα, τὰ ὁποῖα ἐπέτυχεν εἰς τὸν πόλεμον ἐναντίον τοῦ Ἀμεσσία, βασιλιᾶ τοῦ Ἰούδα, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;
- 13
καὶ ἐκοιμήθη ᾿Ιωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ῾Ιεροβοὰμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων ᾿Ισραήλ.
Καὶ ἀπέθανεν ὁ Ἰωὰς καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του, τὸν διεδέχθη δὲ εἰς τὸν θρόνον ὁ υἱός του, Ἱεροβοὰμ ὁ Β'. Ὁ Ἰωὰς ἐτάφη εἰς τὴν Σαμάρειαν μαζὶ μὲ τοὺς βασιλεῖς τοῦ Ἰσραήλ.
- 14
Καὶ ῾Ελισαιὲ ἠρρώστησε τὴν ἀρρωστίαν αὐτοῦ, δι᾿ ἣν ἀπέθανε. καὶ κατέβη πρὸς αὐτὸν ᾿Ιωὰς βασιλεὺς ᾿Ισραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε· πάτερ πάτερ, ἅρμα ᾿Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ.
Ὁ προφήτης Ἐλισαῖος ἀρρώστησε ἀπὸ σοβαρὰν ἀρρώστιαν, ἡ ὁποία τελικῶς ἀπεδείχθη θανατηφόρος. Ἐνῷ ὁ Προφήτης ἦταν ἐτοιμοθάνατος, ἦλθε νὰ τὸν ἐπισκεφθῇ ὁ Ἰωάς, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ. Ὁ Ἰωὰς ἔσκυψε καὶ ἔπεσεν ἐπάνω εἰς τὸ πρόσωπον τοῦ ἐτοιμοθανάτου Προφήτου καὶ ἔκλαυσε καὶ τοῦ εἶπε: «Πατέρα μου, πατέρα μου! σὺ ἤσουν τὰ ἅρματα καὶ τὸ ἱππικὸν τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὁ ἰσχυρὸς μυστικὸς ὁδηγὸς τοῦ λαοῦ· φεύγεις καὶ ποῦ μᾶς ἀφήνεις τώρα;»
- 15
καὶ εἶπεν αὐτῷ ῾Ελισαιέ· λάβε τόξον καὶ βέλη. καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη.
Ὃ Ἐλισαῖος τοῦ ἀπάντησε: «Πάρε τόξον καὶ βέλη». Ὁ Ἰωὰς ἐπῆρε τόξον καὶ βέλη.
- 16
καὶ εἶπε τῷ βασιλεῖ· ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν ᾿Ιωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν ῾Ελισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως.
Καὶ ὁ Προφήτης εἶπεν εἰς τὸν βασιλιᾶ: «Κράτησε γερὰ τὸ τόξον καὶ ἐτοιμάσου». Ὁ Ἰωὰς ἐκράτησε γερὰ τὸ τόξον καὶ ὁ Ἐλισαῖος ἔβαλε τὰ χέρια του ἐπάνω εἰς τὰ χέρια τοῦ βασιλιᾶ,
- 17
καὶ εἶπεν· ἄνοιξον τὴν θυρίδα κατ᾿ ἀνατολάς· καὶ ἤνοιξε. καὶ εἶπεν ῾Ελισαιέ· τόξευσον· καὶ ἐτόξευσε. καὶ εἶπε· βέλος σωτηρίας τῷ Κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν ᾿Αφὲκ ἕως συντελείας.
καὶ τοῦ εἶπεν: «Ἀνοιξε τὸ παράθυρον, ποὺ βλέπει πρὸς τὰ ἀνατολικά» (πρὸς τὸ μέρος τῆς Γαλαάδ, ποὺ κατεῖχαν οἱ Σύροι). Ὅταν ὁ βασιλιᾶς ἄνοιξε τὸ παράθυρον, ὁ Ἐλισαῖος τοῦ εἶπε: «Ρίξε τὸ βέλος!» Καὶ ὁ βασιλιᾶς ἐτέντωσε τὸ τόξον καὶ ἔρριξε τὸ βέλος. Ὁ Ἐλισαῖος εἶπεν εἰς τὸν Ἰωάς: «Αὐτὸ εἶναι τὸ βέλος τοῦ Κυρίου, τὸ βέλος τῆς σωτηρίας τοῦ λαοῦ τοῦ Ἰσραὴλ ἀπὸ τὴν τυραννίαν τῶν Σύρων· θὰ ἐπιτεθῇς καὶ θὰ κτυπήσῃς τοὺς Σύρους εἰς τὴν Ἀφέκ, μέχρις ὅτου τοὺς συντρίψῃς ἐντελῶς».
- 18
καὶ εἶπεν αὐτῷ ῾Ελισαιέ· λάβε τόξα· καὶ ἔλαβε. καὶ εἶπε τῷ βασιλεῖ ᾿Ισραήλ· πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη.
Κατόπιν ὁ Ἐλισαῖος εἶπε πάλιν εἰς τὸν βασιλιᾶ: «Πάρε τόξα!» Ὁ Ἰωὰς ἐπῆρε τόξα. Καὶ ὁ Ἐλισαῖος εἶπεν εἰς τὸν βασιλιᾶ του Ἰσραηλιτικοῦ λαοῦ: «Ρίξε βέλη κάτω εἰς τὴν γῆν». Ὁ βασιλιᾶς ἔρριξε βέλη καὶ ἐκτύπησε τὴν γῆν τρεῖς φορὲς καὶ κατόπιν ἐσταμάτησε.
- 19
καὶ ἐλυπήθη ἐπ᾿ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπεν· εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.
Τοῦτο ὅμὼς ἐλύπησε τὸν ἄνθρωπον τοῦ Θεοῦ, ὀ ὁποῖος εἶπεν εἰς τὸν Ἰωάς: «Ἐὰν ἐκτυποῦσες τὴν γῆν μὲ τὰ βέλη πέντε ἢ ἕξι φορές, θὰ ἐκτυποῦσες τοὺς Σύρους, μέχρις ὅτου θὰ τοὺς συνέτριβες ἐντελῶς· τώρα ὅμως θὰ τοὺς κτυπήσῃς καὶ θὰ τοὺς νικήσῃς τρεῖς μόνον φορές».
- 20
καὶ ἀπέθανεν ῾Ελισαιέ, καὶ ἔθαψαν αὐτόν. καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ·
Ὁ Ἐλισαῖος ἀπέθανε καὶ τὸν ἔθαψαν. Τὸ ἑπόμενον ἔτος ἀνταρτικὲς ὁμάδες Μωαβιτν εἰσέβαλαν εἸς τὴν χώραν τοῦ Ἰσραήλ·
- 21
καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ ῾Ελισαιέ, καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων ῾Ελισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.
τότε δὲ συνέβη τοῦτο: Ἐνῷ οἱ Ἰσραηλῖται ἐκήδευαν καὶ ἐτοιμάζοντο νὰ ἐνταφιάσουν κάποιον νεκρόν, νά· εἶδαν ἔξαφνα τοὺς ἀντάρτες τῆς Μωὰβ νὰ ἔρχωνται. Οἱ τρομαγμένοι Ἰσραηλῖται ἔρριψαν ἀμέσως τὸν νεκρὸν εἰς τὸν τάφον τοῦ Ἐλισαίου καὶ ἔφυγαν. Μόλις ὅμως ὁ νεκρὸς ἄγγισε τὰ ὀστᾶ τοῦ προφήτου Ἐλισαίου, ἀνέζησεν, ἐσηκώθη καὶ ἐστάθη ὄρθιος εἰς τὰ πόδια του!
- 22
καὶ ᾿Αζαὴλ ἐξέθλιψε τὸν ᾿Ισραὴλ πάσας τὰς ἡμέρας ᾿Ιωάχαζ.
Ὁ βασιλιᾶς Ἀζαὴλ τῆς Συρίας κατεπίεζε μὲ τὶς ἐπιθέσεις του τὸν Ἰσραηλιτικὸν λαὸν καθ’ ὅλην τὴν περίοδον τῆς βασιλείας τοῦ Ἰωαχάζ.
- 23
καὶ ἠλέησε Κύριος αὐτούς, καὶ ᾠκτείρησεν αὐτοὺς καὶ ἐπέβλεψεν ἐπ᾿ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.
Ὁ Θεὸς ὅμως εὐσπλαγχνίσθη τοὺς Ἰσραηλίτες καὶ τοὺς ἐλυπήθη καὶ ἔρριψεν εὐμενὲς τὸ βλέμμα του ἐπάνω των, ἔνεκα τῆς ὑποσχέσεώς του καὶ τῆς συμφωνίας, τὴν ὁποίαν εἶχε συνάψει μὲ τοὺς πατριάρχας Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Δι αὐτὸ ὁ Κύριος δὲν ἠθέλησε νὰ τοὺς καταστρέψῃ, οὔτε τοὺς ἀπέρριψεν οὔτε τοὺς ἀπεδίωξεν ἀπὸ τὸ πρόσωπόν του, ὥστε νὰ στερηθοῦν τῆς ἐπιβλέψεως καὶ τῆς συμπαθείας του.
- 24
καὶ ἀπέθανεν Ἀζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Ἄδερ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Καὶ ἀπέθανεν ὁ Ἀζαήλ, ὁ βασιλιᾶς τῆς Συρίας, τὸν διεδέχθη δὲ εἰς τὸν βασιλικὸν θρόνον ὁ υἱὸς Ἄδερ, ὁ υἱός του.
- 25
καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωάχαζ καὶ ἔλαβε τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἄδερ υἱοῦ Ἀζαήλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωάχαζ τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς καὶ ἐπέστρεψε τὰς πόλεις Ἰσραήλ.
Τότε ὃ βασιλιᾶς Ἰωάς, ὃ υἱὸς τοῦ Ἰωαχαζ, κατέλαβε καὶ πάλιν ἀπὸ τὴν ἐξουσίάν του υἵοϋ Ἄδερ, ὑΐοΰ του Ἄζαηλ, τὶς πόλεις, τὶς ὅποιες εἶχαν καταλάβει οἱ Σύροι εἰς κάποιον πόλεμον ἀπὸ τὸν Ἰωαχαζ, τὸν πατέρα τοῦ. Ὃ βασιλιᾶς Ἰωὰς ἐπετέθη καὶ ἐκτυπησε τὸν υἱὸν Ἄδερ τρεῖς φορὲς (ὅπως εἶχε προφητεϋσει ὃ Ἐλισαῖος) καὶ κατέλαβε πάλιν τις πόλεις τοῦ Ἰσραήλ.
