Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΒΑΣΙΛΕΙΩΝ

Β΄ Βασιλειών, κεφάλαιο 3

39 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (24)
  1. 1

    ΚΑΙ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.

    Ο δὲ πόλεμος μεταξὺ τῆς οἰκογενείας καὶ τῶν ἀνθρώπων τοῦ Σαοὺλ καὶ τῆς οἰκογενείας καὶ τῶν ἀνθρώπων τοῦ Δαβὶδ ἐσυνεχίσθη ἐπὶ πολὺ χρονικὸν διάστημα. Κατὰ τὸ διάστημα αὐτὸ ἡ μὲν βασιλεία τοῦ Δαβὶδ ἐπροώδευε καὶ ἰσχυροποιεῖτο περισσότερον, ἡ δὲ βασιλεία τοῦ οἴκου Σαοὺλ ἐξασθενοῦσε καὶ ἐμειώνετο.

  2. 2

    Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ ᾿Αμνὼν τῆς ᾿Αχινόομ τῆς ᾿Ιεζραηλίτιδος,

    Ἀπέκτησε δὲ ὁ Δαβὶδ εἰς τὴν Χεβρὼν τοὺς ἑξῆς υἱούς: Πρῶτος ἐγεννήθη ὁ Ἀμνὼν ἀπὸ τὴν σύζυγόν του Ἀχινόομ, ποὺ κατήγετο ἀπὸ τὴν Ἰεζράελ.

  3. 3

    καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς ᾿Αβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσίρ,

    Δεύτερος υἱός του ἦτο ὁ Δαλουΐα, ποὺ ἐγεννήθη ἀπὸ τὴν Ἀβιγαίαν, ἡ ὁποία κατήγετο ἀπὸ τὸ Κάρμηλον. Τρίτος υἱός του ἦτο ὁ Ἀβεσσαλώμ, ποὺ ἐγεννήθη ἀπὸ τὴν Μααχά, τὴν θυγατέρα τοῦ Θολμί, ποὺ ἦτο βασιλεὺς τῆς Γεσὶρ, περιοχῆς τῆς Συρίας.

  4. 4

    καὶ ὁ τέταρτος ᾿Ορνία υἱὸς Φεγγίθ, καὶ ὁ πέμπτος Σαβατία τῆς ᾿Αβιτάλ,

    Τέταρτος υἱός του ἦτο ὁ Ὀρνία, ποὺ ἐγεννήθη ἀπὸ τὴν Φεγγίθ, καὶ πέμπτος ὁ Σαβατία, ποὺ ἐγεννήθη ἀπὸ τὴν Ἀβιτάλ.

  5. 5

    καὶ ὁ ἕκτος ᾿Ιεθεραὰμ τῆς Αἰγλὰ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών.

    Ἕκτος τέλος υἱός του ἦτο ὁ Ἰεθεραάμ, ποὺ ἐγεννήθη ἀπὸ τὴν σύζυγον τοῦ Δαβὶδ Αἰγλά (ποὺ ἦτο πιθανὸν ἄλλο ὄνομα τῆς Μελχόλ). Καὶ τοὺς ἕξι αὐτοὺς υἱούς του τοὺς ἀπέκτησεν ὁ Δαβὶδ τότε ποὺ διέμενεν εἰς τὴν Χεβρών.

  6. 6

    Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυίδ, καὶ ᾿Αβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.

    Κατὰ δὲ τὸ διάστημα τοῦ πολέμου καὶ τῆς διαμάχης μεταξὺ τῶν ὑπηκόων τοῦ Σαοὺλ καὶ τῶν ὑπηκόων τοῦ Δαβὶδ ἐξουσίαζεν ὅλους τοὺς ἀνθρώπους τοῦ Σαοὺλ ὁ Ἀβεννήρ.

  7. 7

    καὶ τῷ Σαοὺλ παλλακὴ Ρεσφὰ θυγάτηρ ᾿Ιάλ· καὶ εἶπεν ᾿Ιεβοσθὲ υἱὸς Σαοὺλ πρὸς ᾿Αβεννήρ· τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;

    Μεταξὺ δὲ ἐκείνων, ποὺ εἶχαν ἀπομείνει ἀπὸ τὸν Σαούλ, ἦτο καὶ μία παλλακή του, ποὺ ἐλέγετο Ρεσφὰ καὶ ἦτο κόρη τοῦ Ἰάλ. Εἶπε λοιπὸν ὁ Ἰεβοσθέ, ὁ υἱὸς τοῦ Σαούλ, πρὸς τὸν Ἀβεννήρ: «Διατὶ συνῆψες συζυγικὴν σχέσιν μὲ τὴν παλλακὴν αὐτὴν τοῦ πατέρα μου;»

  8. 8

    καὶ ἐθυμώθη σφόδρα ᾿Αβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ ᾿Ιεβοσθέ, καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς αὐτόν· μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;

    Καὶ ἐθύμωσε πολὺ ὁ Ἀβεννὴρ ἐναντίον τοῦ Ἰεβοσθὲ διὰ τὸν ἔλεγχον αὐτὸν καὶ τοῦ εἶπε: «Μήπως μὲ θεωρεῖς σκυλὶ καὶ μοῦ ὁμιλεῖς ἔτσι; Ἐγὼ ἔδειξα συμπάθειαν, ὅπως ξέρεις, ἕως τώρα πρὸς τὴν οἰκογένειαν τοῦ Σαούλ, τοῦ πατέρα σου, καὶ πρὸς τοὺς ἀδελφούς σου, τοὺς συγγενεῖς σου καὶ τοὺς φίλους σου καὶ δὲν σὲ ἐγκατέλειψα διὰ νὰ ὑπάγω καὶ νὰ ταχθῶ μὲ τοὺς ἀνθρώπους τοῦ Δαβίδ, τοῦ ἐχθροῦ σου. Καὶ ζητεῖς λοιπὸν λόγον ἀπὸ ἐμὲ σήμερα διὰ κάποιαν παρανομίαν μου εἰς βάρος μιᾶς γυναίκας;

  9. 9

    τάδε ποιήσαι ὁ Θεὸς τῷ ᾿Αβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυίδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ

    Νὰ μὲ τιμωρήσῃ μὲ πολλὰς τιμωρίας ὁ Κύριος καὶ νὰ προσθέσῃ καὶ ἄλλας εἰς ἐμέ, τὸν Ἀβεννήρ, ἂν δὲν κάνω διὰ τὸν Δαβὶδ κατὰ τὴν ἡμέραν αὐτὴν αὐτό, ποὺ τοῦ ὑπεσχέθη μὲ ὅρκον ὁ Κύριος!

  10. 10

    περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ ᾿Ισραὴλ καὶ ἐπὶ τὸν ᾿Ιούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ.

    Νὰ μὲ τιμωρήσῃ δηλαδή, ἐὰν δὲν συμβάλω εἰς τὸ νὰ ἀφαρεθῇ ἡ βασιλικὴ ἐξουσία ἀπὸ τὸν οἶκον Σαοὺλ καὶ νὰ ὑψωθῇ ὁ Δαβὶδ εἰς τὸν βασιλικὸν θρόνον καὶ νὰ βασιλεύσῃ εἰς ὅλους τοὺς Ἰσραηλίτας καὶ τοὺς Ἰουδαίους ἀπὸ τὴν τελευταίαν πρὸς βορρᾶν πόλιν μας Δὰν ἕως τὴν νοτιωτέραν, τὴν Βηρσαβεέ!»

  11. 11

    καὶ οὐκ ἠδυνάσθη ἔτι ᾿Ιεβοσθὲ ἀποκριθῆναι τῷ ᾿Αβεννὴρ ρῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.

    Ἐμπρὸς εἰς τὴν ἀντίδρασιν αὐτὴν τοῦ Ἀβεννὴρ δὲν ἐτόλμησεν ὁ Ἰεβοσθὲ νὰ τοῦ ἀπαντήσῃ τίποτε καὶ δὲν ἔδωσε συνέχειαν εἰς τὴν ὑπόθεσιν, διότι τὸν ἐφοβεῖτο.

  12. 12

    Καὶ ἀπέστειλεν ᾿Αβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα λέγων· διάθου διαθήκην σου μετ᾿ ἐμοῦ, καὶ ἰδοὺ ἡ χεὶρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον ᾿Ισραήλ.

    Ὁ δὲ Ἀβεννὴρ ἀπέστειλεν ἀμέσως ἀγγελιαφόρους του πρὸς τὸν Δαβίδ, ποὺ εὑρίσκετο εἰς τὴν Θαιλάμ, καὶ τοῦ εἶπε: «Δέξου νὰ συμφώνησῃς μαζί μου καὶ σὲ βεβαιώνω ὅτι θὰ διαθέσω ὑπὲρ σοῦ τὴν δύναμίν μου, διὰ νὰ στρέψω μὲ τὸ μέρος σου ὅλον τὸν Ἰσραήλ».

  13. 13

    καὶ εἶπε Δαυίδ· καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων· οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.

    Καὶ ὁ Δαβὶδ ἀπεκρίθη: «Εἶμαι σύμφωνος. Δέχομαι νὰ συνάψω μαζί σου συμμαχίαν, πλὴν ὅμως σοῦ θέτω τὸν ἑξῆς ὅρον: Θέλω νά μοῦ φέρῃς, τότε ποὺ θὰ ἔλθῃς νὰ μὲ συναντῃσῃς, καὶ τὴν Μελχόλ, τὴν κόρην τοῦ Σαούλ. Εἰ δ’ ἄλλως, μὴ ἔλθῃς νὰ μὲ ἰδῇς».

  14. 14

    καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς ᾿Ιεβοσθὲ υἱὸν Σαοὺλ ἀγγέλους λέγων· ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχόλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.

    Μετὰ ταῦτα ἀπέστειλεν ὁ Δαβὶδ ἀγγελιαφόρους του πρὸς τὸν Ἰεβοσθέ, τὸν υἱὸν τοῦ Σαούλ, καὶ τοῦ εἶπε: «Δός μου πίσω τὴν γυναῖκα μου, τὴν Μελχόλ, ποὺ τὴν εἶχα ἀποκτήσει ἀφοῦ ἔφερα εἰς τὸν πατέρα της ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων Φιλισταίων».

  15. 15

    καὶ ἀπέστειλεν ᾿Ιεβοσθὲ καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς.

    Κατόπιν τούτου ἔστειλεν ἀνθρώπους του ὁ Ἰεβοσθὲ καὶ ἐπῆρε τὴν Μελχὸλ ἀπὸ τὸν ἄνδρα της, τὸν Φαλτιήλ, ποὺ ἦτο υἱὸς τοῦ Σελλῆς.

  16. 16

    καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾿ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν ᾿Αβεννήρ· πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε.

    Ὁ δὲ σύζυγής της ἀκολουθοῦσε ἀπὸ πίσω της ἕως τὴν Βαρακίμ, πλησίον τῆς Ἱερουσαλήμ, καὶ ἔκλαιε. Καὶ τοῦ εἶπεν ὁ Ἀβεννήρ: «Φύγε ἀπὸ ἐδῶ. Γύρισε πίσω εἰς τὸ σπίτι σου». Καὶ ἠναγκάσθη ἐκεῖνος καὶ ἐπέστρεψε.

  17. 17

    καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς τοὺς πρεσβυτέρους ᾿Ισραὴλ λέγων· χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφ᾿ ὑμῶν·

    Καὶ μίλησε ὁ Ἀβεννὴρ πρὸς τοὺς ἄρχοντας καὶ προκρίτους τῶν Ἰσραηλιτῶν καὶ τοὺς εἶπε: «Ἀπὸ ἀρκετὸν καιρὸν προηγουμένως ἐζητούσατε νὰ γίνῃ ὁ Δαβὶδ βασιλεύς σας.

  18. 18

    καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ λέγων· ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν ᾿Ισραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.

    Κάμετε λοιπὸν τώρα αὐτὸ ποὺ ποθεῖτε, διότι ὁ Κύριος μίλησε διὰ τὸν Δαβὶδ καὶ εἶπε: «Διὰ μέσου τοῦ δούλου μου τοῦ Δαβὶδ θὰ σώσω τὸν λαόν μου ἀπὸ τὰ χέρια τῶν ἀλλοφύλων Φιλισταίων καὶ ἀπὸ τὰ χέρια καὶ τὴν δύναμιν ὅλων τῶν ἐχθρῶν των».

  19. 19

    καὶ ἐλάλησεν ᾿Αβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν. καὶ ἐπορεύθη ᾿Αβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς ᾿Ισραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν.

    Μίλησε ἐπίσης διὰ τὸ θέμα αὐτὸ ὁ Ἀβεννὴρ καὶ ἰδιαιτέρως εἰς τοὺς ἀνθρώπους τῆς φυλῆς Βενιαμίν, ἀπὸ τὴν ὁποίαν κατήγετο ὁ Σαούλ, καὶ ἡ ὁποία εἶχε μεγάλην ἐπιρροὴν εἰς τὸν Ἰσραήλ. Μετὰ ταῦτα ἐπῆγε ὁ Ἀβεννήρ εἰς τὴν Χεβρών, διὰ νὰ διαβιβάσῃ εἰς τὸν Δαβὶδ ὅλα, ὅσα ἐνέκριναν καὶ τὰ ἐθεώρησαν σωστὰ οἱ Ἰσραηλῖται καὶ οἱ ἄνδρες τῆς φυλῆς τοῦ Βενιαμίν.

  20. 20

    Καὶ ἦλθεν ᾿Αβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ μετ᾿ αὐτοῦ εἴκοσιν ἄνδρες. καὶ ἐποίησε Δαυὶδ τῷ ᾿Αβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετ᾿ αὐτοῦ πότον.

    Καὶ ἦλθεν ὁ Ἀβεννὴρ μαζί μὲ εἴκοσι ἄνδρας εἰς τὴν Χεβρὼν πρὸς συνάντησιν τοῦ Δαβίδ. Ὁ δὲ Δαβὶδ τοὺς ἐδέχθη φιλοφρόνως καὶ παρέθεσε συμπόσιον διὰ τὸν Ἀβεννὴρ καὶ τοὺς ἄνδρας του.

  21. 21

    καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς Δαυίδ· ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα ᾿Ισραὴλ καὶ διαθήσομαι μετ᾿ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν ᾿Αβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.

    Καὶ εἶπεν ὁ Ἀβεννὴρ εἰς τὸν Δαβίδ: «Θὰ σηκωθῶ λοιπὸν τώρα καὶ θὰ ὑπάγω καὶ θὰ συγκεντρώσω πλησίον σου, πλησίον τοῦ κυρίου μου καὶ βασιλέως, ὅλους τοὺς Ἰσραηλίτας. Καὶ θὰ συνάψωμεν μαζί των συμφωνίαν καὶ θὰ γίνῃς βασιλεὺς ὅλων ἐκείνων, ποὺ ἐπιθυμεῖ ἡ ψυχή σου». Καὶ κατευώδωσεν ὁ Δαβὶδ τὸν Ἀβεννὴρ καὶ ἀνεχώρησε εἰρηνικὰ διὰ τὸν τόπον του.

  22. 22

    καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ ᾿Ιωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθ᾿ ἑαυτῶν· καὶ ᾿Αβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.

    Καὶ ἔφθασαν τότε ἐπὶ τόπου ἀπὸ κάποιαν ἐκστρατείαν ὁ Ἰωὰβ καὶ οἱ ἄνδρες τοῦ Δαβίδ. Ἔφεραν δὲ μαζί των καὶ λάφυρα πολλά. Τὴν στιγμὴν ἐκείνην ὁ Ἀβεννὴρ εἶχεν ἤδη ἀναχωρήσει. Δὲν εὑρίσκετο εἰς τὴν Χεβρὼν πλησίον τοῦ Δαβίδ, διότι τὸν εἶχε κατευοδώσει καὶ εἶχαν χωρισθῇ εἰρηνικά.

  23. 23

    καὶ ᾿Ιωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ ᾿Ιωὰβ λέγοντες· ἥκει ᾿Αβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυίδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.

    Μόλις ἔφθασαν εἰς τὴν Χεβρὼν ὁ Ἰωὰβ καὶ ὅλος ὁ στρατός του, ἀνήγγειλαν εἰς τὸν Ἰωὰβ καὶ εἶπαν: «Πρὸ ὀλίγου εἶχεν ἔλθει ἐδῶ ὁ Ἀβεννήρ, ὁ υἱὸς τοῦ Νήρ, καὶ εἶδε τὸν Δαβὶδ καὶ τὸν κατευώδωσεν ὁ βασιλεὺς καὶ ἔφυγε σὰν φίλος».

  24. 24

    καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπε· τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν ᾿Αβεννὴρ πρὸς σέ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;

    Ὅταν τὸ ἄκουσε αὐτὸ ὁ Ἰωάβ, ἐπαρουσιάσθη εἰς τὸν βασιλέα Δαβὶδ καὶ τοῦ εἶπε: «Τί ἦταν αὐτὸ ποὺ ἔκανες; Ἦλθεν ἐδῶ πρὸς σὲ ὁ Ἀβεννὴρ καὶ τὸν ἄφησες νὰ φύγῃ ἐλεύθερος καὶ εἰρηνικός;

  25. 25

    ἦ οὐκ οἶδας τὴν κακίαν ᾿Αβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;

    Δὲν γνωρίζεις μήπως τὴν κακίαν τοῦ Ἀβεννήρ, τοῦ υἱοῦ τοῦ Νήρ, καὶ ὅτι ἦλθεν ἐδῶ διὰ νὰ σὲ ἐξαπατήσῃ καὶ νὰ κατασκόπευσῃ τὰς κινήσεις σου καὶ νὰ μάθῃ ὅλα, ὅσα κάνεις;»

  26. 26

    καὶ ἀνέστρεψεν ᾿Ιωὰβ ἀπὸ τοῦ Δαυὶδ καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Αβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυὶδ οὐκ ᾔδει.

    Ἐβγῆκε κατόπιν ὁ Ἰωὰβ ἀπὸ τὴν κατοικίαν τοῦ Δαβὶδ καὶ ἔστειλε ἀγγελιαφόρους πίσω ἀπὸ τὸν Ἀβεννήρ, οἱ ὁποῖοι τὸν ἐπρόλαβαν εἰς τὸ φρέαρ τὸν Σεειράμ, ποὺ ἦτο πλησίον τῆς Χεβρών, καὶ τοῦ εἶπαν νὰ γυρίσῃ πίσω. Ὁ Δαβὶδ δὲν ἐγνώριζε τίποτε διὰ τὴν ἐνέργειαν αὐτὴν τοῦ Ἰωάβ.

  27. 27

    καὶ ἐπέστρεψε τὸν ᾿Αβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν ᾿Ιωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἱματι ᾿Ασαὴλ τοῦ ἀδελφοῦ ᾿Ιωάβ.

    Ἔφερεν ἔτσι ὁ Ἰωὰβ τὸν Ἀβεννὴρ πίσω εἰς τὴν Χεβρὼν καὶ τὸν ὠδήγησε παράμερα, εἰς τὴν ἐσωτερικὴν πλευρὰν τῆς πύλης, μὲ σκοπὸν δῆθεν νὰ τοῦ εἰπῇ κάποιο μυστικόν. Εἰς τὴν πραγματικότητα ὅμως τοῦ ἔστησεν ἐνέδραν. Τὸν ἐκτύπησε δὲ ἐκεῖ ξαφνικὰ εἰς τὰ νεφρὰ καὶ τὸν ἐφόνευσε. Καὶ ἐξεδικήθη ἔτσι ὁ Ἰωὰβ τὸ αἷμα τοῦ ἀδελφοῦ του Ἀσαήλ.

  28. 28

    Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα καὶ εἶπεν· ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων ᾿Αβεννὴρ υἱοῦ Νήρ·

    Ὅταν ἔμαθε ἀργότερα ὁ Δαβὶδ τὸ γεγονός, εἶπεν: «Ἐγὼ καὶ οἱ ἀπόγονοι τῆς βασιλείας μου αἰωνίως δὲν ἔχομεν καμμίαν ἐνοχὴν ἐνώπιον τοῦ Κυρίου διὰ τὸ αἷμα τοῦ Ἀβεννήρ, τοῦ υἱοῦ τοῦ Νήρ, ποὺ ἐχύθη μὲ δολιότητα. Εἴμαστε ἀθῶοι.

  29. 29

    καταντησάτωσαν ἐπὶ κεφαλὴν ᾿Ιωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου ᾿Ιωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ρομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.

    Ἡ ἐνοχὴ αὐτοῦ τοῦ αἵματος ἂς πέσῃ εἰς τὸ κεφάλι τοῦ Ἰωὰβ καὶ εἰς ὅλην τὴν πατρικήν του οἰκογένειαν. Καὶ ἂς μὴ λείψῃ ποτὲ ἀπὸ τὴν οἰκογένειαν τοῦ Ἰωὰβ ἐκεῖνος ποὺ θὰ ὑποφέρῃ ἀπὸ γονόρροιαν, καὶ ὁ λεπρός, καὶ ὁ χωλὸς ἢ τυφλός, ποὺ θὰ ἀναγκάζεται νὰ κρατῇ ραβδί, καὶ αὐτὸς ποὺ θὰ θανατώνεται μὲ μαχαίρι, καὶ αὐτὸς ποὺ θὰ στερῆται ἀκόμη καὶ τὸ ψωμί».

  30. 30

    ᾿Ιωὰβ δὲ καὶ ᾿Αβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν ᾿Αβεννὴρ ἀνθ᾿ ὧν ἐθανάτωσε τὸν ᾿Ασαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαών, ἐν τῷ πολέμῳ.

    Τὸ ἔγκλημα αὐτὸ διεπράχθη, διότι ὁ Ἰωὰβ καὶ ὁ ἀδελφός του, ὁ Ἀβεσσά, παρεμόνευαν καὶ κατεσκόπευαν ἀπὸ καιρὸν τὸν Ἀβεννὴρ καὶ ἤθελαν νὰ ἐκδικηθοῦν, ἐπειδὴ εἶχε σκοτώσει τὸν ἀδελφόν των, τὸν Ἀσαήλ, εἰς τὸν πόλεμον, ποὺ εἶχε γίνει εἰς τὴν Γαβαών.

  31. 31

    καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ· διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν ᾿Αβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.

    Καὶ εἶπεν ὁ Δαβὶδ πρὸς τὸν Ἰωὰβ καὶ πρὸς ὅλους τοὺς στρατιώτας, ποὺ ἦσαν μαζί του: «Νὰ σχίσετε τὰ ροῦχα σας καὶ νὰ φορέσετε τρίχινα, χονδρὰ ροῦχα εἰς ἔνδειξιν πένθους καὶ νὰ θρηνῆτε ἐμπρὸς ἀπὸ τὸ φέρετρον τοῦ Ἀβεννήρ». Κατὰ δὲ τὴν νεκρικὴν πομπὴν ὁ βασιλεὺς Δαβὶδ ἐβάδιζε πίσω ἀπὸ τὸ φέρετρον.

  32. 32

    καὶ θάπτουσι τὸν ᾿Αβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ ᾿Αβεννήρ.

    Καὶ ἔθαψαν τὸν Ἀβεννὴρ εἰς τὴν Χεβρών. Ὕψωσε δὲ ὁ βασιλεὺς τὴν φωνήν του καὶ ἔκλαυσεν ἐμπρὸς εἰς τὸν τάφον του καὶ μαζί του ἔκλαυσε διὰ τὸν θάνατον τοῦ Ἀβεννὴρ καὶ ὅλος ὁ λαός.

  33. 33

    καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ ᾿Αβεννὴρ καὶ εἶπεν· εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται ᾿Αβεννήρ;

    Ἔψαλε μάλιστα ὁ βασιλεὺς καὶ θρηνητικὸν ᾆσμα διὰ τὸν Ἀβεννὴρ μὲ τὰ ἑξῆς λόγια: «Ὁ στρατηγὸς Ἀβεννὴρ νὰ ἔχῃ ἄδοζον καὶ ἄθλιον θάνατον, σὰν νὰ ἦτο ὁ Νάβαλ!

  34. 34

    αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.

    Δὲν ἐδέθησαν τὰ χέρια σου, οὔτε ἐσφίχθησαν τὰ πόδια σου εἰς τὰ δεσμά. Δὲν ἐνικήθης ἀπὸ ἐχθρούς, οὔτε συνελήφθης αἰχμάλωτος. Δὲν ἔστειλεν αἰφνίδιον θάνατον ὁ Θεός, ὅπως συνέβη μὲ τὸν Νάβαλ. Ἔπεσες κτυπημένος ἀπὸ δολοφόνους, ἀπὸ τέκνα τῆς ἀδικίας». Καὶ ἐμαζεύθη ὅλος ὁ λαὸς διὰ νὰ κλαύσῃ τὸν Ἀβεννήρ.

  35. 35

    καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσε Δαυὶδ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.

    Ἦλθε δὲ ὅλος ὁ λαὸς διὰ νὰ προσφέρῃ τροφὰς εἰς τὸν Δαβὶδ καὶ τὸν παρακαλοῦσαν ἕως τὸ βράδυ ἐκείνης τῆς ἡμέρας νὰ φάγῃ, ἀλλ' ὁ Δαβὶδ ὡρκίσθη καὶ εἶπε: «Νὰ στείλῃ ὁ Θεὸς ἐπάνω μου πολλὰς τιμωρίας καὶ νὰ προσθέσῃ καὶ πολλὰς ἄλλας, ἐὰν βάλω εἰς τὸ στόμα μου ψωμὶ ἢ ὀτιδήποτε ἄλλο, ἕως ὅτου δύσῃ ὁ ἥλιος».

  36. 36

    καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.

    Καὶ ὅταν ἔγινε αὐτὸ γνωστὸν εἰς τὸν λαόν, εὐχαριστήθηκαν ὅλοι μὲ ὅλα, ὅσα ἔκανε ὁ βασιλεύς των ἐνώπιον τοῦ λαοῦ του.

  37. 37

    καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν ᾿Αβεννὴρ υἱὸν Νήρ.

    Καὶ ἔτσι ἐβεβαιώθη ὅλος ὁ στρατὸς καὶ ὅλος ὁ λαὸς τοῦ Ἰσραὴλ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅτι δὲν ἐθανατώθη ὁ Ἀβεννήρ, ὁ υἱὸς τοῦ Νήρ, κατὰ διαταγὴν τοῦ βασιλέως.

  38. 38

    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ· οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ ᾿Ισραήλ;

    Εἶπε δὲ ὁ βασιλεὺς Δαβὶδ εἰς τοὺς ἄνδρας του: «Δὲν ξέρετε ὅτι κατὰ τὴν ἡμέραν αὐτὴν ἐφονεύθη εἰς τὸν Ἰσραὴλ ἕνας μεγάλος στρατηγὸς καὶ προεστός;

  39. 39

    καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουΐας σκληρότεροί μού εἰσιν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

    Ὅσον ἀφορᾷ δὲ ἐμέ, δὲν γνωρίζετε ὅτι εἶμαι συγγενὴς τῶν δολοφόνων καὶ ὅτι μόλις πρὸ ὀλίγου ἐπῆρα τὸν θρόνον τοῦ βασιλέως; Εὑρίσκομαι δηλαδὴ εἰς δυσκολίαν μεγάλην. Δὲν ἠμπορῶ νὰ κάνω τίποτε. Διότι οἱ ἄνδρες αὐτοί, ποὺ τὸν ἐφόνευσαν, οἱ υἱοὶ τῆς ἀδελφής μου Σαρουΐας, ἔχουν σκληρὸν χαρακτῆρα καὶ εἶναι ἰσχυρότεροί μου. Νομίζω λοιπὸν ὅτι δὲν πρέπει νὰ προβῶ τώρα εἰς καμμίαν ἐνέργειαν, διὰ νὰ μὴ ἀναστατωθοῦν τὰ πάντα. Τὰ ἀφήνω ὅλα εἰς τὸν Κύριον καὶ εὔχομαι νὰ τιμωρήσῃ ἐκεῖνος καθένα, ποὺ διαπράττει ἀνομήματα, ἀναλόγως πρὸς τὴν κακίαν του».