Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΒΑΣΙΛΕΙΩΝ

Β΄ Βασιλειών, κεφάλαιο 6

23 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΚΑΙ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ ᾿Ισραήλ, ὡς ἑβδομήκοντα χιλιάδας.

    Συνεκάλεσε δὲ καὶ πάλιν ὁ Δαβὶδ τοὺς νεαροὺς Ἰσραηλίτας καὶ ἐμαζεύθηκαν περίπου ἑβδομῆντα χιλιάδες ἄνδρες.

  2. 2

    καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων ᾿Ιούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφ᾿ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν Χερουβὶν ἐπ᾿ αὐτῆς.

    Καὶ ἐσηκώθη καὶ ἐπροχώρησεν ἐν πομπῇ ὁ Δαβὶδ μαζὶ μὲ ὅλον τὸν λαόν, ποὺ εἶχε συγκεντρωθῆ πλησίον του, καὶ μὲ τοὺς ἄρχοντας τῆς φυλῆς Ἰούδα, διὰ νὰ ὑπάγουν εἰς τὴν Καριαθιαρὶμ καὶ νὰ μεταφέρουν ἀπὸ ἐκεῖ τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Θεοῦ. Ἡ Κιβωτὸς ἔφερε τὸ ὄνομα τοῦ Κυρίου τῶν ἀγγελικῶν δυνάμεων, ὁ ὁποῖος ἐκάθητο σὰν εἰς ἄλλον θρόνον ἐπάνω εἰς τὰ πτερὰ τῶν Χερουβίμ, ποὺ εὑρίσκοντο εἰς τὴν Κιβωτόν, καὶ ἔκαμνε ἀπὸ ἐκεῖ αἰσθητὴν τὴν παρουσίαν Του.

  3. 3

    καὶ ἐπεβίβασαν τὴν κιβωτὸν Κυρίου ἐφ᾿ ἅμαξαν καινὴν καὶ ᾖραν αὐτὴν ἐξ οἴκου ᾿Αμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ ᾿Οζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ ᾿Αμιναδὰβ ἦγον τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ,

    Ἐπῆγαν λοιπὸν καὶ ἐσήκωσαν τὴν Κιβωτὸν ἀπὸ τὴν οἰκίαν τοῦ Ἀμιναδάβ, ποὺ εὑρίσκετο εἰς τὸ βουνό, καὶ τὴν ἀνέβασαν εἰς ἕνα ἁμάξι, ποὺ μόλις εἶχε κατασκευασθῆ. Ὠδηγοῦσαν δὲ τὸ ἁμάξι αὐτὸ μὲ τὴν Κιβωτὸν ὁ Ὀζὰ καὶ οἱ ἀδελφοί του, οἱ υἱοὶ τοῦ Ἀμιναδάβ.

  4. 4

    καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.

    Οἱ ἀδελφοὶ τοῦ Ὀζὰ μάλιστα ἐβάδιζαν ἐμπρὸς ἀπὸ τὴν Κιβωτὸν τῆς Διαθήκης.

  5. 5

    καὶ Δαυὶδ καὶ υἱοὶ ᾿Ισραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.

    Καὶ καθὼς ἐπροχωροῦσε ἡ πομπή, ὁ Δαβὶδ καὶ οἱ Ἰσραηλῖται ἐχόρευαν καὶ ἐτραγουδοῦσαν δυνατὰ παίζοντας ὄργανα κατάλληλα διὰ ἰσχυροὺς ἤχους. Καὶ ἐπανηγύριζαν μὲ ᾠδὰς καὶ μὲ διάφορα μουσικὰ ὄργανα, μὲ κινύρας δηλαδή, μὲ νάβλας, μὲ τύμπανα, μὲ κύμβαλα καὶ μὲ αὐλούς.

  6. 6

    καὶ παραγίνονται ἕως ἅλω Ναχών, καὶ ἐξέτεινεν ᾿Οζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος.

    Μόλις ὅμως ἔφθασαν εἰς τὸ ἁλῶνι τοῦ Ναχών, ἅπλωσε ὁ Ὀζὰ τὸ χέρι του ἐπάνω εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης διὰ νὰ τὴν συγκρατήσῃ καὶ νὰ μὴ πέσῃ. Καὶ πράγματι τὴν σννεκράτησε, διότι ἀπὸ κάποιαν ἀπότομον κίνησιν, ποὺ ἔκανε τὸ μοσχάρι, μετεκινήθη καὶ ἐκινδύνευσε νὰ πέσῃ ἡ Κιβωτός.

  7. 7

    καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ ᾿Οζά, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ.

    Ὠργίσθη ὅμως ὁ Θεὸς πολὺ ἐναντίον τοῦ Ὀζά, διότι δὲν ἐπετρέπετο, ὡς λαϊκὸς ποὺ ἦτο, νὰ ἐγγίσῃ τὴν Κιβωτόν. Καὶ τὸν ἐπάταξεν ἐκεῖ ὁ Θεὸς καὶ πέθανε ἐπὶ τόπου, δίπλα εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ἐνώπιον τοῦ Θεοῦ.

  8. 8

    καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ ᾿Οζά· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ ᾿Οζὰ ἕως τῆς ἡμέρας ταύτης.

    Ὁ δὲ Δαβὶδ ἐστενοχωρήθη πολὺ διὰ τὴν διακοπὴν αὐτὴν τῆς πανηγυρικῆς πομπῆς, ποὺ ἐπέβαλεν ὁ Κύριος μὲ τὸν θάνατον τοῦ Ὀζά. Δι' αὐτὸ καὶ ὁ τόπος ἐκεῖνος ὠνομάσθη ἀπὸ τότε καὶ εἶναι γνωστὸς μέχρι σήμερα μὲ τὴν ὀνομασίαν: «Διακοπὴ Ὀζά».

  9. 9

    καὶ ἐφοβήθη Δαυὶδ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς Κυρίου;

    Μετὰ τὸ γεγονὸς αὐτὸ ἐφοβήθη ὁ Δαβὶδ κατὰ τὴν ἡμέραν ἐκείνην τὸν Κύριον καὶ ἔλεγε: «Πῶς εἶναι δυνατὸν νὰ εἰσέλθη καὶ νὰ μείνῃ ἡ Κιβωτὸς τοῦ ἁγίου Κυρίου εἰς τὸν τόπον, ὅπου διαμένω ἐγώ;»

  10. 10

    καὶ οὐκ ἐβούλετο Δαυὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὴν πόλιν Δαυίδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυὶδ εἰς οἶκον ᾿Αβεδδαρὰ τοῦ Γεθθαίου.

    Καὶ ἤθελεν ὁ Δαβὶδ νὰ πάρῃ μαζί του τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου εἰς τὴν Σιών, ποὺ ὡνομάζετο «πόλις Δαβίδ». Διὰ τοῦτο ἄλλαξε πορείαν ὁ Δαβὶδ καὶ ὠδήγησε τὴν Κιβωτὸν εἰς τὴν οἰκίαν τοῦ Ἀβεδδαρὰ τοῦ Γεθθαίου.

  11. 11

    καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Κυρίου εἰς οἶκον ᾿Αβεδδαρὰ τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησε Κύριος ὅλον τὸν οἶκον ᾿Αβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.

    Παρέμεινε δὲ ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου εἰς τὴν οἰκίαν τοῦ Ἀβεδδαρὰ τοῦ Γεθθαίου ἐπὶ τρεῖς μῆνας. Καὶ ὁ Κύριος εὐλόγησε ὅλο τὸ σπίτι τοῦ Ἀβεδδαρὰ καὶ ὅλα τὰ ὑπάρχοντά του.

  12. 12

    καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυὶδ λέγοντες· εὐλόγησε Κύριος τὸν οἶκον ᾿Αβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκα τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἐπορεύθη Δαυὶδ καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Κυρίου ἐκ τοῦ οἴκου ᾿Αβεδδαρὰ εἰς τὴν πόλιν Δαυὶδ ἐν εὐφροσύνῃ.

    Ἀνεκοίνωσαν δὲ τὸ γεγονὸς εἰς τὸν βασιλέα Δαβὶδ καὶ τοῦ εἶπαν: «Ἐξ αἰτίας τῆς Κιβωτοῦ τοῦ Θεοῦ εὑλόγησεν ὁ Κύριος τὸ σπίτι τοῦ Ἀβεδδαρὰ καὶ ὅλα τὰ ὑπάρχοντά του». Κατόπιν τούτου ἐπῆγε ὁ Δαβὶδ καὶ ἐπῆρε καὶ ἀνέβασε μὲ χαρμόσυνον πομπὴν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου ἀπὸ τὴν οἰκίαν τοῦ Ἀβεδδαρὰ εἰς τὸν λόφον, ὅπου εὑρίσκετο ἡ «πόλις Δαβίδ».

  13. 13

    καὶ ἦσαν μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνες.

    Κατὰ τὴν μεταφορὰν ἦσαν μαζί του καὶ ἐσήκωναν τὴν κιβωτὸν ἑπτὰ χοροὶ Ἱερέων καὶ Λευϊτῶν. Μόλις δὲ ἐξεκίνησαν, προσέφεραν θυσίαν εἰς τὸν Κύριον μοσχάρι καὶ ἀρνιά.

  14. 14

    καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.

    Ὁ ἴδιος δὲ ὁ Δαβὶδ ἔπαιζε μὲ τὰ εἰδικὰ μουσικὰ ὄργανα ἐνώπιον τοῦ Κυρίου, ἐμπρὸς δηλαδὴ εἰς τὴν Κιβωτόν. Ἐφοροῦσε μάλιστα ὁ Δαβὶδ στολὴν ἐντελῶς ἀσυνήθιστον διὰ βασιλέα, λινῆν καὶ πολὺ ἁπλῆν.

  15. 15

    καὶ Δαυὶδ καὶ πᾶς ὁ οἶκος ᾿Ισραὴλ ἀνήγαγον τὴν κιβωτὸν Κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.

    Ἔτσι ὁ Δαβὶδ καὶ ὅλοι οἱ Ἰσραηλῖται ἀνέβαζαν πρὸς τὴν Σιὼν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου μὲ ἀλαλαγμοὺς ἐνθουσιασμοῦ καὶ μὲ ἤχους σαλπίγγων.

  16. 16

    καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυὶδ καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον Κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς.

    Καθὼς ὅμως ἔφθανεν ἡ Κιβωτὸς τῆς Διαθήκης εἰς τὴν «πόλιν Δαβίδ», ἔσκυψεν ἀπὸ τὸ παραθυρον τῆς οἰκίας της ἡ Μελχόλ, ἡ κόρη τοῦ Σαούλ, καὶ εἶδε τὸν βασιλέα Δαβὶδ νὰ χορεύῃ καὶ νὰ παίζῃ τὰ μουσικὰ ὄργανα ἐμπρὸς εἰς τὴν Κιβωτὸν τοῦ Κυρίου καὶ τὸν κατέκρινε μέσα της καὶ ἠσθάνθη περιφρόνησιν ἀπέναντί του.

  17. 17

    καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου καὶ ἀνέθησαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυίδ· καὶ ἀνήνεγκε Δαυὶδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου καὶ εἰρηνικάς.

    Ἡ δὲ πομπὴ ἐσυνέχισε τὴν πορείαν της καὶ ἔφεραν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου καὶ τὴν ἐτοποθέτησαν εἰς τὴν θέσιν της, εἰς τὸ μέσον δηλαδὴ τῆς σκηνῆς ποὺ ἔστησεν εἰδικῶς διὰ τὴν Κιβωτὸν ὁ Δαβίδ. Κατόπιν προσέφερεν ὁ Δαβὶδ θυσίας ἐνώπιον τῆς Κιβωτοῦ τοῦ Κυρίου. Προσέφερε συγκεκριμένως ὁλοκαυτώματα καὶ θυσίας εἰρηνικὰς «σωτηρίου».

  18. 18

    καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.

    Καὶ ἀφοῦ ἐτελείωσεν ὁ Δαβὶδ τὴν προσφορὰν τῶν ὁλοκαυτωμάτων καὶ τῶν εἰρηνικῶν θυσιῶν, εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων.

  19. 19

    καὶ διεμέρισε παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ ᾿Ισραὴλ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ καὶ ἀπό ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθε πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

    Ἐμοίρασε δὲ ὡς εὐλογίαν εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραήλ, εἰς ὅλην τὴν συνάθροισιν τῶν Ἰσραηλιτῶν ποὺ ἦλθαν ἀπὸ τὴν Δάν, τὴν βορειοτέραν πόλιν τῆς χώρας, ἕως τὴν νοτιωτέραν πόλιν Βηρσαβεέ, εἰς τοὺς ἄνδρας καὶ εἰς τὰς γυναῖκας, ἕνα στρογγυλὸ ψωμάκι εἰς τὸν καθένα, καὶ ἕνα κομμάτι κρέας ψημένο, καὶ μίαν τηγανίταν μὲ μέλι (ἢ γλύκισμα μὲ σταφίδα). Καὶ μετὰ ταῦτα οἱ Ἰσραηλῖται ἐγύρισαν καθένας εἰς τὸ σπίτι του.

  20. 20

    καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπε· τί δεδόξασται σήμερον ὁ βασιλεὺς ᾿Ισραήλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων;

    Ἐν συνεχείᾳ ἐπέστρεψεν ὁ Δαβὶδ εἰς τὴν οἰκίαν του, διὰ νὰ εὐλογήσῃ καὶ τὴν ἰδικήν του οἰκογένειαν. Καὶ ἐβγῆκε ἡ Μελχόλ, ἡ κόρη τοῦ Σαούλ, διὰ νὰ προϋπαντήσῃ τὸν Δαβὶδ καὶ τὸν καλωσώρισε καὶ εἶπεν εἰρωνικῶς: «Πόσον ἐδοξάσθη ἀλήθεια σήμερα ὁ βασιλεὺς τοῦ Ἰσραήλ, ποὺ ἔβγαλε τὰ βασιλικά του ἐνδύματα ἐμπρὸς εἰς τὰς ὑπηρετρίας τῶν δούλων του κατὰ τὴν ἡμέραν αὐτήν, ὅπως γυμνώνεται ἕνας οἱοσδήποτε χορευτής!»

  21. 21

    καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ· ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν ᾿Ισραήλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου

    Ὁ Δαβὶδ ὅμως ἀπήντησεν ὡς ἑξῇς εἰς τὰ εἰρωνικὰ αὐτὰ λόγια τῆς Μελχόλ: «Μάλιστα! Θὰ χορεύσω ἐνώπιον τοῦ Κυρίου! Πρέπει νὰ ὑμνῆται ὁ Κύριος, ποὺ μὲ ἐδιάλεξε ὡς καλύτερον ἀπὸ τὸν πατέρα σου καὶ ἀπὸ ὅλην τὴν οἰκογένειάν του, ὥστε νὰ μὲ κάνῃ βασιλέα τοῦ λαοῦ τοῦ Ἰσραήλ! Σοῦ λέγω καὶ σοῦ ἐπαναλαμβάνω ὅτι καὶ θὰ παίξω μὲ τὰ μουσικὰ ὄργανα καὶ θὰ χορεύσω ἐνώπιον τοῦ Κυρίου!

  22. 22

    καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι.

    Καὶ θὰ βγάλω καὶ ἄλλα ἀκόμη ἀπὸ τὰ λαμπρὰ βασιλικὰ φορέματά μου. Ναί! Θὰ γίνω ἄξιος περιφρονήσεως ἐμπρός σου! Καὶ θὰ εἶμαι σὰν αὐτὰς τὰς κατωτέρας καὶ ταπεινὰς δούλας, διὰ νὰ τιμῶμαι ἀπὸ αὐτάς, ἐμπρὸς εἰς τὰς ὁποίας εἶπες ὅτι δὲν πρέπει νὰ ταπεινώνωμαι καὶ νὰ ἐξευτελίζωμαι!»

  23. 23

    καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.

    Ἡ δὲ Μελχόλ, ἡ κόρη τοῦ Σαούλ, ἐτιμωρήθη διὰ τὰ λόγια της αὐτὰ καὶ δὲν ἀπέκτησε παιδὶ ἕως τὴν ἡμέραν τοῦ θανάτου της.