Δ΄ Βασιλειών, κεφάλαιο 11
- 1
ΚΑΙ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας.
Μόλις ἡ Γοθολία, ἡ μητέρα τοῦ βασιλιᾶ Ὀχοζία, εἶπεν ὅτι ἀπέθανεν ὁ υἱός της, τὸν ὁποῖον ἐφόνευσεν ὁ Ἰού, ἐδολοφόνησε καὶ αὐτὴ ὅλους τοὺς ἀπογόνους τῆς βασιλικῆς οἰκογενειας τοῦ βασιλείου τοῦ Ἰούδα.
- 2
καὶ ἔλαβεν ᾿Ιωσαβεὲ θυγάτηρ τοῦ βασιλέως ᾿Ιωρὰμ ἀδελφὴ ᾿Οχοζίου τὸν ᾿Ιωὰς υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας καὶ οὐκ ἐθανατώθη.
Ἀλλ’ ἡ Ἰωσαβεέ, ἡ κόρη τοῦ βασιλιᾶ Ἰωρὰμ καὶ ἑτεροθαλὴς ἀδελφὴ τοῦ Ὀχοζία (ἀπὸ ἄλλην μητέρα), ἐπῆρε τὸν Ἰωάς, τὸν υἱὸν τοῦ ἀδελφοῦ της Ὀχοζία, καὶ τὸν ἀπήγαγε μέσα ἀπὸ τοὺς ἄλλους υἱοὺς τοῦ βασιλιᾶ, ποὺ ἐφονεύοντο ἀπὸ τὰ ὄργανα τῆς Γοθολίας. Ἡ Ἰωσαβεὲ ἐπῆρε κρυφὰ τὸν ἡλικίας ἐνὸς ἔτους Ἰωὰς καὶ τὴν τροφὸν του καὶ τοὺς ἔβαλεν εἰς τὸ δωμάτιον, ποὺ ἐχρησιμοποιεῖτο ὡς ἀποθήκη κρεβατιῶν. Ἐκεῖ ἔκρυψε τὸν Ἰωὰς ἀπὸ τὴν μανίαν τῆς Γοθολίας καὶ ἔτσι δὲν ἐθανατώθη.
- 3
καὶ ἦν μετ᾿ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἕξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς.
Καὶ ὁ Ἰωὰς ἐζοῦσε κρυμμένος μὲ τὴν τροφόν του εἰς τὸν οἶκον τοῦ Κυρίου, ὅπου εἶχεν ἐν τῷ μεταξὺ μεταφερθῆ, ἐπὶ ἓξι χρόνια. Κατὰ τὴν περίοδον αὐτὴν ἡ Γοθολία κατεῖχε τὸν βασιλικὸν θρόνον τοῦ βασιλείου τοῦ Ἰούδα.
- 4
καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν ᾿Ιωδαὲ ὁ ἱερεὺς καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χορρὶ καὶ τῶν Ρασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου καὶ ὥρκωσεν αὐτοὺς ἐνώπιον Κυρίου καὶ ἔδειξεν αὐτοῖς ᾿Ιωδαὲ τὸν υἱὸν τοῦ βασιλέως
Ἀλλὰ κατὰ τὸ ἕβδομον ἔτος τῆς βασιλείας τῆς Γοθολίας ὁ ἀρχιερεὺς Ἰωδαὲ ἔστειλεν ἀπεσταλμένους καὶ ἐκάλεσε τοὺς ἀξιωματικοὺς τῆς βασιλικῆς φρουρᾶς, τοὺς ἑκατοντάρχους τῶν τμημάτων Χορρὶ καὶ Ρασίμ, καὶ τοὺς ὠδήγησε (ἔφερε) κοντά του εἰς τὸν Ναὸν τοῦ Κυρίου καὶ συνῆψε μαζί των συμφωνίαν καὶ συνθήκην φιλίας ἐνώπιον Κυρίου διὰ τὴν πραγματοποίησιν τῶν σχεδίων του καὶ τοὺς ὥρκισεν ἐνώπιον τοῦ Κυρίου, τοὺς ἔδειξε δὲ καὶ τὸν κρυμμένον μικρὸν Ἰωάς, τὸν υἱὸν τοῦ βασιλιᾶ Ὀχοζία·
- 5
καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὗτος ὁ λόγος, ὃν ποιήσετε·
ταυτοχρόνως τοὺς ἔδωκε καὶ τὴν ἀκόλουθον ἐντολήν: «Αὐτὸ θὰ κάμετε διὰ τὴν ἀνακήρυξιν τοῦ Ἰωὰς ὡς νέου βασιλιᾶ:
- 6
τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξατε τὴν φυλακὴν τοῦ οἴκου.
Ὅταν θὰ γίνῃ ἡ κατὰ Σάββατον ἀλλαγὴ τῆς φρουρᾶς, ἡ φρουρά (ἱερεῖς καὶ λευῖται) θὰ διαιρεθῇ εἰς τρία τμήματα. Τὸ ἕνα τρίτον ἀπὸ τὴν φρουρὰν ποὺ ἀντικαθίσταται, θὰ ἔλθῃ τὸ Σάββατον αὐτό, θὰ σταθῇ εἰς τὴν εἴσοδον τοῦ ἀνακτόρου καὶ θὰ ἀναλάβῃ τὴν φρούρησιν τοῦ παλατιοῦ· τὸ ἄλλο τρίτον θὰ λάβῃ θέσιν καὶ θὰ φρουρῇ τὴν πύλην, ποὺ ὀνομάζεται «πύλη τῶν ὁδῶν»· καὶ τὸ ἄλλο τμῆμα, τὸ τρίτον, θὰ φρουρῇ τὴν πύλην, ποὺ ὀνομάζεται «πύλη τῶν στρατιωτῶν». Ἀπὸ τὴν θέσιν αὐτὴν τὸ τρίτον τμῆμα θὰ φρουρῇ τὴν εἴσοδον τοῦ Ναοῦ, ὥστε νὰ ἀποκρούσῃ τυχὸν ἕφοδον ἀπὸ τὸ παλάτι.
- 7
καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα·
Καὶ δύο τμήματα ἀπὸ τὴν φρουρὰν ποὺ ἀντικαθίσταται τὸ Σάββατον, θὰ φρουροῦν τὸ μὲν ἕνα τὸν Ναὸν τοῦ Κυρίου, διὰ νὰ ἀσφαλίζουν τὸν νεαρὸν βασιλιᾶ,
- 8
καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ ἀποθανεῖται. καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν.
τὸ δὲ ἄλλο θὰ περικυκλώσῃ τὸν βασιλιᾶ· κάθε στρατιώτης τοῦ τμήματος αὐτοῦ θὰ στέκεται μὲ γυμνὸν τὸ σπαθί του εἰς τὸ χέρι του· ὅποιος τολμήσῃ να πλησιάσῃ καὶ νὰ εἰσχωρήσῃ εἰς τὴν γραμμὴν τῆς φρουρᾶς, θὰ θανατωθῇ. Οἱ στρατιῶται αὐτοὶ θὰ εἶναι μαζὶ μὲ τὸν βασιλιᾶ, φρουρὰ προσωπική του, κάθε φορὰν ποὺ θὰ βγαίνῃ ἔξω καὶ κάθε φορὰν ποὺ θὰ μπαίνῃ μέσα».
- 9
καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο ᾿Ιωδαὲ ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθον πρὸς ᾿Ιωδαὲ τὸν ἱερέα.
Καὶ οἱ ἑκατόνταρχοι ἀξιωματικοὶ ἔκαμαν ὅλα, ὅσα τοὺς διέταξεν ὁ συνετὸς ἀρχιερεὺς Ἰωδαέ. Κάθε ἀξιωματικὸς ἐπῆρε τοὺς ἄνδρες του, οἱ ὁποῖοι θὰ ἤρχοντο νὰ ἀντικαταστήσουν τὴν φρουρὰν κατὰ τὸ Σάββατον, καὶ τοὺς ἄνδρες τῆς φρουρᾶς, ποὺ θὰ ἀπήρχετο, καὶ μαζὶ μὲ ὅλους αὐτοὺς τοὺς ἄνδρες ἦλθαν εἰς τὸν ἀρχιερέα Ἰωδαέ.
- 10
καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοῦ ἐν οἴκῳ Κυρίου.
Καὶ ὁ ἀρχιερεὺς παρέδωσεν εἰς τοὺς ἑκατοντάρχους ἀξιωματικοὺς ὡς ὁπλισμὸν τοὺς σειρομάστας (=λόγχες) καὶ τοὺς τρισσούς (=ἀσπίδες) τοῦ βασιλιᾶ Δαβίδ, ποὺ ἐφυλάσσοντο εἰς τὸν Ναὸν τοῦ Θεοῦ.
- 11
καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.
Καὶ οἱ ἄνδρες τῆς φρουρᾶς ἔλαβαν τὴν ὡρισμένην θέσιν των ὁ καθένας μὲ τὸ ὅπλον εἰς τὰ χέρια. Παρετάχθησαν ὅλοι οἱ ἄνδρες ἀπὸ τὴν δεξιὰν πλευράν (τὸν νότιον τοῖχον) τοῦ Ναοῦ μέχρι τῆς ἀριστερᾶς πλευράς (τοῦ βορείου τοίχου) τοῦ Ναοῦ, κοντὰ εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐμπρὸς εἰς τὸν Ναόν, γύρω - γύρω ἀπὸ τὸν νεαρὸν βασιλιᾶ, ὁ ὁποῖος εὑρίσκετο μέσα εἰς τὸν Ναόν.
- 12
καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.
Κατόπιν ὁ ἀρχιερεὺς Ἰωδαὲ ἔβγαλε ἔξω ἀπὸ τὸν Ναὸν τὸν υἱὸν τοῦ βασιλιᾶ Ὀχοζία, τοῦ ἐφόρεσε τὸ βασιλικὸν στέμμα καὶ τοῦ ἔδωκεν εἰς τὰ χέρια ἀντίγραφον τοῦ Νόμου· καὶ τὸν ἔχρισε καὶ τὸν ἀνεκήρυξε βασιλιᾶ. Καὶ ὅσοι ἦσαν παρόντες εἰς τὴν τελετήν, ἐχειροκρότησαν καὶ ἐφώναξαν: «Ζήτω ὁ βασιλιᾶς!»
- 13
καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου.
Ἡ βασίλισσα Γοθολία ἄκουσε τὶς ζητωκραυγὲς τῶν ἀνδρῶν τῆς φρουρᾶς καὶ τοῦ λαοῦ καὶ ἔτρεξεν εἰς τὸν Ναὸν τοῦ Κυρίου, ὅπου ἦταν μαζεμένος ὁ λαός.
- 14
καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέρρηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησε· σύνδεσμος σύνδεσμος.
Καὶ ἔξαφνα, νά· εἶδεν ὅτι ὁ νέος βασιλιᾶς ἐστέκετο ἐπάνω εἰς τὴν ἐξέδραν, κοντὰ εἰς τὴν εἴσοδον τοῦ Ναοῦ, ὅπως ὑπῆρχε συνήθεια. Κοντὰ εἰς τὸν βασιλιᾶ ἐστέκοντο οἱ ἀρχιψάλται καὶ οἱ σαλπιγκταὶ καὶ ὅλος ὁ λαὸς τῆς πόλεως· ὅλοι αὐτοὶ ἐπανηγύριζαν διὰ τὸ γεγονὸς καὶ ἐσάλπιζαν μὲ τὶς σάλπιγγες. Ἡ Γοθολία ἐμπρὸς εἰς τὸ ἀναπάντεχον αὐτὸ θέαμα ἔσχισε τὰ ροῦχα της καὶ ἐφώναξε: «Συνωμοσία! Συνωμοσία!»
- 15
καὶ ἐνετείλατο ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπε πρὸς αὐτούς· ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρώθ· ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ρομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου.
Τότε ὁ ἀρχιερεὺς Ἰωδαὲ διέταξε τοὺς ἀξιωματικοὺς ἑκατοντάρχους, οἱ ὁποῖοι εἶχαν τὴν εὐθύνην τῆς στρατιωτικῆς φρουρᾶς, καὶ τοὺς εἶπε: «Συλλάβετέ την καὶ ὁδηγῆστε την ἔξω ἀπὸ τὶς δύο σειρὲς τῆς στρατιωτικῆς παρατάξεως· ἐκεῖνος, ποὺ θὰ θελήσῃ νὰ τὴν ἀκολουθήσῃ, θὰ θανατωθῇ μὲ τὴν ρομφαίαν». Αὐτὸ διέταξεν ὁ ἀρχιερεὺς Ἰωδαέ, διότι εἶπεν: «Ἡ Γοθολία δὲν πρέπει νὰ φονευθῇ εἰς τὴν περιοχὴν τοῦ Ναοῦ τοῦ Θεοῦ».
- 16
καὶ ἐπέθηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλθεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέθανεν ἐκεῖ.
Οἱ ἀξιωματικοὶ συνέλαβαν τὴν Γοθολίαν· τὴν (ὁδήγησαν εἰς τὸ παλάτι, εἰς τὴν εἴσοδον τοῦ βασιλικοῦ στάβλου, καὶ ἐκεῖ ἐφονεύθη ἡ Γοθολία.
- 17
καὶ διέθετο ᾿Ιωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ.
Ὁ ἀρχιερεὺς Ἰωδαὲ συνῆψε συμφωνίαν καὶ συνθήκην φιλίας μεταξὺ τοῦ Κυρίου καὶ μεταξὺ τοῦ βασιλιᾶ καὶ τοῦ λαοῦ, ὅτι θὰ εἶναι ὁ λαός, λαὸς ποὺ θὰ ἀνήκῃ ἐξ ὁλοκλήρου εἰς τὸν Κύριον συνῆψεν ἐπίσης συμφωνίαν καὶ συνθήκην φιλίας μεταξὺ τοῦ βασιλιᾶ καὶ τοῦ λαοῦ.
- 18
καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου.
Κατόπιν ολος ὁ λαὸς τῆς πόλεως τῶν Ἱεροσολύμων ὥρμησε πρὸς τὸν εἰδωλολατρικὸν ναὸν τοῦ Βάαλ καὶ τὸν κατεδάφισεν. Ὁ λαὸς συνέτριψεν ἐπίσης ἐντελῶς καὶ μὲ δύναμιν τὰ θυσιαστήρια τοῦ Βάαλ καὶ τὰ ἀγάλματά του καὶ ἐφόνευσε τὸν Μαθάν, τὸν ἱερέα τοῦ Βάαλ, ἐμπρὸς εἰς τὰ θυσιαστήρια. Ὁ ἀρχιερεὺς Ἰωδαὲ ὥρισε φύλακες - ἐπόπτες (ἱερεῖς) εἰς τὸν Ναὸν τοῦ Θεοῦ.
- 19
καὶ ἔλαβε τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρὶ καὶ τὸν Ρασὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων.
Κατόπιν αὐτός, οἱ ἀξιωματικοὶ ἑκατόνταρχοι, ἡ βασιλικὴ φρουρά (τὰ τμήματα) Χορρὶ καὶ Ρασὶμ καὶ ὅλος ὁ λαὸς τῆς πόλεως τῶν Ἱεροσολύμων, παρέλαβαν, ὠδήγησαν καὶ συνώδευσαν τὸν βασιλιᾶ ἀπὸ τὸν Ναὸν τοῦ Κυρίου, καὶ ἀπὸ τὸν δρόμον τῆς πύλης τῆς βασιλικῆς φρουρᾶς ἐμπῆκαν εἰς τὰ ἀνάκτορα. Ἐκεῖ ἀνέβασαν τὸν νέον βασιλιᾶ εἰς τὸν βασιλικὸν θρόνον.
- 20
καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ρομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.
Καὶ ὅλος ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα ἐπανηγύρισε καὶ ἐχάρη ἡσύχασεν ὅμως καὶ ἡ πόλις τῶν Ἱεροσολύμων. Τὴν Γοθολίαν ἐφόνευσαν μὲ ρομφαίαν εἰς τὰ βασιλικὰ ἀνάκτορα.
