Β΄ Βασιλειών, κεφάλαιο 2
- 1
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησε Δαυὶδ ἐν Κυρίῳ λέγων· εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων ᾿Ιούδα; καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνάβηθι. καὶ εἶπε Δαυίδ· ποῦ ἀναβῶ; καὶ εἶπεν· εἰς Χεβρών.
Μετὰ τὸν θρῆνον διὰ τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν ἐρώτησε ὁ Δαβὶδ τὸν Κύριον καὶ εἶπε: «Νὰ ἀνεβῶ εἰς μίαν ἀπὸ τὰς πόλεις τῆς φυλῆς Ἰούδα;» Καὶ ὁ Κύριος τοῦ ἀπεκρίθη: «Ἀνέβα». Καὶ ἐρώτησε πάλιν ὁ Δαβίδ: «Ποὺ ἀκριβῶς νὰ ὑπάγω;» «Εἰς τὴν Χεβρών», τοῦ ἀπήντησεν ὁ Κύριος.
- 2
καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινόομ ἡ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου,
Καὶ ἀνέβη ἐκεῖ, εἰς τὴν Χεβρών, ὁ Δαβὶδ μαζὶ μὲ τὰς δύο γυναῖκας του, τὴν Ἀχινόομ ἀπὸ τὴν Ἰεζράελ καὶ τὴν Ἀβιγαίαν, τὴν γυναῖκα τοῦ Νάβαλ ἀπὸ τὸ Κάρμηλον.
- 3
καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσι Χεβρών.
Τὸν ἀκολούθησαν δὲ καὶ οἱ ἄνδρες, ποὺ ἦσαν μαζί του, καθένας μὲ τὴν οἰκογένειάν του καὶ ἐγκατεστάθησαν εἰς τὰς πόλεις τῆς περιοχῆς τῆς Χεβρών.
- 4
καὶ ἔρχονται ἄνδρες τῆς ᾿Ιουδαίας καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον ᾿Ιούδα. Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες· ὅτι οἱ ἄνδρες ᾿Ιαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ.
Ἔρχονται λοιπὸν τότε ἄνδρες Ἰουδαῖοι καὶ χρίουν ἐκεῖ τὸν Δαβὶδ βασιλέα τῆς φυλῆς Ἰούδα. Ἀνεκοίνωσαν δὲ εἰς τὸν Δαβὶδ καὶ τοῦ εἶπαν ὅτι οἱ ἄνδρες τῆς πόλεως Ἰαβὶς τῆς περιοχῆς Γαλαὰδ ἐνδιεφέρθησαν καὶ ἔθαψαν τὸν Σαούλ.
- 5
καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ᾿Ιαβὶς τῆς Γαλααδίτιδος καὶ εἶπε πρὸς αὐτοὺς Δαυίδ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐποιήσατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν, ἐπὶ Σαοὺλ τὸν χριστὸν Κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ.
Μόλις τὸ ἄκουσε αὐτὸ ὁ Δαβίδ, ἔστειλεν ἀγγελιαφορους πρὸς τοὺς ἄρχοντας τῆς Ἰαβὶς τῆς περιοχῆς Γαλαὰδ καὶ τοὺς εἶπεν ὁ νέος βασιλεύς: «Νὰ εἶσθε εὐλογημένοι ἀπὸ τὸν Κύριον, διότι ἐκάνατε τὸ ἔργον αὐτὸ τῆς εὐσπλαγχνίας καὶ τιμῆς πρὸς τὸν κύριον σας, τὸν Σαούλ, ποὺ εἶχε χρισθῆ ἀπὸ τὸν Κύριον εἰς τὸ βασιλικὸν ἀξίωμα, καὶ ἐθάψατε αὐτὸν καὶ τὸν υἱόν του Ἰωνάθαν.
- 6
καὶ νῦν ποιήσαι Κύριος μεθ᾿ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ᾿ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ρῆμα τοῦτο·
Εὔχομαι λοιπὸν νὰ δείξῃ ἀπέναντί σας ὁ Κύριος τὴν εὐσπλαγχνίαν Του καὶ τὴν ἀξιοπιστίαν Του ὡς πρὸς τὰς εὐλογίας, ποὺ ὑπόσχεται εἰς τοὺς ἀγαθούς. Σᾶς διαβεβαιώνω δὲ καὶ ἐγὼ ὅτι θὰ ἀνταμείψω τὴν καλὴν πρᾶξιν σας, διότι ἦτο πολὺ σπουδαῖον αὐτὸ ποὺ ἐκάνατε.
- 7
καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαούλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος ᾿Ιούδα ἐφ᾿ ἑαυτὸν εἰς βασιλέα.
Εὔχομαι νὰ εἶναι δυνατὰ τὰ χέρια σας καὶ νὰ εἶσθε πάντα ἄνθρωποι γενναῖοι, διότι πέθανε μὲν ὁ Σαούλ, ὁ κύριός σας, ἀλλ’ ἤδη ἔχρισεν ἐμὲ ἡ φυλὴ Ἰούδα βασιλέα της. Θὰ εἶμαι λοιπὸν ὁ προστάτης σας.
- 8
Καὶ ᾿Αβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν ᾿Ιεβοσθὲ υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ
Ἐν τῷ μεταξὺ ὁ Ἀβεννήρ, ὁ υἱὸς τοῦ Νήρ, ποὺ ἦτο ἀρχιστράτηγος τοῦ Σαούλ, ἐπῆρε τὸν υἱὸν τοῦ Σαούλ, τὸν Ἰεβοσθέ, ἀπὸ τὸ στρατόπεδον καὶ τὸν ἔφερεν ἐπάνω εἰς τὴν πόλιν Μαναέμ.
- 9
καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρὶ καὶ ἐπὶ τὴν ᾿Ιεζράελ καὶ ἐπὶ τὸν ᾿Εφραὶμ καὶ ἐπὶ τὸν Βενιαμὶν καὶ ἐπὶ πάντα ᾿Ισραήλ.
Καὶ τὸν ἐγκατέστησε βασιλέα εἰς τὰς περιοχὰς Γαλαάδ, Θασιρὶ καὶ Ἰεζράελ καὶ εἰς τὰς χώρας τῶν φυλῶν Ἐφραὶμ καὶ Βενιαμὶν καὶ εἰς ὅλους τοὺς ἄλλους Ἰσραηλίτας.
- 10
τεσσαράκοντα ἐτῶν ᾿Ιεβοσθὲ υἱὸς Σαούλ, ὅτε ἐβασίλευσεν ἐπὶ ᾿Ισραήλ, καὶ δύο ἔτη ἐβασίλευσε, πλὴν τοῦ οἴκου ᾿Ιούδα, οἳ ἦσαν ὀπίσω Δαυίδ·
Ὅταν ἀνεκηρύχθη βασιλεὺς τοῦ Ἰσραὴλ ὁ Ἰεβοσθέ, ὁ υἱὸς τοῦ Σαούλ, ἦτο σαράντα ἐτῶν. Ἐβασίλευσε δὲ ἐπὶ δύο ἔτη εἰς τοὺς Ἰσραηλίτας, πλὴν τῆς φυλῆς Ἰούδα, ποὺ εἶχεν ἀνακηρύξει βασιλέα της τὸν Δαβίδ.
- 11
καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον ᾿Ιούδα, ἑπτὰ ἔτη καὶ μῆνας ἕξ.
Ὁ δὲ Δαβὶδ ἐβασίλευσεν εἰς τὴν Χεβρὼν ὡς βασιλεὺς τῶν Ἰουδαίων ἐπὶ ἑπτὰ χρόνια καὶ ἕξι μήνας.
- 12
Καὶ ἐξῆλθεν ᾿Αβεννὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαών·
Καὶ ἐβγῆκαν ἀπὸ τὴν Μαναὲμ ὁ Ἀβεννήρ, ὁ υἱὸς τοῦ Νήρ, καὶ οἱ ἄνδρες τοῦ Ἰεβοσθέ, τοῦ υἱοῦ τοῦ Σαούλ, καὶ ἦλθαν εἰς τὴν πόλιν Γαβαών.
- 13
καὶ ᾿Ιωὰβ υἱὸς Σαρουΐας καὶ οἱ παῖδες Δαυὶδ ἐξήλθοσαν ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴ κρήνην ἐντεῦθεν, καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.
Ὁ δὲ Ἰωάβ, ὁ υἱὸς τῆς ἀδελφῆς τοῦ Δαβὶδ Σαρουΐας, καὶ οἱ ἄνδρες τοῦ Δαβὶδ ἐβγῆκαν ἀπὸ τὴν Χεβρὼν καὶ ἦλθαν καὶ συνάντησαν τοὺς ἄλλους εἰς μίαν πηγήν, πλησίον τῆς Γαβαών, εἰς τὸν ἴδιον τόπον συγχρόνως. Καὶ ἐστρατοπέδευσαν οἱ μὲν ἀπὸ τὴν μίαν πλευρὰν τῆς πηγῆς καὶ οἱ δὲ ἀπὸ τὴν ἄλλην πλευράν της.
- 14
καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς ᾿Ιωάβ· ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν ᾿Ιωάβ· ἀναστήτωσαν.
Καὶ ἐπρότεινε ὁ Ἀβεννὴρ πρὸς τὸν Ἰωάβ: «Ἂς σηκωθοῦν ἐδῶ τώρα μερικοὶ νέοι καὶ ἂς ἀγωνισθοῦν, ἂς μονομαχήσουν ἐμπρός μας».«Συμφωνῶ, ἂς σηκωθοῦν», ἀπήντησεν ὁ Ἰωάβ.
- 15
καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν ᾿Ιεβοσθὲ υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυίδ.
Ἐσηκώθηκαν πράγματι καὶ παρουσιάσθηκαν δώδεκα τὸν ἀριθμὸν νεαροὶ τῆς φυλῆς Βενιαμὶν ἀπὸ τοὺς ἄνδρας τοῦ Ἰεβοσθέ, τοῦ υἱοῦ τοῦ Σαούλ, καὶ δώδεκα ἀπὸ τοὺς νεαροὺς τοῦ Δαβίδ.
- 16
καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσι κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών.
Καὶ ἔπιασε καθένας μὲ τὸ χέρι του τὸ κεφάλι αύτοῦ ποὺ ἦτο κοντά του καὶ ἐβύθισε συγχρόνως μὲ τὸ ἄλλο χέρι του τὸ μαχαίρι εἰς τὴν πλευράν του, μὲ ἀποτέλεσμα νὰ πέσουν νεκροὶ ὅλοι ἐπὶ τόπου. Δι' αὐτὸ ὠνομάσθη ἀπὸ τότε ὁ τόπος ἐκεῖνος, ποὺ εἶναι κοντὰ εἰς τὴν Γαβαών, «Μέρος τῶν δολοφόνων».
- 17
καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν ᾿Αβεννὴρ καὶ ἄνδρες ᾿Ισραὴλ ἐνώπιον παίδων Δαυίδ.
Μετὰ τὸ γεγονὸς αὐτὰ ἄρχισε πολὺ σκληρὸς πόλεμος κατὰ τὴν ἡμέραν ἐκείνην μεταξὺ τῶν δύο στρατευμάτων. Κατὰ τὸν πόλεμον αὐτὸν ἐνικήθησαν ὁ Ἀβεννὴρ καί οἰ στρατιῶται τοῦ Ἰσραὴλ καὶ ἔφυγαν πανικόβλητοι ἐμπρὸς ἀπὸ τοὺς στρατιώτας τοῦ Δαβίδ.
- 18
καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουΐας, ᾿Ιωὰβ καὶ ᾿Αβεσσὰ καὶ ᾿Ασαήλ, καὶ ᾿Ασαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.
Εἰς τὴν μάχην ἐπῆραν μέρος καὶ οἱ τρεῖς υἱοὶ τῆς Σαρουΐας, ὁ Ἰωάβ, ὁ Ἀβεσσὰ καὶ ὁ Ἀσαήλ. Ὁ Ἀσαὴλ εἶχεν ἐλαφρὰ πόδια καὶ ἔτρεχεν ὅπως τὸ ζαρκάδι εἰς τοὺς ἀγρούς.
- 19
καὶ κατεδίωξεν ᾿Ασαὴλ ὀπίσω ᾿Αβεννὴρ καὶ οὐκ ἐξέκλινε τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν ᾿Αβεννήρ.
Καὶ ἔτρεξεν ὁ Ἀσαὴλ πίσω ἀπὸ τὸν Ἀβεννὴρ καὶ τὸν κατεδίωξε, χωρὶς νὰ ἀλλάξῃ πορείαν δεξιὰ ἢ ἀριστερά. Ἔτρεχε σταθερὰ πίσω ἀπὸ τὸν Ἀβεννήρ.
- 20
καὶ ἐπέβλεψεν ᾿Αβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν· εἰ σὺ εἶ αὐτὸς ᾿Ασαήλ; καὶ εἶπεν· ἐγώ εἰμι.
Ἔστρεψε δὲ τὸ βλέμμα πίσω του ὁ Ἀβεννὴρ καὶ ἐρώτησε: «Εἶσαι ἄραγε σὺ ὁ ἴδιος ὁ Ἀσαήλ;» «Ἐγὼ εἶμαι», ἀπεκρίθη ἐκεῖνος.
- 21
καὶ εἶπεν αὐτῷ ᾿Αβεννήρ· ἔκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σεαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν ᾿Ασαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.
Καὶ τοῦ εἶπε πάλιν ὁ Ἀβεννήρ: «Στρίψε δεξιὰ ἢ ἀριστερὰ καὶ πιάσε ἕνα ἀπὸ τοὺς νεαροὺς καὶ πάρε διὰ τὸν ἑαυτόν σου τὸν ὁπλισμόν του». Ὁ Ἀσαὴλ ὅμως δὲν ἠθέλησε νὰ τὸν ἀκούσῃ καὶ νὰ ἀφήσῃ τὴν καταδίωξίν του.
- 22
καὶ προσέθετο ἔτι ᾿Αβεννὴρ λέγων τῷ ᾿Ασαήλ· ἀπόστηθι ἀπ᾿ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς ᾿Ιωάβ;
Καὶ εἶπε διὰ δευτέραν φορὰν ὁ Ἀβεννὴρ πρὸς τὸν Ἀσαήλ: «Φύγε ἀπὸ κοντά μου, διὰ νὰ μὴ σὲ χτυπήσω καὶ σὲ ρίξω νεκρὸν κατὰ γῆς. Διότι πῶς θὰ σηκώσω κατόπιν τὸ πρόσωπόν μου νὰ ἰδῶ τὸν Ἰωάβ;
- 23
καὶ ποῦ ἐστι ταῦτα; ἐπίστρεφε πρὸς ᾿Ιωὰβ τὸν ἀδελφόν σου. καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν ᾿Αβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθε τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ ᾿Ασαὴλ καὶ ἀπέθανε, καὶ ὑφίστατο.
Ποὺ θὰ εὕρω δικαιολογίας; Γύρισε πίσω εἰς τὸν ἀδελφόν σου, τὸν Ἰωάβ». Ἐκεῖνος ὅμως δὲν ἤθελε να ἀπομακρυνθῇ. Κατόπιν τούτου τὸν ἐκτύπησεν ὁ Ἀβεννὴρ μὲ τὸ πίσω μέρος τοῦ δόρατος εἰς τὰ νεφρὰ καὶ ἐβγῆκε τὸ δόρυ ἀπὸ τὸ ἄλλο μέρος τοῦ σώματός του. Καὶ ἔπεσεν ἐκεῖ νεκρός, ἐμπρὸς εἰς τὰ πόδια τοῦ Ἀβεννήρ. Καθένας δὲ ποὺ ἔφθανεν εἰς τὸ σημεῖον, ὅπου ἐκτυπήθη καὶ ἐφονεύθη ὁ Ἀσαήλ, ἐστέκετο καὶ δὲν ἐπροχωροῦσε.
- 24
καὶ κατεδίωξεν ᾿Ιωὰβ καὶ ᾿Αβεσσὰ ὀπίσω ᾿Αβεννήρ· καὶ ὁ ἥλιος ἔδυνε. καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ ᾿Αμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαί, ὁδὸν ἔρημον Γαβαών.
Ὁ Ἰωἀβ καὶ ὁ Ἀβεσσὰ ὅμως ἐσυνέχισαν τὴν καταδίωξην πίσω ἀπὸ τὸν Ἀβεννήρ. Καὶ κατὰ τὸ ἡλιοβασίλευμα ἔφθασαν εἰς τὸ βουνὸ Ἀμμάν, ποὺ εὑρίσκεται ἀπέναντι ἀπὸ τὴν Γαί, εἰς τὸν δρόμον τῆς ἐρήμου τῆς Γαβαών.
- 25
καὶ συναθροίζονται οἱ υἱοὶ Βενιαμὶν οἱ ὀπίσω ᾿Αβεννὴρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.
Ἐμαζεύθηκαν δὲ οἱ ἄνδρες τῆς φυλῆς Βενιαμίν, ποὺ εἶχαν ἀκολουθήσει τὸν Ἀβεννήρ, καὶ ἀπετέλεσαν ἕνα σῶμα καὶ ἐστάθηκαν εἰς τὴν κορυφὴν κάποιου βουνοῦ.
- 26
καὶ ἐκάλεσεν ᾿Αβεννὴρ ᾿Ιωὰβ καὶ εἶπε· μὴ εἰς νῖκος καταφάγεται ἡ ρομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν;
Καὶ ἐφώναξεν ὁ Ἀβεννὴρ πρὸς τὸν Ἰωὰβ καὶ εἶπε: «Θέλεις νὰ καταφάγῃ ὅλους μας τὸ μαχαίρι; Ἢ μήπως δὲν ξέρεις πόσον πικρὰ θὰ εἶναι ἡ κατάληξις αὐτῆς τῆς μάχης; Ἕως πότε λοιπὸν θὰ ἐπιμένῃς καὶ δὲν θὰ θέλῃς νὰ διατάξῃς τὸν στρατόν σου νὰ παύσῃ νὰ καταδιώκῃ τοὺς ἀδελφούς μας;»
- 27
καὶ εἶπεν ᾿Ιωάβ· ζῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωϊόθεν ἀνέβη ἂν ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ.
Καὶ ἀπεκρίθη ὁ Ἰωάβ: «Ὁρκίζομαι εἰς τὸν Κύριον, ποὺ ζῇ καὶ τὰ παρακολουθεῖ ὅλα. Ἐὰν δὲν μιλοῦσες σὺ καὶ δὲν ἐπρότεινες τὴν μονομαχίαν τῶν νεαρῶν, οἱ στρατιῶται θὰ εἶχαν παύσει ἀπὸ ἐκείνην τὴν ὥραν, ἀπὸ τὸ πρωΐ, νὰ καταδιώκουν ὁ ἕνας τὸν ἄλλον, ποὺ εἶναι ἀδελφός του. Διότι ἀπὸ τότε ἐπετέθη ὁ ἕνας ἐναντίον τοῦ ἄλλου».
- 28
καὶ ἐσάλπισεν ᾿Ιωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ ᾿Ισραὴλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.
Μετὰ ταῦτα ἐσάλπισεν ὁ Ἰωάβ μὲ τὴν σάλπιγγα καὶ ἔδωσε σῆμα παύσεως τοῦ πολέμου. Καὶ ἀμέσως ἐστάθη ὅλος ὁ στρατὸς καὶ ἔπαυσαν τὴν καταδίωξιν τῶν στρατιωτῶν τοῦ Ἰσραὴλ καὶ δὲν ἐσυνέχισαν πλέον τὸν πόλεμον.
- 29
καὶ ᾿Αβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν ᾿Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.
Καὶ ἀνεχώρησεν ὁ Ἀβεννὴρ καί οἰ ἄνδρες του καὶ κατευθύνθηκαν ἀρχικῶς πρὸς δυσμὰς καὶ ἐβάδισαν ὅλην τὴν νύκτα. Ἐστράφησαν δὲ ἒν συνεχείᾳ πρὸς τὸν Ἰορδάνην καί, ἀφοῦ ἐπέρασαν τὸν ποταμόν, διέτρεξαν ὅλην τὴν κοιλάδα ἕως τὴν λίμνην Γεννησαρὲτ καὶ ἦλθαν εἰς τὸ στρατόπεδόν των, εἰς τὴν Μαναέμ.
- 30
καὶ ᾿Ιωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ ᾿Αβεννὴρ καὶ συνήθροισε πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαντῶν παίδων Δαυίδ ἐννεακαίδεκα ἄνδρες καὶ ᾿Ασαήλ.
Ὁ δὲ ἸωᾺβ ἐσταμΆτησε τὴν καταδίωξιν τοῦ Ἀβεννὴρ καὶ συνεκέντρωσε κατὰ τὴν ἐπιστροφὴν τὸν στρατόν του καὶ ἔκανε καταμέτρησιν. Καὶ διεπίστωσεν ὅτι ἔλειπαν δεκαεννέα στρατιῶται ἀπὸ τοὺς ἄνδρας τοῦ Δαβὶδ καὶ ὁ ἀδελφός του, ὁ Ἀσαήλ.
- 31
καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν ᾿Αβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾿ αὐτοῦ.
Οἱ δὲ στρατιῶται τοῦ Δαβὶδ ἐφόνευσαν ἀπὸ τὸν στρατὸν τῆς φυλῆς Βενιαμίν, ποὺ εἶχε μαζί του ὁ Ἀβεννήρ, τριακοσίους ἑξῆντα ἄνδρας. 32 Ἐπῆραν δὲ οἱ Ἰουδαῖοι τὸ πτῶμα τοῦ Ἀσαὴλ καὶ τὸ ἔθαψαν εἰς τὸν
- 32
καὶ αἴρουσι τὸν ᾿Ασαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. καὶ ἐπορεύθη ᾿Ιωὰβ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών.
Ἐπῆραν δὲ οἱ Ἰουδαῖοι τὸ πτῶμα τοῦ Ἀσαὴλ καὶ τὸ ἔθαψαν εἰς τὸν τάφον τοῦ πατέρα του, εἰς τὴν Βηθλεέμ. Καὶ ἐβάδισαν ὅλην τὴν νύκτα ὁ Ἰωὰβ καὶ οἱ ἄνδρες, ποὺ ἦσαν μαζί του, καὶ τοὺς εὑρῆκε ἡ αὐγὴ εἰς τὴν Χεβρών.
