Β΄ Βασιλειών, κεφάλαιο 4
- 1
ΚΑΙ ἤκουσεν ᾿Ιεβοσθὲ υἱὸς Σαοὺλ ὅτι τέθνηκεν ᾿Αβεννὴρ υἱὸς Νὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες ᾿Ισραὴλ παρείθησαν.
Όταν ἄκουσε ὁ Ἰεβοσθέ, ὁ υἱὸς τοῦ Σαούλ, ὅτι ἐδολοφονήθη ὁ Ἀβεννήρ, ὁ υἱὸς τοῦ Νήρ, εἰς τὴν Χεβρών, παρέλυσαν τὰ χέρια του ἀπὸ τὸν φόβον του. Μαζί του κατετρόμαξαν καὶ παρέλυσαν καὶ ὅλοι οἱ Ἰσραηλῖται.
- 2
καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ ᾿Ιεβοσθὲ υἱῷ Σαούλ, ὄνομα τῷ ἑνὶ Βαανὰ καὶ ὄνομα τῷ δευτέρῳ Ρηχάβ, υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμίν· ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμίν,
Μεταξὺ τῶν ἀξιωματικῶν τοῦ Ἰεβοσθέ, τοῦ υἱοῦ τοῦ Σαούλ, ὑπῆρχαν καὶ δύο ἀρχηγοὶ στρατιωτικῶν μονάδων, ποὺ ὠνομάζοντο ὁ ἕνας Βαανὰ καὶ ὁ δεύτερος Ρηχάβ. Καὶ οἱ δύο αὐτοὶ ἦσαν παιδιὰ τοῦ Ρεμμών, ποὺ κατήγετο ἀπὸ τὴν πόλιν Βηρὼθ καὶ ἀνῆκεν εἰς τὴν φυλὴν Βενιαμίν, διότι ἡ Βηρὼθ εἶχε δοθῆ εἰς τοὺς Βενιαμίτας.
- 3
καὶ ἀπέδρασαν οἱ Βηθωραῖοι εἰς Γεθθαὶμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.
Οἱ πολῖται τῆς Βηρὼθ ἐγκατέλειψαν τὴν πόλιν των καὶ ἐγκατεσταθησαν εἰς τὴν Γεθθαίμ, ὅπου καὶ διέμεναν ὡς προσωρινοὶ κάτοικοι ἕως τὴν ἡμέραν αὐτήν, ποὺ συμβαίνουν αὐτὰ τὰ γεγονότα.
- 4
καὶ τῷ ᾿Ιωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ ᾿Ιεζραήλ, καὶ ᾖρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγε, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὸν καὶ ἀναχωρεῖν, καὶ ἔπεσε καὶ ἐχωλάνθη, καὶ ὄνομα αὐτῷ Μεμφιβοσθέ.
Ἐζοῦσε δὲ τότε ἕνας υἱὸς τοῦ Ἰωνάθαν, τοῦ υἱοῦ τοῦ Σαούλ, ποὺ ὠνομάζετο Μεμφιβοσθὲ καὶ ἦτο χωλός. Εἶχε παράλυτα πόδια. Ἔμεινε δὲ ἀνάπηρος εἰς ἡλικίαν πέντε ἐτῶν, κατὰ τὴν ἡμέραν ποὺ ἔφθασεν ἀπὸ τὴν Ἰεζραὲλ ἡ εἴδησις διὰ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ υἱοῦ του Ἰωνάθαν. Τὸν ἐπῆρε δηλαδὴ τότε ἡ τροφός του καὶ ἔφυγε, καὶ καθὼς ἔτρεχε διὰ νὰ ἀπομακρυνθῇ ἀπὸ τὸν τόπον, ὅπου ἐκινδύνευεν, ἔπεσε καὶ ἐκτύπησε καὶ ἔμεινε χωλός.
- 5
καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμὼν τοῦ Βηρωθαίου Ρεκχὰ καὶ Βαανὰ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον ᾿Ιεβοσθέ. καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας,
Ἐπῆγαν λοιπὸν ὁ Ῥεκχὰ καὶ ὁ Βαανά, τὰ παιδιὰ τοῦ Ρεμμών, ποὺ κατήγετο ἀπὸ τὴν Βηρώθ, καὶ ἐμβῆκαν εἰς τὴν οἰκίαν τοῦ Ἰεβοσθέ εἰς τὸ καταμεσήμερο, ἐνῷ ἔκαιε πολὺ ὁ ἥλιος. Κατὰ τὴν ὥραν ἐκείνην ὁ Ἰεβοσθὲ ἦτο βυθισμένος εἰς τὸν μεσημβρινόν του ὕπνον.
- 6
καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρε πυροὺς καὶ ἐνύσταξε καὶ ἐκάθευδε, καὶ Ρεκχὰ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον
Ἐκείνην τὴν στιγμὴν ἡ θυρωρὸς τῆς κατοικίας, ποὺ ἐκαθάριζε προηγουμένως σιτάρι, εἶχε νυστάξει καὶ κοιμόταν. Ἔτσι ὁ Ρεκχὰ καὶ ὁ Βαανά, οἱ δύο ἀδελφοί, ἐπέρασαν χωρὶς νὰ τοὺς ἀντιληφθῇ κανείς.
- 7
καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ ᾿Ιεβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσι καὶ ἀφαιροῦσι τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.
Ὅταν ἐμβῆκαν εἰς τὴν οἰκίαν, εὑρῆκαν τὸν Ἰεβοσθὲ εἰς τὸ ὑπνοδωμάτιόν του νὰ κοιμάται εἰς τὸ κρεββάτι του. Τὸν κτυποῦν λοιπὸν ἀμέσως καὶ τὸν σκοτώνουν καὶ κόβουν τὸ κεφάλι του. Καὶ ἀφοῦ ἐπῆραν μαζί των τὸ κεφάλι του, κατευθύνθηκαν πρὸς δυσμὰς καὶ ἐβάδιζαν εἰς τὸν δρόμον τῆς κοιλάδος τοῦ Ἰορδάνου ὅλην τὴν νύκτα.
- 8
καὶ ἤνεγκαν τὴν κεφαλὴν ᾿Ιεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν πρὸς τὸν βασιλέα· ἰδοὺ ἡ κεφαλὴ ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.
Καὶ ἔφεραν τὸ κεφάλι τοῦ Ἰεβοσθὲ εἰς τὸν Δαβίδ, ποὺ ἦτο εἰς τὴν Χεβρών, καὶ εἶπαν πρὸς τὸν βασιλέα: «Νά, τὸ κεφάλι τοῦ Ἰεβοσθέ, τοῦ υἱοῦ τοῦ Σαούλ, τοῦ ἐχθροῦ σου, ποὺ ἐπεδίωκε νὰ σὲ σκοτώσῃ. Ὁ Κύριος ὅμως ἐπῆρε ἐκδίκησιν διὰ τὸν βασιλέα καὶ κύριον μας σήμερα καὶ ἐτιμώρησε τοὺς ἐχθρούς του, τὸν Σαοὺλ τὸν ἐχθρόν σου καὶ τὸν ἀπόγονόν του».
- 9
καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ρεκχὰ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
Καὶ ἀπεκρίθη ὁ Δαβὶδ εἰς τὸν Ρεκχὰ καὶ εἰς τὸν ἀδελφόν του Βαανά, τοὺς υἱοὺς τοῦ Ρεμμών, ποὺ κατήγετο ἀπὸ τὴν Βηρώθ, καὶ τοὺς εἶπε: «Σᾶς λέγω ἐνώπιον τοῦ Κυρίου, ποὺ ζῇ καὶ παρακολουθεῖ τὰ πάντα, καὶ ἔσωσε τὴν ζωήν μου ἀπὸ κάθε δυσκολίαν ἕως τώρα,
- 10
ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκε Σαούλ, καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα αὐτὸν ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια.
ὅτι ἐκεῖνος ποὺ μοῦ ἀνήγγειλεν ὅτι πέθανε ὁ Σαοὺλ καὶ ἐνόμιζεν ὅτι μοῦ διεβίβαζεν εὐχάριστον εἴδησιν, δὲν εἶχε καλὸ τέλος. Τὸν ἔπιασα καὶ τὸν ἐφόνευσα ἐκεῖ εἰς τὴν Σεκελάκ· αὐτὸν ποὺ ἐπερίμενε νὰ τοῦ δώσω δῶρα διὰ τὴν χαρμόσυνον πληροφορίαν του.
- 11
καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολοθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.
Καὶ σήμερα ἔχω ἐμπρός μου περίπτωσιν, κατὰ τὴν ὁποίαν ἄνδρες πονηροὶ ἐσκότωσαν εἰς τὸ σπίτι του ἕνα ἄνδρα δίκαιον, ποὺ κοιμόταν μάλιστα εἰς τὸ κρεββάτι του. Θὰ ζητήσω λοιπὸν τώρα τὸ αἷμα του ἀπὸ σᾶς. Θὰ πάρω ἐκδίκησιν καὶ θὰ σᾶς ἑξαφανίσω ἀπὸ τὸ πρόσωπον τῆς γῆς».
- 12
καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτείνουσιν αὐτοὺς καὶ κολοβοῦσι τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών· καὶ τὴν κεφαλὴν ᾿Ιεβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ ᾿Αβεννὴρ υἱοῦ Νήρ.
Καὶ διέταξεν ἀμέσως ὁ Δαβὶδ τοὺς στρατιώτας του καὶ τοὺς ἐφόνευσαν. Ἔκοψαν κατόπιν τὰ χέρια καὶ τὰ πόδια των καὶ τοὺς ἐκρέμασαν εἰς τὴν κεντρικὴν κρήνην τῆς Χεβρών. Τὸ δὲ κεφάλι τοῦ Ἰεβοσθὲ τὸ ἔθαψαν εἰς τὸν τάφον, ὅπου εἶχε ταφῆ ὁ Ἀβεννήρ, ὁ υἱὸς τοῦ Νήρ, εἰς τὴν Χεβρών.
