Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΒΑΣΙΛΕΙΩΝ

Β΄ Βασιλειών, κεφάλαιο 5

25 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΚΑΙ παραγίνονται πᾶσαι αἱ φυλαὶ ᾿Ισραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·

    Μετὰ ταῦτα ἔρχονται ὅλαι αἱ φυλαὶ τοῦ Ἰσραὴλ εἰς τὴν Χεβρὼν πρὸς τὸν Δαβὶδ καὶ τοῦ λέγουν: «Νά, ὅλοι ἐμεῖς εἴμαστε ὀστά σου καὶ σάρκες σου, ἔχομεν κοινὴν καταγωγὴν μὲ σέ.

  2. 2

    καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ᾿ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ᾿Ισραήλ, καὶ εἶπε Κύριος πρὸς σέ· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ᾿Ισραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ.

    Καὶ ἕως τώρα, κατὰ τὸ διάστημα ποὺ ἐβασίλευεν εἰς ἡμᾶς ὁ Σαούλ, σὺ ἤσουν ἐκεῖνος ποὺ ὠδηγοῦσες τὸν στρατὸν τοῦ Ἰσραὴλ εἰς τὰ πεδία τῶν μαχῶν καὶ τὸν ἔφερνες πίσω νικητήν. Ἐπὶ πλέον δὲ καὶ ὁ Κύριος εἶπε πρὸς σὲ ὅτι σὺ θὰ ὁδηγῇς καὶ θὰ κυβερνᾷς τὸν λαόν μου, τὸν Ἰσραήλ, καὶ σὺ εἶσαι ἐκεῖνος ποὺ θὰ γίνῃς ὁ ἐπικεφαλῆς του λαοῦ μου Ἰσραήλ».

  3. 3

    καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι ᾿Ισραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα ᾿Ισραήλ.

    Ἦλθαν λοιπὸν ὅλοι οἱ προεστοὶ τῶν Ἰσραηλιτῶν εἰς τὴν Χεβρὼν πρὸς τὸν βασιλέα καὶ ἐκεῖ, εἰς τὴν Χεβρών, ἐνώπιον τοῦ Κυρίου, συνῆψε μαζί των ὁ βασιλεὺς Δαβὶδ συμφωνίαν. Καὶ ἔχρισαν αὐτοὶ τὸν Δαβὶδ βασιλέα ὅλων τῶν Ἰσραηλιτῶν.

  4. 4

    υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν,

    Τότε ποὺ ἐχρίσθη βασιλεύς, ὁ Δαβὶδ ἦτο ἡλικίας τριάντα ἐτῶν. Ἐβασίλευσε δὲ ἐπὶ σαράντα χρόνια.

  5. 5

    ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν ᾿Ιούδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα ᾿Ισραὴλ καὶ ᾿Ιούδαν ἐν ῾Ιερουσαλήμ.

    Συγκεκριμένως ἐβασίλευσεν ἑπτὰ χρόνια καὶ ἕξι μήνας εἰς τὴν Χεβρὼν ὡς βασιλεὺς τῆς φυλῆς Ἰούδα καὶ τριάντα τρία χρόνια εἰς τὴν Ἱερουσαλὴμ ὡς βασιλεὺς ὅλων τῶν φυλῶν τοῦ Ἰσραήλ, καθὼς καὶ τῆς φυλῆς Ἰούδα.

  6. 6

    Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν ᾿Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυίδ· οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε.

    Μετὰ τὴν χρῖσιν του ἀνεχώρησεν ὁ Δαβίδ μὲ τοὺς ἄνδρας του διὰ τὴν Ἱερουσαλήμ, μὲ σκοπὸν νὰ πολεμήσῃ μὲ τοὺς Ἰεβουσαίους, ποὺ κατεῖχαν τὴν περιοχήν. Οἱ δὲ Ἰεβουσαῖοι τοῦ διεμήνυσαν τὰ ἑξῆς: «Δὲν πρόκειται νὰ περάσῃς τὴν πύλην καὶ νὰ ἔλθῃς ἐδῶ μέσα. Ἡ πόλις εἶναι πολὺ καλὰ ὠχυρωμένη καὶ ἔχουν ἐξεγερθῇ ἀκόμη καὶ αὐτοὶ οἱ τυφλοὶ καὶ οἱ χωλοὶ καὶ φωνάζουν ὅτι δὲν θὰ ἔμβῃ ἐδῶ μέσα ὁ Δαβίδ μὲ κανένα τρόπον».

  7. 7

    καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις τοῦ Δαυίδ).

    Ὁ Δαβὶδ ὅμως ἐκυρίευσε συντόμως μὲ πολεμικὸν τέχνασμα τὴν θέσιν Σιών, ποὺ ἦτο ἡ ἀκρόπολις τῆς Ἱερουσαλήμ. (Πρόκειται δι’ αὐτήν, ποὺ ὠνομάσθη κατόπιν «πόλις τοῦ Δαβίδ»).

  8. 8

    καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· πᾶς τύπτων ᾿Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ· διὰ τοῦτο ἐροῦσι· τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.

    Εἶπε δὲ ὁ Δαβὶδ κατὰ τὴν ἡμέραν ἐκείνην: «Καθένας ποὺ συναντᾷ καὶ κτυπᾷ κάποιον Ἰεβουσαῖον, νὰ τὸν φονεύῃ μὲ τὸ μικρό του μαχαίρι. Τὸ ἴδιο νὰ κάνετε καὶ διὰ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ δι’ ὅλους ὅσοι μισοῦν τὸν Δαβίδ». Ἀπὸ αὐτὸ τὸ γεγονὸς μάλιστα πρόηλθε καὶ ἡ παροιμία, ποὺ λέγει ὅτι «τυφλοὶ καὶ χωλοὶ δὲν θὰ εἰσέλθουν εἰς τὸν οἶκον τοῦ Κυρίου».

  9. 9

    καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.

    Καὶ ἐγκατεστάθη ὁ Δαβὶδ εἰς τὴν περιοχὴν ἐκείνην τῆς Σιὼν καὶ ὠνομάσθη αὐτή «ἡ πόλις τοῦ Δαβίδ». Ἔκτισε δὲ τὴν περιοχὴν αὐτὴν ὡς πόλιν κυκλικῶς γύρω ἀπὸ τὴν ἀκρόπολιν καὶ τὸ ἀνάκτορόν του.

  10. 10

    καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.

    Καὶ εἰς τὸ ἑξῆς ὁ Δαβὶδ ἐπροώδευε καὶ ἐμεγαλύνετο ὅλοεν καὶ περισσότερον καὶ εἶχε μαζί του, βοηθὸν καὶ προστάτην του, τὸν παντοκράτορα Κύριον.

  11. 11

    καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καί τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ.

    Μετὰ δὲ τὴν κατάκτησιν τῆς Ἱερουσαλὴμ ἀπὸ τὸν Δαβὶδ ὁ βασιλεὺς τῆς Τύρου, ποὺ ἐλέγετο Χειράμ, ἀπέστειλε ἀνθρώπους του πρὸς τὸν Δαβὶδ καὶ ξύλα ἀπὸ κέδρον καὶ ξυλουργοὺς καὶ οἰκοδόμους καὶ ἔκτισαν αὐτοὶ ἀνάκτορον διὰ τὸν Δαβίδ.

  12. 12

    καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ ὅτι ἐπῄρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ.

    Καὶ κατάλαβε ὁ Δαβὶδ καὶ ἐπείσθη ὅτι ὁ Κύριος ἦτο Ἐκεῖνος, ποὺ τὸν προητοίμασε καὶ τὸν ἀνέδειξε βασιλέα τοῦ Ἰσραήλ, καὶ ὅτι ὑψώθη ἡ βασιλεία του χάριν τοῦ λαοῦ τοῦ Ἰσραήλ.

  13. 13

    καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ ῾Ιερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών, καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

    Ἐπῆρε δὲ ὁ Δαβὶδ μετὰ τὴν ἀναχώρησίν του ἀπὸ τὴν Χεβρὼν καὶ ἄλλας συζύγους καὶ παλλακὰς ἀπὸ τὴν Ἱερουσαλὴμ καὶ ἀπέκτησεν ἀπὸ αὐτὰς καὶ ἄλλους υἱοὺς καὶ θυγατέρας.

  14. 14

    καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμμοὺς καὶ Σωβὰβ καὶ Νάθαν καὶ Σαλωμὼν

    Τὰ δὲ ὀνόματα τῶν τέκνων του, ποὺ ἐγεννήθησαν εἰς τὴν Ἱερουσαλήμ, εἶναι: Σαμμούς, Σωβάβ, Νάθαν καὶ Σαλωμών·

  15. 15

    καὶ ᾿Εβεὰρ καὶ ᾿Ελισοὺς καὶ Ναφὲκ καὶ ᾿Ιεφιὲς

    Ἐβεάρ, Ἐλισούς, Ναφὲκ καὶ Ἰεφιές·

  16. 16

    καὶ ᾿Ελισαμὰ καὶ ᾿Ελιδαὲ καὶ ᾿Ελιφαλάθ, Σαμαέ, ᾿Ιεσσιβάθ, Νάθαν, Γαλαμαάν, ᾿Ιεβαάρ, Θεησοῦς, ᾿Ελιφαλάτ, Ναγέδ, Ναφέκ, ᾿Ιωνάθαν, Λεασαμύς, Βααλιμάθ, ᾿Ελιφαάθ.

    Ἐλισαμά, Ἐλιδαέ, Ἐλιφαλάθ, Σαμαέ, Ἰεσσιβάθ, Νάθαν, Γαλαμαάν, Ἰεβαάρ, Θεησοῦς, Ἐλιφαλάτ, Ναγέδ, Ναφέκ, Ἰανάθαν, Λεασαμύς, Βααλιμὰθ καὶ Ἐλιφαάθ.

  17. 17

    Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ ᾿Ισραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ κατέβη εἰς τὴν περιοχήν.

    Ἐπληροφορήθησαν ἐν τῷ μεταξὺ οἱ Φιλισταῖοι ὅτι ὁ Δαβὶδ ἔχει χρισθῇ βασιλεὺς τῶν Ἰσραηλιτῶν καὶ ἀνέβηκαν ἀμέσως ὅλοι των διὰ νὰ εὕρουν καὶ κτυπήσουν τὸν Δαβίδ. Τὸ ἔμαθεν ὅμως ἐκεῖνος καὶ κατέβη ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς μίαν ὠχυρωμένην περιοχήν.

  18. 18

    καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων

    Καὶ ἦλθαν οἱ ἀλλόφυλοι Φιλισταῖοι καὶ ἀνέπτυξαν τὰς δυνάμεις των διὰ πόλεμον εἰς ὅλην τὴν κοιλάδα τῶν Τιτάνων.

  19. 19

    καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου λέγων· εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυίδ· ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

    Ἐρώτησε τότε ὁ Δαβὶδ διὰ μέσου τοῦ ἀρχιερέως τὸν Κύριον καὶ εἶπε: «Νὰ ἀνέβω διὰ νὰ ἐπιτεθῶ ἐναντίον τῶν ἀλλοφύλων; Θὰ τοὺς παραδώσῃς ἄραγε εἰς τὰ χέριά μου;» Καὶ ὁ Κύριος ἀπεκρίθη πρὸς τὸν Δαβίδ: «Ἀνέβα, διότι θὰ παραδώσω ὁπωσδήποτε τοὺς ἀλλοφύλους νικημένους εἰς τὰ χέριά σου».

  20. 20

    καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνωδιακοπῶν καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπε Δαυίδ· διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, ᾿Επάνω διακοπῶν.

    Καὶ ἦλθεν ὁ Δαβὶδ ἀπὸ τὴν θέσιν, ποὺ ὀνομάζεται «Ἐπάνω Διακοπαί, καὶ ἐξώντωσεν ἐκεῖ τοὺς Φιλισταίους. Εἶπε δὲ τότε ὁ Δαβίδ: «Ὁ Κύριος διεσκόρπισε τοὺς ἀλλοφύλους ἐχθρούς μας ἐμπρός μου, ὅπως διακόπτονται καὶ διασκορπίζονται τὰ νερά». Δι' αὐτὸ καὶ ὠνομάσθη ὁ τόπος ἐκεῖνος· τόπος τῶν «Ἐπάνω Διακοπῶν».

  21. 21

    καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ.

    Οἱ δὲ νικημένοι Φιλισταῖοι ἐγκατέλειψαν ἐκεῖ τὰ εἴδωλα τῶν θεῶν των καὶ τὰ ἐπῆραν ὁ Δαβὶδ καὶ οἱ ἂνδρες του.

  22. 22

    καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.

    Οἱ Φιλισταῖοι ὅμως ἀνέβηκαν καὶ διὰ δευτέραν φορὰν ἐναντίον τοῦ Δαβὶδ καὶ ἀνέπτυξαν καὶ πάλιν τὰς δυνάμεις των εἱς ὅλην τὴν κοιλάδα τῶν Τιτάνων.

  23. 23

    καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου καὶ εἶπε Κύριος· οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ Κλαυθμῶνος·

    Ἐρώτησε δὲ καὶ πάλιν τὸν Κύριον ὁ Δαβίδ τί ἔπρεπε νὰ κάνῃ καὶ ὁ Κύριος τοῦ εἶπε: «Δὲν θὰ ἀνεβῇς τὴν φορὰν αὐτὴν διὰ νὰ συγκρουσθῇς μαζί των. Φύγε ἀπὸ ἐμπρός των, πήγαινε πίσω ἀπὸ αὐτοὺς καὶ πλησίασέ τους εἰς τὴν τοποθεσίαν τοῦ Κλαυθμῶνος.

  24. 24

    καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ Κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.

    Καὶ ὅταν ἀκούσῃς θόρυβον ἀπὸ τὸ δάσος τοῦ Κλαυθμῶνος, ἕνα ἰσχυρὸν δηλαδὴ φύσημα ἀνέμου εἰς τὰς κορυφὰς τῶν δένδρων, νὰ κατεβῇς ἀμέσως καὶ νὰ ἐπιτεθῇς ἐναντίον των. Ὁ θόρυβος αὐτὸς θὰ σημαίνῃ ὅτι θὰ βγῇ ἐμπρός σου ὁ Κύριος, διὰ νὰ ἐξοντώσῃ ἐκεῖνος εἰς τὸν πόλεμον τοὺς ἀλλοφύλους».

  25. 25

    καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.

    Ἐνήργησε δὲ πράγματι ὁ Δαβίδ, ὅπως ἀκριβῶς τὸν διέταξεν ὁ Κύριος, καὶ συνέτριψε τοὺς Φιλισταίους ἀπὸ τὴν Γαβαὼν ἕως τὴν περιοχὴν τῆς Γαζηρά.